Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ἀλλὰ τοιαῦτα μὲν κατὰ τὴν Φιλιππούπολιν καὶ [*](Ρ. 460) τοῖς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος ἄλλος δ᾿ ἐκεῖθεν [*](V. 364) αὐθις βάρβαρος ἐξαρτύεται κατ’ αὐτοῦ κυκεών. ἐβουλεύετο

[*](3. ἐξερτύεται C; corr. m. 2. ἐβουλεύετο C, ἐβούλετο P.)

308
γὰρ ὁ Σολυμᾶς σοιλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀκ τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. ἐπεὶ δ᾿ αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη; ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ᾿ αὐτοῦ συναρράξαι πόλεμον. κεῖθι [*](Β) γὰρ τὸ σουλτανικὸν τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. δυνάμεις τοίνυν ἐξ ἀλλοδαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. κατ᾿ ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκράτορι. καὶ δυνάμεις ἁπανταχόθεν μέν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας ’ ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκειμένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίζειν ἁπλῶς. καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν [*](C) τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ τῶν βαρβάρων ἔργου. οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλτζιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐληΐζετο, ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιησάμενος. καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦτον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν· ἐκ διαστημάτων [*](2. Χορασᾶ P, correxi. 4. βουλὴν C; corr. m. 2. 7. Κλιτζιαθλᾶν P. 8. μειεκαλεῖτο C, μετακαλεῖται P. 15. μόνον scripsi: μόνου CP. 16. τὴν add. m. 2 in C. 19. Κλιτζιασθλᾶν P, κλιτζισθλὰν C.)
309
γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἢν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. ἀλλὰ τοῦτο τὸ πάθος λρόσχημα ἐδόκει τοῖς περὶ τὸν Κλιτζιασθλὰν νοσήματος, οὐ [*](D) μέντοι νόσημα, ἀλλ’ ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλητένη τὴν ποδαλγίαν· κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον κἀν ταῖς μέθαις κἀν τοῖς πότοις καθάπερ αὐτοφυεῖς ῥήτορες [*](Ρ. 461) ἠθοποιΐας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ ἐποιοῦντο. καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών. πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα κἀντεῦθεν ἠρεθίζετο πρὸς τὴν κατ’ αὐτῶν μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. οὐ πολὺ τὸ ἐν μέσῳ [*](B) καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. τήν τε Δάμαλιν διαπεράσας καὶ τὸν ἀναμεταξὺ Κιβω- [*](V. 365) τοῖ καὶ Αἰγιαλῶν διαπλωϊσάμενος πορθμὸν καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖθεν εἰς τὸ Λοπάδιον ἄπεισι τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν καὶ ὁπόσον μισθοφορικὸν μετε- [*](4. Κλιτζιασθλᾶν P, κλιτζασθλᾶν C. 5. ὄκνος P, ὄγγος C. 11. ὑπεκρίνοντο scripsi: ὑποκρίνοιτο CP. 12. ἀναθέμενοι] ι in ras. m. 2 C. 13. παιδιαῖς Ρ, πεδιαῖς C. 16. τὰ τοῦ θυμοῦ scripsi: παμφλάζοντα θυμοῦ CP. 18. Κιβωτοῦ καὶ Αἰγιαλῶν scripsi: Κιβωτῷ αἰγιαλῷ CP; cf. 279, 4. 19. διαπλωϊσάμενος scripsi: διαπλωϊέμενος CP. πορθμὸν] μ eras. C. 20. Λοπάδιον P, λοπάδιν C.)
310
πέμπετο ἐπὰν δὲ συνεληλύθεισαν ἅπαντες, ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὸ τοῦ κυρίου Γεωργίου καταλαμβάνει φρούριον ἀγχοῦ τῆς τῇ Νικαίᾳ παρακειμένης λίμνης διακείμενον κἀκεῖθεν εἰς Νικαίαν, εἰτα διὰ τριῶν ἡμερῶν αὖθις [*](C) ὑποστρέφει ἔνθεν τῆς γε του Λοπαδίου γεφύρας καὶ στρα- τοπεδεύει κατὰ τὴν βρύσιν τοῖ’ καρυκέως καλουμένην, οὕτω δόξαν αὐτῷ, ἵνα τὸ μέν στράτευμα πρότερον διὰ τῆς γεφύρας διαβιβάσας ἐν ἐπικαίρῳ τόπῳ τὰς σκηνὰς πήξηται κᾷθ᾿ οὕτως καὶ αὐτὸς ὁ αὐτοκράτωρ διὰ τῆς αὐτῆς γεφύρας διελθὼν μετὰ παντὸς τοῦ στρατεύματος τὴν βασιλικὴν καταθείη σκηνήν. οἱ δέ μηχανικώτατοι Τοῦρκοι τὰ κατὰ τὴν περὶ τοὺς πρόποδας τῶν Λεντιανῶν καὶ τῆς οὕτω καλουμένης Κοτοιραικίας διακειμένην πεδιάδα ληϊζόμενοι, ἐπεὶ [*](D) τὴν τοῦ αὐτοκράτορος κατ’ αὐτῶν μεμαθήκεισαν ἔφοδον, ἐκδειματωθέντες παραυτίκα πυρσοὺς παμπόλλους ἀνῆψαν, ἔπειθεν φαντασίαν τοῖς ὁρῶσι στρατιᾶς πολλῆς παρέχοντες τάχα. καὶ οἱ μὲν πυρσοὶ τὸν ἀέρα ἐξέκαιον καὶ πολλοὺς τῶν ἀπείρων ἐξεδειμάτουν· τὸν δέ αὐτοκράτορα ἐθρόει τούτων οὐδέν. κἀκεῖνοι μέν τὴν λείαν πᾶσαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενοι ᾤχοντο· αὐτὸς δὲ κατὰ τὸ περίορθρον πρὸς τὴν ἤδη † ἐκεῖσε πεδιάδα ἠπείγετο σπεύδων αὐτοῦ που τούτους καταλήψεσθαι, ἀλλ’ ἀστοχήσας τῆς ἄγρας [*](1. συνεληλύθεισαν C, συνεληλύθησαν Ρ. 2. κύρου Ρ, correxi. 3. παρακειμένῃ λίμνῃ P, correxi. 4. κακεῖθεν C, κᾳκεῖθα P. διὰ om. C, add. P. 15. παμπόλλους Ρ, παμπόλλας C 16. παρέχοντες Ρ. παρέσχοντες C. 21. ἐκεῖσε] ῥηθεῖσαν ἐκείνην? cf. e. c. 330, 10. 16.)
311
καὶ πολλοὺς μᾶλλον τῶν Ῥωμαίων ἔτι ἐμπνέοντας εὑρηκώς, πολλοῖς δὲ καὶ νεκρῶν σώμασιν ἐντετυχηκὼς ἤχθετο ὡς [*](Ρ. 462) εἰκὸς καὶ ἤθελε μὲν διώκειν, ἀλλ’ ἵω μὴ τὸ πᾶν ἀπολέσῃ θήραμα, μὴ δυνατοῦ ὄντος τοῦ παντὸς στρατεύματος τοὺς φεύγοντας ὀξέως καταλαβεῖν, χάρακα μέν αὐτοῦ που περὶ τὸ Ποιμανηνὸν πήγνυται καὶ παραχρῆμα ἀπολεξάμενος γενναίους ψιλοὺς στρατιώτας τὴν ἐπιδίωξιν τῶν βαρβάρων ἐπιτρέπει παραγγείλας ὅπως χρὴ ἐπιπορεύσασθαι τοὺς ἀλάστορας. οἱ δὲ τούτοις ἐφθακότες εἰς τινα τόπον Κελλία ἐγχωρίως ὀνομαζόμενον μετὰ τῆς λείας πάσης κὼ τῶν δορυαλώτων ὡς πῦρ κατ’ αὐτῶν ἵενται καὶ αὐτίκα πλείστους [*](Β) μὲν μαχαίρας ἔργον ἐποιήσαντο, ἐνίους δὲ ζωγρήσαντες καὶ τὴν λείαν πᾶσαν ἐκεῖθεν ἀναλαβόμενοι μετὰ νίκης λαμπρᾶς πρὸς τὸν αὐτοκράτορα ἐπανῆλθον. τούτους ἀποδεξάμενος καὶ τὴν παντελῆ τῶν πολεμίων φθορὰν ἐγνωκὼς πρὸς τὸ Λοπάδιον ἐπανέρχεται. κεῖθι δὲ παραγενόμενος καὶ μῆνας τρεῖς ὅλους ἐγκαρτερήσας τὸ μέν τι δι᾿ ἀνυδρίαν τῶν δι’ ὧν ἔμελλε διελθεῖν μερῶν θέροις γὰρ ὥρα παρῆν καὶ ἡ ἀλέα ἀφόρητος), τὸ δέ καὶ τὸ μήπω φθάσαν τοῦ μισθοφορικοῦ στρατεύματος ἀπεκδεχόμενος. ἀπεκδεχόμενος. ἐπὰν δέ ἅπαντες ἀθροισθεῖεν ἐκεῖ, ἐξαναστὰς ἅπαν τὸ ὁπλιτικὸν τηνικαῦτα [*](C) κατὰ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου καταθέμενος καἰ τῶν [*](V. 366) [*](1. πολλοὺς C, πολὺς P. 2. πολλοῖς] ι in ras. m. 2 C. σώμασιν P, σώμασι C. 3. εἰκὸς] ὁ in ras. m. 2 C. 7. βαρβάρων] ν add. m. 2 C. 9. τούτους P, τούτως C. 16. παραγενομένου CP, correxit Wilkenus. 17. τοι CP, correxi. 21. ὁπλητικὸν C; corr. m. 2.)
312
οὕτω καλουμένων Μαλάγνων αὐτὸν τὸν Ἀέρα κατέλαβε. τῆς δὲ βασιλίδος κατὰ τὴν Πρίμιπον αὐλιζομένης, ἵν᾿ ἔχοι ῥᾷον ἐκεῖθεν τὰ περὶ τοῦ αὐτοκράτορος μανθάνειν περὶ τὸ Λοπάδιον ἐπανελθόντος, ὁ βασιλεὺς ἅμα τῷ τὸν Ἀέρα καταλαβεῖν διὰ τοῦ βασιλικοῦ μονήρους μεταπέμπεται αὐτὴν τὸ μέν τι καὶ τὸ ἄλγος ὑφορώμενος ἀεὶ τῶν ποδῶν, τὸ δέ τι καὶ τοὺς συμπαρομαρτοῦντας αὐτῷ τῶν ἐγκολπίων ἐχθρῶν [*](D) δεδιὼς διὰ τὴν ἄκραν αὐτῆς περὶ αὐτὸν ἐπιμέλειαν καὶ τὸ ἀγρυπνικώτατον ὄμμα.

Οὔπω τρίτη παρῆλθεν ἡμέρα καὶ ὁ περὶ τὸν βασιλικὸν κοιτωνίσκον ἀσχολούμενος κατὰ τὸ περίορθρον ἐλθὼν ἀγχοῦ τοῦ βασιλικοῦ σκίμποδος εἱστήκει. ἡ δὲ βασίλισσα διυπνισ- [*](P. 463) θεῖσα καὶ τοῦτον θεασαμένη Τούρκων ἡμῖν ἔφοδον ἀπαγγέλλειν ἔφη. τοῦ δὲ περὶ τὸ οὕτω καλούμενον τοῦ Γεωργίου φρούριον ἐφθακέναι λέγοντος κατεσίγασε τοῦτον ἡ βασιλὶς τῇ χειρί, ἵνα μὴ τὸν αὐτοκράτορα διυπνίσῃ. ὁ δὲ ἐν αἰσθήσει τῶν λεγομένων γεγονὼς ἐπὶ ταὐτῷ σχήματι καὶ γνώμης τέως ἦν· ἀνίσχοντος δέ τοῦ ἡλίου πρὸς τὰς συνήθεις ἐργασίας ἐτράπετο ὅλος τῆς τούτου προμηθείας γεγονώς. οὔπω τρίτη παρῆλθεν ὥρα καὶ ἕτερος ἐκεῖθεν καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμ- [*](1. Mαλαγίνων? αὐτὸς ? 1. 4. ἀέρα P, correxi. 5. βασιληκοῦ C; corr. m. 2. μεταπέμπεται αὐτὴν C (ται αὐτὴν fere evanida), μεταπέμπεται τῆν Αὐγοῦσταν P. 6. τῶν evanuit in C. 8. αὐτὸν ἐπιμέλειαν] ὸν ἐπι in ras. m. 2 C. 10. παρὰ CP, correxi. 13. ἀπαγγέλλειν P, ἀπαγγελειν C. 19. τούτων? 21. αὐτοκρατόρισσα Ρ αὐτοκρατόρησα C1, αὸτοκρατόρισα C2: sic etiara infra.)

313
παρῆν τῷ αὐτοκράτορι δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη δέ ὅμως τῆς ἐκείνου γνώμης. ἐπὰν δέ πρὸς ἄριστον οἱ βα- [*](Β) αιλεῖς ἐπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβὼν προσουδίσας τοῖς ποσὶ τοῦ οὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίν- δυνον ἵστασθαι ἐπώμνυτο τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. ὁ δέ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπάνοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. ἡ δέ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἰχε τὸν φόβον καὶ οἵτε λόγοις οἵτε σχήμασι τοῦτον ἐνέφαινεν. ἀνδρεία γὰρ καὶ στάσιμος οἶσα τὴν φρένα καθάπερ ἡ παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδές τι ἐνεδείξατο καὶ ἀθαρσὲς ἦθος, οἶα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχούσας, ἐπειδάν τι cpn- [*](C) βερὸν ἀκούσωσι· καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδον αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. ἀλλ’ ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ ἀυτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δέ περὶ ἑαυτῆς ἐπεφόβητο. οὐ τοίνυν ἐκείνη κατ’ ἐκεῖνο καιροῖ· ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιότητος ἐπεπόνθει, ἀλλ’ ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ τροσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἶον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. κἀκεῖθεν κατα- [*](D) [*](5. ἐπώμνητο C; corr. m. 2. ἐπικαταλαμβανόντων C, καταλαμβανόντων Ρ. 10. ἡ παρὰ τοῦ scripsi: ἡ παρὰ Ρ. περὶ τοῦ C. 11. ἐνδείξατο Ρ, eorrexi. 12. ἐπειδὰν** C. 15. βασιλῆς C; corr. m. 2. 17. πάθοι C; corr. m. ***ἄτοπον C.)
314
βᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτεταγμένον μονῆρες εἰσεληλυθυῖα τὴν ἠϊόνα τῆς Βιθυνῶν παραπλέουσα θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι [*](V. 367) τέως αὐλίζεται. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν· ὁ δέ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιωτῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. καὶ δὴ ἐποχηθέντες ἅπαντες [*](P. 464) τὴν πρὸς Νικαίαν ὥδευον. οἱ δέ βάρβαροι Ἀλανόν τινα κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ’ αὐτῶν ἔφοδον δι’ αὐτοῦ μεμαθηκότες, δι’ ὦν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης (Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γεγονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώ- τατοι καὶ τῶν πάλαι ὑμνουμένων, [οὑτοι] κατὰ τὰς ἀκρολο- [*](Β) φίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους παρασκοποῦντες, εἴ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας . . . . . . ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ’ αὐτῶν πόλεμον μαχην συνεστησαντο καρτερὰν ἡττήσαντες τούτους κάτα κρατος. καταλαβὼν δέ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον [*](4. Ἑλενουπόλεως] ω m. 2 ex corr. C. ναῦν P, ναῦ C. 16. οὗτοι seclusi. 20. post καλουμένας lacuna sex litterarum in C, quattuor litterarum iu P.)
315
φρούριον Γεωργίου κἀκεῖθεν αὖθις κωμόπολίν τινα Σαγουδάους ἐγχωρίως καλουμένην καὶ τοῖς Τούρκοις μέν μὴ ἐντυχών, μεμαθηκὼς δέ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη [*](C) ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων, τηνικαῦτα ὁ αὐτὸς αἰτοῦ που ἔξωθεν τουτουῒ τοῦ καστελλίου τὸν χάρακα τήγνυται. τῇ δέ μετ’ αὐτὴν ὡς παρὰ τὴν Ἑλενούπολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τίς θαλάττης ἄπλωτον. διηγησάμενος οὖν τὰ συμβάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτηνται καὶ τἀναντία [*](D) τῶν προσδοκηθέντων ἐφεύροσαν καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νικαίαν. Νίκαιαν. δέ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον· ἐν ᾦ μικρὸν χρονοτριβήσας καὶ μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ Τουρκικὸν στράτευμα τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει πρὸς Κίον καὶ δι’ ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν ἤδη ἀπάρας ἐκεῖθεν ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκου- [*](Ρ. 465) ραν. κὼ αἰτοῦ ποι βεβαιωθείς, ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν, ὀλίγοι δέ τινες παρὰ τοῦ [*](4. καὶ τοῦ C, τοῦ om. P. 5. Στραβοβασίλει CP, correxi. αὐτῆς scripsi: αὐτοῦ CP. 6. αὐτὸς] αὐτοκράτωρ? 7. τουτουῒ τοῦ καστελλίου P. τουτοῒ τὸ καστέλλιον C. 9. βασιλίδη C; corr. m. 2. ἐντυχήκει CP, correxi. 10. ἄπλωτον Lobeckius: ἄπλετον CP. 11. συμφορᾷ προσεπέλασαν C, συμφορὰ προσεπέλασεν P. 21. ἅπαν C, πᾶν Ρ. 22. παρὰ scripsi: περὶ CP.)
316
Μονολύκου ἀποσταλέντες κατὰ τὸ Δολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη, ἐφ’ ᾦ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις, Λέοντα μέν τὸν Νικερίτην μετὰ τῶν ὑπ’ αὐτὸν [*](V. 368) δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν ἐγρηγορέναι τε διὰ παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ [*](Β) ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ· τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαίροις καταθέμενος τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν στοχαζόμενος τοὺς σωθέντας βαρβάρους τὴν κατ’ αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις ἐντετυχηκότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέστησαν, ὡς ἡττηθέντες οἱ μέν ἑάλωσαν, οἱ δέ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἔλευσιν [*](C) οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. διὰ τα ~ τα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἵν ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ’ αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος, οὔπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο· ἐπὰν δέ ἀποθαρρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου [*](12. έν διαφόροις τόποις? ἑ. δ. καιροῖς? 13. προσέβαλλον C, προσέβαλον P. 15. ἀπῴχοντο C, ἀπώλοντο P. ἔλευσιν (in mg. m. 1 γρ. ἐπέλευσιν) C, ἐπέλευσιν Ρ. 17. κενόσπουδος Ρ, κενόσπουδον C 21. σχεδασθεῖεν CP, correxi.)
317
ἅψηται ἴσοι; τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀναπαυσαμένων κὼ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ’ οὐ πολὺ σφοδρότερον τοῖ κατ’ αὐτῶν ἅψηται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξηται. [*](D) διὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅΠαντας τῶν στρατιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης καὶ αὐτοὶ δὴ οἱ στρατιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμη πολλὴν ἐπιμέλειαν τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι καὶ μηδ’ εἰς [*](Ρ. 466) θήραν μηδ᾿ εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν.

Ταῦτα τοιγαροῦν οἰκονομήσας ἐκεῖνος οἶα σκοπὸς καθῆστο πόρρωθεν φύλακας διὰ πάσης ἀτραποῦ ἐπιστήσας· μέλλων δὲ αὐτοῦ που ἡμέρας ἱκανὰς αὐλίζεσθαι μεταπέμπεται ται τὴν Αὔγουσταν δι’ ἃς πολλάκις αἰτίας εἰρήκειμεν, ἐφ’ ᾧ συνεῖναι τούτῳ, μέχρις ἂν τὰς τῶν βαρβάρων ἐφόδους ἐνωτισθεὶς πεῖθεν ἀπᾶραι βουληθείη. ἡ δὲ θᾶττον τὴν Νικομήδειαν καταλαμβάνει· ὁρῶσα δέ τινας τῶν ἐναντίων [*](Β) [*](4. ἀνθέξεται CP, correxi. 9. πολὺν] ὒ in ras. m. 2 C. δὲ CP, correxi. 14, θήραν] ἡ in ras. m. 2 C. 17. ἐκεῖνος C, ἐκείνοις P.)

318
ἐπιγανυμένους οἷον ἐφ’ οἶς ὁ βασιλεὺς ἠπρακτήκει καὶ πανταχοῦ διαλοιδορουμένους τῷ βασιλεῖ καὶ ὑποψιθυρίζοντας, ὡς [*](V. 369) ἄρα κατὰ τῶν βαρβάρων τοσοῦτον παρασκευασάμενος καὶ πολλὰς συνειλοχὼς δυνάμεις καὶ μηδὲν μέγα ἠνυκὼς ἀπέκλινε πρὸς τὴν Νικομήδειαν, καὶ τοῦτο οὐκ ἐν γωνίαις μόνον, ἀλλὰ καὶ ἐν πλατείαις καὶ ἀμφόδοις καὶ τριόδοις ἀναισχυντότερον λέγοντας ἠνιᾶτο καὶ ἤσχαλλεν. ὁ δέ αὐτοκράτωρ τὸ πέρας τῆς κατὰ τῶν ἐχθρῶν αὐτοῦ ὁρμῆς αἴσιον ἔσεσθαι [*](C) στοχαζόμενος, δεινὸς ὢν περὶ τὰ τοιαῦτα παρ’ οὐδέν μὲν τὰς διατριβὰς ἐκείνων καὶ νεμέσεις ἐτίθετο, ὡς παιδαρίων ἀθυρμάτων πάμπαν τῶν τοιούτων καταφρονῶν καὶ τοῦ νηπιώδους αἰτῶν καταγελῶν φρονήματος· τὴν δέ γε Αὔγουσταν κρείττοσιν ἀνεκτᾶτο λογισμοῖς αὐτὸ τοῦτ’ ἔσεσθαι μείζονος νίκης αἴτιον ἐπομνύμενος, ὅπερ ἐκεῖνοι διασύρουσιν. ἐγὼ μὲν οὖν ἀνδρείαν οἶμαι, ὅταν τις σὺν εὐβουλίᾳ τῆς νίκης κρατήσειε· τὸ γὰρ θυμοειδές τῆς ψυχῆς καὶ δραστήριον [*](D) ἄνευ τοῦ φρονεῖν κατηγορούμενον γίνεται καὶ θράσος ἐστὶν [*](P. 467) ἀντὶ θάρσους. θαρροῦμεν γὰρ τοῖς ὅπλοις καθ’ ὣν δυνάμεθα· θρασυνόμεθα δέ καὶ καθ’ ὣν οὐ δυνάμεθα, ὥσθ’ ὁπόταν κίνδυνος ἡμῖν ἐπικρέμαται, † ἀπὸ κατὰ πρόσωπον προσβαλεῖν ** τότε τρόπον ἕτερον τὸν πόλεμον μεταχειριζόμεθα καὶ ἀμαχεὶ τῶν ἐχθρῶν κρατεῖν ἐπειγόμεθα. καὶ [*](1. ἐπιγανυμένους C, ἐπιγαυνυμένους P. 6. ἀναισχυντότερον C. ἀναισχυντώτερον P. 7. ἤσχαλλεν C, ἤσχαλεν P. 10. ωεμέσεις] ε secundum in ras. m. 2 C. 18. θράσους CP, correxi. 20. post ἀπὸ (sic C) aliquid intercidisse suspicor: ἀποκαταπρόσωπον P. 21. lacunam signavi.)
319
πρωτη εστὶν ἀρετῶν ἡ στρατηγῶν σοφία κτᾶσθαι ωίκην ἀκίνδυνον· τέχνη δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο, φησὶν Ὅμηρος. τὸ γὰρ μετὰ κινδύνου νικᾶν καὶ ἡ Καδμόθεν παροιμία διαφαυλίζει. ἐμοὶ δέ ἄριστον νενόμισται καὶ τὸ ἐν αὐτῇ τῇ μάχῃ μηχανᾶσθαί τι πανοῦργον καὶ στρατηγικόν, ὁπηνίκα μὴ ἀπόχρη τὸ στράτευμα πρὸς τὴν τῶν ἐναντίων ἰσχύν· [*](Β) καθώς ἐστιν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι τῷ βουλομένῳ, ὡς οὐκ ἄρα μονότροπος ἡ νίκη οὐδὲ μονοειδής, ἀλλ᾿ διαφόροις κόποις πάλαι μέχρι τοῦ δεῦρο κατορθουμένη, ὥστε τὴν μὲν νίκην μίαν εἶναι, τοὺς δέ τρόποις, δι’ ὧν αὕτη τοῖς στρατηγοῖς περιγίνεται, διαφόροις τε καὶ ποικίλοις τὴν φύσιν. τινές γὰρ τῶν πάλαι ὑμνουμένων στρατηγῶν αὐτῇ ἰσχύϊ * τῷδε τρόπῳ τοὺς ἐναντίους νικήσαντες φαίνονται· ἄλλῳ δέ ἄλλοι πολλάκις χρησάμενοι τὴν νικῶσαν εἶχον. ὁ δέ γε ἐμὸς πατὴρ καὶ βασιλεὺς ὅπου μὲν ἀλκῇ τῶν ἐκράτει, ὅπου δὲ καὶ περινοίᾳ τινὶ χρησάμενος, ἔστι δ’ [*](C) οὗ κὰν ταῖς μάχαις αὐταῖς ὀξύ τι στοχασάμενος καὶ τολμήσας τὴν νικῶσαν εἶχεν εὐθύς. ὅπου μὲν καὶ στρατηγικῷ μηχαήματι αυγχρησάμενος, ὅποι δὲ καὶ διὰ χειρῶν μαχόμενος πολλὰ πολλάκις ἐξ ἀπροσδοκήτων ἐστήσατο ἢν μὲν γάρ, εἴπερ ἄλλος τις, καὶ φιλοκίνδυνος ὁ ἀνήρ, καὶ συνεχεῖς ἢν ὁρᾶν αὐτῷ τοῖς κινδύνους ἐγειρομένους, ἀλλὰ [*](1. ἡ scripsi: ἢ CP. 3. παροιμία] οι m. 2 ex corr. C. τρόποις? του scripsi: τῆς CP. 12. πάλαι] αι m. 2 ex corr. C. 13. lacunam signavi. 16. ἐκράτη C, corr. m. 2. 21. ἤπερ CP, correxi. ἄλλος] ς add. m. 2 C.)
320
ποτὲ μὲν γυμνῇ τῇ κεφαλῇ πρὸς τούτους παραπεδύετο [*](V. 370) ὁμμόσε τοῖς βαρβάροις ἐχώρει, ποτέ δέ καὶ ἐσχηματίζετο [*](D) ὑπο·κατακλίνεσθαι καὶ τὸν ὀρρωδοῦντα ὑπεκρίνετο, ὡς καιρὸς ἐδίδου καὶ τὰ πράγματα ὑπηγόρευε. καὶ ἵνα συνελοῦσα τὸ πᾶν εἴποιμι, καὶ φεύγων ἐκράτει καὶ διώκων ἐνίκα, καὶ ἵστατο καταπίπτων καὶ καταβάλλων ὄρθιος ἦν κατὰ τὴν τῶν [*](P. 468) τριβόλων θέσιν καὶ ταῦτα γὰρ ὅπως ἂν ῥίψειας ὀρθά σοι ἑστήξεται. πάλιν δ’ ἐνταῦθα γενομένη παραιτοῦμαι τὴν μέμψιν, ὅτιπερ περιαυτολογοῦσα καταλαμβάνομαι· ἀλλὰ πολλάκις ἀπελογησάμην, ὅτι οὐχ ἡ τοῦ πατρὸς εὔνοια τοὺς λόγους τούτους παρέχεται, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις. τι γὰρ κωλύει πρὸς τῆς ἀληθείας αὐτῆς, καὶ φιλοπάτορα εἶναι κατὰ ταὐτόν τινα καὶ φιλαλήθη; ἐγὼ μέν γὰρ τἀληθῆ προειλόμην ξυγγράφειν καὶ περὶ ἀνδρὸς ἀγαθοῦ· εἰ δὲ τὸν αὐτὸν ξυμβέβηκεν εἶναι καὶ πατέρα τοῦ ξυγγραφέως, τὸ μὲν τοῦ πατρὸς ὄνομα προσερρίφθω ἐνταῦθα καὶ κείσθω ἐκ τοῦ [*](Β) παρέλκοντος· τῇ δὲ φύσει τῆς ἀληθείας ἀνακείσθω τὸ σύγγραμμα. ἐν ἄλλοις μὲν γὰρ τὴν πρὸς τὸν πατέρα ἐνεδειξάμην εὔνοιαν καὶ διὰ τοῦτο καὶ δυσμενῶν κατ’ ἐμαυτῆς ἠκόνησα δόρατα καὶ ξίφη παρέθηξα. καὶ ἴσασιν ὁπόσοι τὰ καθ’ ἡμᾶς οὐκ ἠγνόησαν πράγματα. οὐ μὴν ἐν τῷ τῖς ἱστορίας σχήματι καταπροδοίην ἂν τὴν ἀλήθειαν. ἄλλος μὲν γὰρ [*](1. τότε P, correxi. 9. περιαυτολογοῦσα scripsi: αὐτολογοῦσα C, ταυτολογοῦσα Ρ. 11. τούτους C, τούτου Ρ. 14. τὸν αὐτὸν C, om. P. 22. σχήματι scripsi: χρήματι CP.)
321
καιρός ἐστιν εὐνοίᾳ πατρικῆς, καθ’ ὃν ἡμεῖς ἠνδρισάμεθα, ἕτρος δέ καιρὸς ἀληθείας, ὅντινα παραπεπτωκότα οὐκ ἂν παρὰ φαῦλον θείην. εἰ δ’, ὅπερ εἶπον, καὶ φιλοπάτορας ἡμᾶς συναποδείκνυσιν ὁ καιρὸς οὗτος, οὐ † παρὰ τοῦ τὰ τῆς ἀληθείας ἐπηλυγάσαι τὸ τῶν ἀνθρώπων μεμψίμοιρον. ὁ μέντοι λόγος ἀνατρεχέτω αὖθις πρὸς τὸ προκείμενον. ἄλλο [*](C) δ’ οἶδέν ὁ αὐτοκράτωρ ἔργον εἶχεν, ἐφ᾿ ὅσον ἐκεῖ που τὴν αὐλαίαν ἐπήγνυτο, ἢ νεολέκτους τῷ παντὶ συγκαταλέγειν στρατεύματι ἐπιμελῶς τε ἐκπαιδεύειν, ὅπως χρὴ τόξον τείνειν καὶ δόρυ κραδαίνειν ἵππον τε ἐλαύνειν καὶ μερικὰς ποιεῖσθαι συντάξεις, τὸ καινὸν ἐκεῖνο σχῆμα τῆς παρατάξεως, ὅπερ αὐτὸς ἐξεῦρεν, ἀναδιδάσκων τοὺς στρατιώτας, ἔστιν οὗ καὶ αὐτὸς συνιππαζόμενος τούτοις καὶ παραθέων τὰς φάλαγγας καὶ τὸ δέον ἅπαν ὑποτιθέμενος. τοῦ ἡλίου δέ τῶν μειζό- νῶν ἀφισταμένου κύκλων καὶ παραμείψαντος μὲν τὴν φθι- [*](D) νοπωρινὴν ἰσημερίαν, ἐπικύπτοντος δὲ ἤδη πρὸς τοὺς νοτιωτέρους κύκλους, ἐπεὶ οὑτοσὶ εὔθετος ὁ καιρὸς ταῖς ἐκστρα- [*](Ρ. 469) τείαις ἐδόκει, σὺν ὅλαις δυνάμεσι κατευθὺ Ἰκονίου ἤλαυνε καθ’ ὃν ἀρχῆθεν προέθετο λογισμόν. καὶ τηνικαῦτα τὴν Νικαίαν καταλαβὼν εὐζώνους στρατιώτας μετ’ ἡγεμόνων ἀποδιελόμενος τοῦ λοιποῦ στρατεύματος εἰς προ- νομὴν κατὰ τῶν Τούρκων προεκδραμεῖν τούτους παρεκελεύσατο διεσπαρμένως τὰς ἐκδρομὰς ποιουμένους· ἀλλὰ μηδέ, [*](V. 371) [*](3. εἶπον] ὂν ex ι m. 2 C. 4. παρὰ τοῦ] παραιτοῦμαι περὶ τοῦ? 7. ἔργου P, correxi. 15. φθινοπωρινὴν C, φθινοπωρικήν P.)
322
εἰ τὴν νίκην θεόθεν λάβοιεν καὶ κατατροπώσαιντο τοὺς ἐχθρούς, ἐς μακρὰν ἀποτελεῖν τὴν καταδρομήν, ἀρκουμένοις [*](B) δέ τῇ δεδομένῃ μετ’ εὐταξίας πάλιν τὴν ὑποστροφὴν παρηγγύα ποιεῖν. καταλαβόντες οὖν ἅμα τῷ αὐτοκράτορι τόπον τινὰ * διακείμενον, ἐγχωρίως οὑτωσὶ Γαΐτα προσαγορευόμενον, ἐκεῖνοι μέν εὐθὺς ἀπῄεσαν, ὁ δὲ ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὴν κατὰ τὸν Πιθηκᾶν διακειμένην καταλαμβάνει γέφυραν. εἶτα ἐν τρισὶν ἡμέραις διὰ του Ἀρμενοκάστρου καὶ τῶν οὕτω καλουμένων Λευκῶν τὰς τοῦ Δορυλέου καταλαμβάνει πεδιάδας, ἀποχρώσας δὲ ταύτας πρὸς παρατάξεις κατανοήσας καὶ θέλων ἅπαντας θεάσασθαι καὶ τὴν ὁπλιτιτὴν πάντως ἐγνωκέναι δύναμιν, ἦν πάλιν ὤδινε πολεμικὴν [*](C) σύνταξιν καὶ ἐν διφθέραις πολλάκις συνεγράψατο σχηματίζων τὰς παρατάξεις ἦν γὰρ οὐδὲ τῆς Αἰλιανοῦ τακτικῆς ἀδαής), ταύτην κατὰ τὸν παρεστηκότα τότε καιρὸν ἐν ἀληθείᾳ συντάξας κατὰ τὸ πεδίον ἐκεῖνο ἐστρατοπέδευσεν. εἰδὼς γὰρ οὗτος ἐξ ἐμπειρίας πάνυ πολλῆς] ὅτι ἡ Τουρκικὴ παράταξις οὐ κατὰ τὰς τῶν ἄλλων ἐθνῶν παρατάξεις συνέστηκεν, οὐδ’, ὡς Ὅμηρός φησιν, ἀσπὶς δ’ ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρις κόρυν, ἀνέρα δ’ ἀνήρ, ἀλλὰ καὶ τὸ δεξιὸν κέρας τοῖς Τούρκοις καὶ τὸ εὐώνυμον καὶ τὸ μέτωπον ἀπ’ ἀλλήλων διέσπασται καὶ ἑστήκασιν οἶον ἀπερρωγυῖαι ἀπ’ ἀλλήλων αἰ φάλαγγες, καὶ [*](1. καταροπώσαιντο C, corr. m. 2. 2. ἀρκουμένους] οὑς ex corr. m. 2 C. 5. lacunam signavi. 7. πιθηκᾶν G, Πιθικᾶν P. 12. παντὸς CP, correxi. 13. διφθέραις] ἑ ex corr. m. 2 C. συνεγράψαντο PC, correxi. 16. γὰρ] ἂρ ex corr. m. 2 C. 19. δ’ ἄρ’ C, δ’ P. ἀσπίδ’] ίδ ex corr. m. 2 C.)
323
ὅταν τις ἐπὶ τὸ δεξιὸν ἢ τὸ εὐώνυμον κέρας ὁρμήσειεν, [*](D) ἐφάλλεται αὐτῷ καὶ τὸ μέτωπον καὶ τὸ μετ’ ἐκεῖνο μέρος τῆς ὅλης παρατάξεως καὶ καθάπερ τινὲς λαίλαπες τὸ ὑποκείμενον συνετάραξαν· τὰ δέ πολεμικὰ τούτοις ὄργανα, οὐ πάνυ δόρασι χρῶνται καθάπερ οἱ λεγόμενοι Κελτοί, ἀλλὰ πανταχόθεν κυκλοῦντες τὸν ἐχθρὸν τόξοις βάλλουσιν· καὶ ἔστιν ἡ ἀμία τούτων πόρρωθεν· ὁπόταν διώκῃ, ἁλίσκει τῷ τόξῳ, καὶ διωκόμενος κρατεῖ τοῖς βέλεσι, καὶ βάλλει βέλος καὶ τὸ βέλος πετόμενον ἢ τὸν ἵππον ἢ τὸν ἱππότην ἔπληξεν, ἀπὸ δὲ βαρυτάτης χειρὸς ἀφεθέν δι’ ὅλου τοῦ παρελήλυθεν· οὕτως εἰσὶ τοξικώτατοι· πρὸς γοῦν [*](Ρ. 470) τοῦτο ὁ πολυπειρότατος ἐκεῖνος βασιλεὺς ἐνιδὼν τὰς παρατάξεις αὐτὸς ἐπεποίητο καὶ συνίστα τὰς φάλαγγας οὕτως, ὡς τοὺς μὲν ἀπὸ τῶν δεξιῶν τοξεύειν, ὅθεν αἱ ἀσπίδες προβέβληντο, τοὺς δέ ἡμετέρους ἐκ τῶν ἀριστερῶν ὅθεν τὰ ἀσκέπαστα ἦν τοῦ σώματος. καὶ αὐτὸς μέν τὴν τοιαύτην κατανοήσας παράταξιν ὡς ἄμαχός ἐστιν ἐθαύμασε τῆς δυνάμεως· ὥσπερ τινὰ Θεοῦ σύνταξιν ἄντικρυς καὶ ἀγγέλων παρεμβολὴν τὴν τοιαύτην ἡγεῖτο παράταξιν. ἅπαντες δὲ καὶ ἐθαύμαζον καὶ ἐγεγήθεσαν τεθαρρηκότες ἐπὶ τῷ τοῦ αὐτοκράτορος σκέμματι. ἐκεῖνος δέ ἅμα καὶ τὰς δυνάμεις [*](Β) κατα|νοῶν καὶ τὰς πεδιάδας, δι’ ὧν διϊέναι ἔμελλε, [*](6. παντοχόθεν P, correxi. 7. τούτων] τοῦ Τούρκου? 9. πετόμενον C, πετώμενον P. ἱππότην] ἱπ ex coFr. m. 2 C. 13. αὐτὸς scripsi: αἰτῶ C, αὐτὰ P. 22. κατανοῶν] inde a νοῶν codicis Coisliniani versus distinxi, ut paulo certius postea de evanidarum litterarum numero iudicetur.)
324
μένος καὶ τὸ τῆς παρατάξεως στερρὸν καὶ ἀ|διάσπαστον λογιζόμενος χρηστὰς ἐλπίδας ἐντεῦθεν | ἐλάμβανε καὶ ἔργον ταύτας Θεῷ προβῆναι έπηύ|χετο.

Οὕτω γοῦν παραταξάμενος τὴν Σαντάβαριν | . . . . . . . . τοὺς ἡγεμόνας ἅπαντας τῆς | τοιαύτης . . . . [*](V. 372) . . . . . διελὼν τὸν μὲν Καμύτζην κατὰ | τοῦ πολ . . . . . . . . Κέδρου ἐξέπεμψε (πολί|χνιον δέ τοῦτο ἐρυμνότατον [*](C) τινος σατράπου | Πουχέα καλουμένου κατεχόμενον), τῷ δέ Στυ|πειώτῃ κατὰ τῶν ἐν τῷ Ἀμορίῳ βαρβάρων ἀπελ|θεῖν . . . . . . . αἰσθόμενοι δέ τῆς βουλῆς δύο | τινές Σκύθαι αὐτόμολοι μόλοι προσεληλυθότες τῷ Πουχέᾳ τὴν τοῦ Καμύτζη διεμήνυον ἔφοδον, ἅμα δέ καὶ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν. ὁ δὲ φόβῳ τηνικαῦτα πολλῷ συσχεθεὶς περὶ μέσας φυλακὰς τῆς νυκτὸς ἐκεῖθεν ἐξελθὼν μετὰ τῶν ὁμοφύλων ᾤχετο. αὐγαζούσης δέ ἤδη τῆς ἡμέρας καταλαβὼν ὁ Καμύτζης τὸν μέν Πουχέαν οὐχ εὗρεν, ἀλλ’ οὐδέ τινα τὸ παράπαν Τοῦρκον· [*](D) πλῆρες δέ λαφύρων τὸ πολίχνιον, τὴν Κεδρέαν φημί, εὑρηκὼς πρὸς οὐδέν τούτων ἀπένευσεν, ἀλλ’ ἠνιᾶτο καθάπερ οἱ θηραταὶ τὴν ἐν χεροῖν ἄγραν ἀπολωλεκότες καὶ μὴ ἀνασχόμενος εὐθὺς τὰς ἡνίας στρέψας κατὰ τοῦ Πολυβότου ἄπεισι καὶ ἀθρόον τούτοις ἐπεισπεσὼν κτείνει μέν βαρβάρους ὑπὲρ ἀριθμόν, ἅπασαν δέ τὴν λείαν καὶ τοὺς δορυαλώτους ἀναλα- [*](1. στεῤῥὸν P, στερὸν C. 5. litterae aliquot hic et in sequentibus evanuerunt. κατέλαβε . . . . . . . P. τοιαύτης . . . . P. 6. πολὺ . . . . . P. 7. τοῦτο . . P, sed in codice nulla lacuna. 8. πουχήα (Πουχέα scripsi) καλουμένου C, . . . . . . . . P. στυπ|πειώτη C. κατὰ τῶν C, . . . . . . . P. ἀπελθεῖν . . . . . . . . 10. αἰσθόμενοι C, θόμενοι Ρ. in δύο desinit fol. 227b codicis. 16, τοῦρκον C, Τούρκων P. 19. ἐν χεροῖν C, εὐχερὴν P.)

325
βόμενος περὶ τὰ κεῖθι μέρη αὐλίζεται τὶν τοῦ αὐτοκράτορος [*](Ρ. 471) ἀπεκδεχόμενος ἔλευσιν. τὰ αὐτὰ καὶ ὁ Στυπειώτης τὸ Ποιμανηνὸν καταλαβὼν δράσας πρὸς τὸν βασιλέα ἐπανέστρεψε. καταλαμβάνει δὲ κὼ ὁ αὐτοκράτωρ τὴν Κεδρέαν περὶ ἡλίου δυσμάς. καὶ προσεληλυθότες παραχρῆμα αὐτῷ στρατιῶταί τινες ἔφασαν, πληθὺν ἀμέτρητον εἶναι βαρβάρων εἰς τὰ τοὐ πάλαι ᾀδομένου Βούρτζη πολίχνια ἀγχοῦ ποι· διακείμενα. ὁ δὲ αὐτοκράτωρ αὐτίκα τε ἠκηκόει τοῦ λόγου καὶ πρὸς ἔργον ἡτοίμαστο. καὶ παραυτίκα τὸν ἐκείνου τοῦ Βούρτζη ἀπόγονον [*](B) Βάρδαν τὴν κλῆσιν μετὰ Γεωργίου του Δεβούνη Σκύθην Πιτικὰν σκυθικῶς καλούμενον μετὰ τῶν ὑπ᾿ αὐτοὺς εἰς] ἀξιόμαχον παραστήσας δύναμιν κατ’ ἐκείνων ἐξέπεμψεν ἐπισκήψας, ἐπὰν ἐκεῖσε παραγένωνται, προνομεῖς ἀποστεῖλαι κατὰ τῶν παρακειμένων κωμοπόλεων καὶ ἁπάσας δῃώσασθαι καὶ αὐτοὺς δὴ τοὺς αὐτόχθονας ἐκεῖσε μετοικίσαντας κομίσαι οἱ ἐκεῖνοι μὲν οὖν εὐθὺς τῖς προκειμένης ὁδοῦ εἴχοντο, ὁ δὲ αὐτοκράτωρ ἐχόμενος τοῦ προτέρου σκοποῦ τὸ Πολύβοτον καταλαβεῖν ἠπείγετο καὶ μέχρις Ἰκονίου ἀποδραμεῖν. ταῦτα διαλογιζόμενος καὶ ἔργου ἀπαρτὶ ἅπτεσθαι μέλλων, [*](C) ἐπεὶ τοὺς βαρβάρους καὶ αὐτὸν δὴ τὸν Σολυμᾶν σουλτάνον τὴν αὐτοῦ ἔφοδον μεμαθηκότας ἐβεβαιοῦτο ἐμπρῆσαι τὰς [*](2. Στυπειώτης P, στυπιώτης C. 4. Κέδρην CP, correxi. 11. Πιτικὰν σκυθικῶς C, . . . . . . . P. 12. εἰς seclusi. 13. προ*νομεῖς C. 14. κωμοπόλεων] ε add. m. 2 C. 18. καταλαβεῖν] βεῖν in ras. m. 2 C. 20. ἐπεὶ scripsi: ἐπὶ CP. Σολυμᾶν] ν add. m. 2 C. 21. ἐμπρῆσαί τε CP, τε delevi.)
326
ἀρούρας τῆς Ἀσίας ἁπάσας καὶ τὰς πεδιάδας, ὡς μήτε τοῖς ἀνθρώποις μήτε τοῖς ἵπποις τροφὴν τὸ παράπαν παρεῖναι, ἀπὸ δὲ τῶν ἀνωτέρων μερῶν ἄλλη βαρβάρων ἔφοδος διεκηρυκεύετο καὶ ἡ φήμη αὕτη ὑπόπτερος ἅπασαν διέτρεχε τὴν Ἀσίαν, τὸ μέν ἐδεδίει, μὴ ὲν τῷ πρὸς Ἰκόνιον ἀπέρχεσθαι ἅπαν τὸ στράτευμα λιμοῦ παρανάλωμα διὰ τὴν σπάνιν τῶν [*](D) χορτασμάτων γένηται, τὸ δὲ καὶ τοὺς ἐλπιζομένους ἐκεῖ βαρβάρους ὑφορώμενος ἤχθετο. βουλὴν οὑν βουλεύεται συνετήν τε καὶ τολμηράν, Θεὸν ἐπερωτῆσαι, εἰ χρὴ τῆς πρὸς τὸ Ἰκόνιον ἔχεσθαι ἢ κατὰ τῶν περὶ τὸ Φιλομήλιον [*](V. 313) ἐξορμῆσαι βαρβάρων. ἐν δυσὶ γοῦν χαρτίοις περὶ τούτων ἐπερωτήσας καὶ ἄνωθεν τῆς ἱερᾶς καταθέμενος ταῦτα τρατέζης παννύχιον τὸν ὕμνον καὶ ἀτενεῖς τῷ Θεῷ προσέφερε τὰς ἐντεύξεις. κατὰ δέ τὸ περίορθρον εἰσελθὼν ὁ ἱερεὺς καὶ θάτερον τῶν τεθέντων χαρτίων ἀναλαβόμενος καὶ παρουσίᾳ λύσας ἁΠάντων ὑπανεγίνωσκε τῷ αὐτοκράτορι τῆς πρὸς τὸ Φιλομήλιον ἀνθέξεσθαι ὁδοῦ παρακελευόμενον. ἀλλὰ ταῦτα [*](P. 472) μὲν τὰ κατὰ τὸν αὐτοκράτορα· ὁ δέ γε Βάρδας ὁ Βούρτζης ἐν τῷ ἔχεσθαι τῆς ἤδη ῥηθείσης ὁδοῦ στράτευμα πολὺ θεασάμενος ἑνωθῆναι μετὰ τοῦ Μονολύκου διὰ τῆς γεφύρας τοῦ Ζόμπη ἐπειγόμενον παρευθὺ ὁπλισάμενος συμμίγνυται [*](1. ἁπάσας C, ἁπάσης P. 4. αὕτη P, ἀυτὴ C. 10. 17. Φιλομήλιν CP. 12. ταῦτα scripsi: ταύτης PC. 15. χαρτίων C, χαρτίον P. παρουσίᾳ scripsi: παρρησία CP. 18. ὁ Βούρτζης C, ὁ om. P.)
327
τούτοις περὶ τὴν του Ἀμορίου πεδιάδα καὶ νικᾷ κατὰ κράτος. ἕτεροι δέ ἀπὸ τοῦ ἀνατολικοῦ μέρους Τοῦρκοι κατερχόμενοι ·καὶ ὡς πρὸς τὸν Μονόλυκον σπεύδοντες παρατυχόντες τῇ τοῦ Βούρτζη παρεμβολῇ ἐκείνου μήπω φθάσαντος ἀφαιροῦνται [*](B) τὰ παρατυχόντα ὑποζύγια καὶ τὰς παρασκευὰς τῶν στρατιωτῶν. ὁ δὲ Βούρτζης [ἐκεῖθεν] νικητὴ ὑποστρέφων καὶ πολλὴν συνεπιφερόμενος λείαν συνηντηκώς τινι τῶν ἐκεῖθεν ἐρχομένων καὶ μεμαθηκώς, ὅπως οἱ Τοῦρκοι ἅπαντα τὰ ὲν τῇ παρεμβολὴ παρεμβολῆ καὶ τὴν λείαν πᾶσαν ἀναλαβόμενοι ᾤχοντο, διεσκοπεῖτο τί ἂν χρῇ ποιεῖν. ὀξέως δέ τὸν δρόμον τῶν βαρβάρων ποιουμένων ἤθελε μὲν καὶ ὄπισθεν ὄπισθεν διώκειν τούτων, οὐκ ἠδύνατο δὲ κεκμηκότων τῶν ἵππων. καὶ διὰ τοῦτ᾿ ἀπειπὼν τὴν ἐπιδίωξιν, ὡς μὴ χεῖρόν τι συμβαίη, βραδεῖ ποδὶ σὺν εὐταξίᾳ στείχων κατὰ τὸ περίορθρον [*](C) τὰ ἤδη ῥηθέντα τοῦ Βούρτζη καταλαμβάνει πολίχνια καὶ ἐξοικίζει ἅπαντα. κἀκεῖθεν τούς τε δορυαλώτους ἀναλαμβάνων καὶ ὁπόση τις ἦν περιουσία τοῖς βαρβάροις ἐπαγόμενος καὶ μικρὸν ἐν ἐπικαίρῳ τόπῳ τότῳ τε καὶ πάντας κεκοπιακότας ἀνακτησάμενος ἀνίσχοντος ἡλίου τῆς ὡς πρὸς τὸν αὐτοκράτορα φερούσης εἴχετο. ἐν τῷ μεταξὺ δὲ ἑτέρα τις περιτυχοῦσα τούτῳ Τουρκικὴ δύναμις παραχρῆμα ξυμμίγνυται τούτοις καὶ πόλεμος ἐντεῦθεν ἀναρριπίζεται μέγας. ἐφ᾿ ἱκανὸν δὲ τὴν μάχην ἀναδεξάμενοι τοὺς δορυαλώτους D ῇτοῦντο καὶ τὰ ἐξ αἰτῶν ἀφαιρεθέντα λάφυρα διαβεβαιού- μενοι, ὡς εἰ τῶν ἐπιζητουμένων τύχοιεν οὐκέτι προσβαλεῖν [*](5. καὶ τὰς C, καὶ om. P. 6. ἐκεῖθεν seclusi. 7, ἐκεῖ CP, correxi. 10. χρὴ CP, correxi. 21. τούτῳ C, τῷ P.)
328
τοῖς “Ρωμαίοις ἐχἶιχειρύσοισιν, ἀλλ᾿ οἴκαδε ἀπελεύσονται. ὁ δὲ Βούρτζης οὐδαμῶς τῷ τῶν βαρβάρων θελήματι συνετίθετο, ἀλλὰ καρτερῶς τῆς μάχης ἀντείχετο γενναίως ἀγωνιζόμενος. ἐπεὶ δὲ τῇ προτεραίᾳ ὕδατος τὸ παράπαν οὐκ ἀπεγεύσαντο μαχόμενοι, ἐπὰν ὄχθους ποταιιοῦ τινος κατέλαβον, κατέψυχον τὸ καῦμα τοῦ δίψους καὶ αὖθις ἀμοιβαδὸν τῆς μάχης ἀντείχοντο· τῶν δὲ αὖθις τοῦ πολέμου ἀντεχομένων οἱ προκεκμλῆθος διὰ τοῦ ὕδατος ἑαυτοὺς διανέπαυον. τοσαύτην δὲ τῶν βαρβάρων τόλμαν ὁ Βούρτζης ὁρῶν καὶ πρὸς τοσοῦτον πλῆθος ἀποκναίων ἐν ἀμηχανίᾳ ἦν καὶ οὐ τῶν κοινῶν τινα [*](P. 473) στρατιωτῶν πρὸς τὸν βασιλέα τὴν περὶ τούτων ἀγγελίαν κομίσοντα πέπομφεν, ἀλλὰ τὸν ἤδη ῥηθέντα Γεώργιον τὸν Λεβούνην. ὁ δὲ μὴ ἔχων ἄλλην ἀτραπόν, ἐν ᾗ οὐ πλῆθος [*](V. 374) Τούρκων παρῆν, ῥιψοκινοδύνως ἐς μέσον τούτων ἑαυτὸν ὤσας διεληλύθει καὶ μέχρι βασιλέως διεσέσωστο. ὁ δὲ τὰ κατὰ τὸν Βούρτζην μεμαθηκὼς περί τε Τούρκων πληθύος ἀκριβέστερον διαγνοὺς καὶ ὡς χρεία τῷ Βούρτζῃ πολλῶν καὶ χειρῶν καὶ δυνάμεων, αὐτὸς μὲν τηνικαῦτα ἐπὶ τοῖς ὅπλοις ἢν καὶ τὸ ὁπλιτικὸν ἐξώπλιζε. καὶ οὕτω κατὰ φάλαγγας κα- [*](B) ταστήσας τὸ ὁπλιτικὸν κατὰ τῶν βαρβάρων ἐπορεύετο σὺν εὐταξίᾳ πολλῇ. εἶχε δὲ τὸ μὲν ἔμπροσθεν κέρας ὁ βασι- [*](1. ὁ in ras. m. 2 C. 2.Βούρτζης]ς ex ν m.2 C. συνετίθετο C, συνετίθεντο P. 6. ἀμοιβαδὸν] ο posterius m. 2 ex corr. C. ἀντείχοντο] ε m. 2 ex corr. C. 7. ἀντεχομένων scripsi: ἀντεμαχομένων C2P. 10. τῶν C, τὸν P. 12. κομίσοντα scripsi: κομίσαντα CP. 16. βούρτζη C, corr. m. 2. περὶ scripsi : παρὰ P. 19. οὕτο C.)
329
λεὺς Μιχαήλ, τὸ δεξιὸν ὁ Βρυέννιος, τὸ ἀριστερὸν ὁ Γαβρᾶς καὶ τὴν οὐραγίαν ὁ Κεκαυμένος. ὡς δὲ πόρρωθεν οἱ Τοῦρκοι τούτους ἐδέχοντο, Νικηφόρος ὁ τῆς βασιλίδος ἀδελφιδοῦς, νέος ὢν καὶ πρὸς μάχας σφαδάζων, αὐτός τε προεκδεδραμήκει τῆς παρατάξεως καί τινας σὺν αὐτῶ ἐφελκυσάμενος Ἄρεος ὑπασπιστὰς καὶ συμπλακεὶς τοῖς κατ’ αὐτοῦ πρότερον ἐφωρμηκόσι πλήττεται μὲν τηνικαῦτα κατὰ τοῦ γόνυος, πλήττει δὲ τὸν παίσαντα κατὰ τὸ στέρνον διὰ τοῖ [*](C) δόρατος. ὁ δὲ παραχρῆμα τοῦ ἵπποι κατενεχθεὶς ἄφωνος ἔκειτο. τοῦτο οἱ ὄπισθεν βάρβαροι θεασάμενοι τὰ μετάφρενα τοῖς Ῥωμαίοις παραυτίκα διδόασιν. ὁ δὲ βασιλεὺς ἀριστέα τὸν νεανίαν ἀπολαβὼν ἥσθη τὸ παραυτίκα καὶ μεγάλως τοῦτον ἐπαινέσας πρὸς τὸ Φιλομήλιον ἤλαυνε. καὶ τερὶ τὴν λίμνην τῶν τεσσαράκοντα μαρτύρων ἐφθακὼς τῇ μετ’ αὐτὴν τὰ καλούμενα Μεσάνακτα κατέλαβεν· ἐκεῖθεν ἀπάρας τὸ Φιλομήλιον ἐξ ἐφόδου κατέσχεν. εἶτα ἀποσπάδας διαφόρους τοῦ στρατεύματος ἀποδιελόμενος παντὸς μεθ’ ἡγεμόνων γενναίων κατὰ πασῶν τῶν Ἰκονίῳ παρακειμένων κωμοπόλεων ἐξαπέστειλε, ἐφ’ ᾧ δῃώσασθαί τε καὶ τοὺς [*](D) δορυαλώτους τῆς ἐκείνων ἀφαρπάσαι χειρός. οἱ δὲ ὡς θῆρές τινες διασπαρέντες ἁπανταχοῦ ἀγεληδὸν πρὸς τὸν βασιλέα τοὺς δορυαλώτους τῶν βαρβάρων κομίζοντες ἐπανήεσαν μετὰ τῶν σκευῶν αἰτῶν τούτους ἐξανδραποδισάμενοι πάν- [*](1. γαυρᾶς C. 7. ἐφωρμηκόσι C, ἐφορμηκόσι P. 10. τοῦτον ὢ, correxi. 12. τὸ C, τὲ P. 15. Μεσάνακτα C, Μεσόνακτα P, 16. Φιλομήλιν CP. 18. ἡγεμόνων] ν posterius in ras. C. 20. ἀφαρπάσας correxi. θηρατῆρές?)
330
τὰς. συνείποντο δὲ τούτοις αὐθαιρέτως καὶ οἱ ἀντόχθονες τῶν τοιούτων χωρῶν Ῥωμαῖοι φεύγοντες τὰς τῶν βαρβάρων χεῖρας, γυναῖκές τε ὁμοῦ μετὰ τῶν νεογνῶν καὶ ἄνδρες αὐτοὶ καὶ παῖδες, καθάπερ εἰς τι κρησφύγετον ἐς τὸν αὐτοκράτορα προσπεφευγότες. ὁ δὲ τὴν καινὴν ἐκείνην αὖθις παράταξιν [*](P. 474) διατυπωσάμενος καὶ μέσον τοὺς δορυαλώτους ἅπαντας σὺν γυναιξὶ καὶ παιδίοις εἰσελάσας τὴν αὐτὴν ἀτραπὸν διῄει, δι’ ἧς διεληλύθει ὁδοῦ, καὶ ἐφ’ οἶς ἂν προσεπέλασε τόποις, μετ’ ἀσφαλείας ἀπάσης ἐπορεύετο. καὶ εἶπες ἂν ἰδὼν πόλιν τινὰ ἔμφυχον πεπυργωμένην πορεύεσθαι κατὰ τὴν εἰρημένην ἐκείνην καινουμένην σύνταξιν.

Ὡς δέ προσωτέρω προῄει, βάρβαροι μέν τινες οὐκ ἐφαίνοντο, παρείπετο δέ ὁ Μονόλυκος ἐφ’ ἑκάτερα ὲν λόχοις τῷ στρατεύματι μετὰ ἀποχρώσης δυνάμεως. ἐπὰν δέ διὰ [*](Β) τῆς ἀναμεταξὺ πεδιάδος τοῦ τε Πολυβότου καὶ τῆς ἤδη ῥηθείσης ἐκείνης λίμνης διῄει, ἀπόμοιρά τις τοῦ βαρβαρικοῦ τάγματος, αὐτόσκευοι πάντες καὶ ψιλοὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοπέδου ἀθρόον ἀπὸ τῶν μετεώρων αὐτοῖς ἀνεφάνησαν. καὶ τὰ μέν πρῶτα τὴν καινὴν [*](V. 375) ἐκείνην παράταξιν ὁ ἀρχισατράπης Μονόλυκος θεασάμενος γέρων τε ὢν καὶ πολλῶν ἐν πείρᾳ πολέμων τε καὶ ταγμάτων ἐξεπλάγη τεθαυμακὼς τὴν καινὴν ἐκείνην διασκευὴν τοῦ συντάγματος καὶ τὸν ξυνταγματάρχην ἐπεζήτει ἐγνωκέναι. [*](1. δὲ τούτοις C, δὲ τοῖς P. 6. σὺν addidi. 10. πρεύεσθαι C, corr. m. 2. 11. καινουμένην scripsi: κινουμένην CP. 13. 20. μονόληκος C2 18. λοχήσαντες C, λοχήσαντος Ρ.)

331
τὸν αὐτοκράτορα Ἀλέξιον ἐστοχάζετο καὶ οὐχ ἕτερον ἡγεμόνα τῶν ταγμάτων εἶναι καὶ τῆς καινῆς ἐκείνης παρατάξεως. [*](C) καὶ ἤθελε μέν προσβαλεῖν, οὐκ εἶχε δέ· ἀλλ’ ὅμως τὸ ἐνυάλιον ἀλαλάξαι ἀλαλάξαι πολλοῦ δέ στρατεύματος φαντασίαν τοῖς Ῥωμαίοις παρασχεῖν μηχανώμενος μὴ συνασπίζειν, ἀλλὰ διηρημένως καὶ ἀτάκτως, καθάπερ ἄνωθεν τὴν παράταξιν αὐτῶν διεγράψαμεν, θέειν ἐπέτρεψεν, ἵν ἐντεῦθεν τῷ ἀπροσδοκήτῳ τῆς θέας καὶ τοῖς τῶν ἵππων δρόμοις κατάκροτον αἰτοῖς πεποιηκότες τὴν ἀκοὴν τὰς τῶν Ῥωμαίων δυνάμεις καταπλήξαιεν. ὁ δέ γε αὐτοκράτωρ καθαπερεὶ πύργος προὔχων τῆς παρατάξεως προϊὼν ἢ στῦλος πυρὸς ἢ θεία τις καὶ οὐρανία ὄψις τὰς φάλαγγας αὐτῶν άνερρώννυε[*](D) καὶ ἐπὶ ταὐτοῦ βαδίζειν σχήματος ἐκέλευε καὶ θαρρεῖν παρεκελεύετο καὶ προσετίθει, μὴ πρὸς τὴν ἑαυτοῦ σωτηρίαν ἀποβλέπων τὸν τοσοῦτον ἀναδέξασθαι μόχθον, ἀλλὰ τῆς τῶν Ῥωμαίων εὐκλείας ἕνεκα καὶ δόξης καὶ πρὸς τούτοις ἑτοιμότατον εἶναι ὑπὲρ ἁπάντων ἀποθανεῖν. ἅπαντες οὑν τεθαρρηκότες ἕκαστος τὸν ἴδιον ἐφύλαττε τόπον πάνυ τὴν πορείαν ἀνειμένως ποιούμενοι, τοσοῦτον ὡς μηδὲ κινεῖν [*](Ρ. 475) δοκεῖσθαι τοῖς βαρβάροις. δι’ ὅλης οὑν τῆς ἡμέρας προσβάλλοντες τῷ Ῥωμαϊκῷ στρατεύματι καὶ μηδὲν ἠνυκότες μηθ᾿ ὅλως μήτε ἐκ μέρους διασπάσαι τὸ Ῥωμαϊκὸν σύν- [*](1. τὸν γοῦν? 2. ἐκείνης εὑρετὴν? 3. προσβαλεῖν] εἰν m. 2 ex corr. C. τὸ ἐνυάλιον C, τὸ om, Ρ. 16. ἕνεκα addidi.)
332
τάγμα δυνηθέντες αὖθις πρὸς τὰς ἀκρολοφίας ἀνέτρεχον ἄπρακτοι καὶ πυρσοὺς τηνικαῦτα πλείονας ἀνάψαντες δι ὅλης νυκτὸς ὠρύοντο καθάπερ λίνοι, ἐστι δ’ οὑ καὶ πρὸς τοὺς Ῥωμαίους ἀπέσκωπτον· ἦσαν γὰρ καί τινες ἐν αὐτοῖς μιξοβάρβαροι ἑλληνίζοντες. αὐγαζούσης δὲ τῆς ἡμέρας τὰ αὐτὰ μηχανώμενος ὁ Μονόλυκος τοῖς Τούρκοις ἐπέταττε ποιεῖν. ἐπὶ τούτοις καταλαβὼν καὶ αὐτὸς ὁ Κλιτζιασθλὰν [*](B) σουλτάνος καὶ θεασάμενος τὴν τοῦ στρατοπέδου εὐταξίαν ἐθαύμασε μέν, ἀπέσκωψε δέ οἶα νέος πρὸς γέροντα τὸν Μονόλυκον, ὅτου χάριν τὴν μετὰ τοῦ αὐτοκράτορος ἀνεβάλετο μάχην. ὁ δέ “ἐγὼ μὲν” ἔφη “ὡς γέρων ἢ δειλὸς ἀγχέμαχον τὴν μετ’ αὐτοῦ συμπλοκὴν ἀνεβαλόμην μέχρι τοῦδε. εἰ δὲ σὺ θαρρῶν ἦσθα, ἄγε δὴ πειράθητι καὶ αὐτός· τὸ πρᾶγμα διδάξει”. εὐθὺς οὖν αὐτὸς μέν τοῖς περὶ τὴν οὐραγίαν οὖσι προσέβαλεν, ἑτέροις δὲ σατράπαις τὴν κατὰ πρόσωπον τοῦ αὐτοκράτορος προσβολὴν ἐπέταξε καὶ [*](C) ἄλλοις τὴν καθ’ πέραν πλευρὰν τῆς παρατάξεως μάχην ἀνέθετο. ὁ γοῦν τὸ δεξιὸν κέρας ἐπέχων Νικηφόρος ὁ Βρυέννιος Καῖσαρ τῆς κατὰ τὴν οὐραγίαν μάχης αἰσθόμενος ἐσφάδαζε μὲν ἀμύνειν τοῖς ὄπισθεν, οὐκ ἤθελε δὲ ἀπειρίας [*](V. 376) ἢ νεότητος ἐνδείξασθαί τι, ἀλλ’ ἐπεῖχε καίπερ λυττῶντα τὸν κατὰ τῶν βαρβάρων θυμὸν καὶ σὺν εὐταξίᾳ ἐπὶ ταὐτοῦ [*](4. Ῥωμαίους] ὁ m. 2 ex corr. C. 6. ἐπέττατε C. 9. ἀπέσκοψε C. 10. ἀνεβάλετο C1, ἀνεβάλλετο C2, αἰεβάλλετο Ρ. 12. ἀγχεόμαχον C. 13. θαρρῶν] ν add. m. 2 C. 14. αὐτός] ς del. m. 2 C. 15. προσέλαβεν C, corr. m. 2. ἑτέροις σατράπαις] ς finale bis add. m. 2 C. δὲ addidi. 19. ὁ ἐμὸς Καῖσαρ? 21. καίτοι CP, correxi.)
333
σχήματος τὴν πορείαν ποιεῖσθαι ἐσπούδαζε. καρτερῶς δὲ τῶν βαρβάρων μαχομένων ὁ τὸ ἀριστερὸν κέρας ἐπέχων ὁ φίλτατός μοι τῶν ἀδελφῶν ὁ πορφυρογέννητος Ἀνδρόνικος τὰς ἡνίας στρέψας σφοδρὰν μετὰ τῆς ἰδίας φάλαγγος τὴν κατὰ τῶν βαρβάρων ἐπέλευσιν ἐποιήσατο. ὃς εἰς τὸ χαριέστατον [*](D) αὐτὸ τῆς ἡλικίας ἐληλυθώς, τόλμαν δὲ συνετὴν καὶ χεῖρα δεξιὰν καὶ φρόνησιν περιττὴν ἐν πολέμοις ἔχων πρὸ καιροῦ ᾤχετο καί, ὡς οὐκ ἄν τις ἤλπισεν, ἐξ ἡμῶν ἀπῆλθε καὶ κατέδυ. ὠ νεότης καὶ ἀκμὴ σώματος καὶ ἐπὶ τῶν ἵππων ἃλματα κοῦφα ποῦ ποτε κατερρεύσατε; μονῳδεῖν με τὸ ἐπὶ τούτῳ πάθος ἐκβιάζεται, ἀλλ’ ὁ τῆς ἱστορίας νόμος [*](P. 476) ἐκεῖθεν αὖθις ἀπείργει. θαυμάζειν δὲ ἔστι, πῶς οὐ γίνεταί τις καὶ νῦν καθάπερ καὶ πάλαι, φησίν, ἢ λίθος ἢ ὄρνις ἢ δένδρον ἤ τι τῶν ἀψύχων ὑπὸ μεγάλων κακῶν εἰς τὰ τοιαῦτα τὴν φύσιν ἀμείβων, εἴτε μῦθος τοῦτό ἐστιν εἴτε λόγος ἀληθής· καὶ τάχα κρεῖττον ἂν εἴη πρὸς τὰ μηδέν αἰσθανόμενα μεταμείβειν τὴν φύσιν ἢ τοσαύτην αἴσθησιν δέχεσθαι τοῦ ναοῦ. εἰ γὰρ τοῦτ’ ἦν, τάχ’ ἄν με λίθον ἀπέδειξε τὰ συμπεσόντα δεινά.

Τὴν δὲ μάχην ἀγχέμαχον ἤδη γεγονυῖαν ὁ Νικηφόρος θεασάμενος καὶ πτοηθεὶς τὴν ἧτταν μετὰ τῆς ἰδίας παρατάξεως ὅλας ἡνίας στρέψας ἀμύνειν ἠπείγετο. καὶ τηνικαῦτα [*](B) [*](3. πορφυρογέννητος C, πορφυρογέννης P. 4. μετὰ κατὰ CP. 10. τὸ ἐπὶ C, τὸ om. P.)

334
οἱ βάρβαροι νῶτα δεδωκότες καὶ σὺν αὐτῷ δὴ τῷ Κλιτζιασθλὰν σουλτὰν ἀνὰ κράτος φεύγοντες πρὸς τὰς ἀκρολοφίας ἠπείγοντο. πολλοὶ μὲν οὖν τηνικαῦτα πεπτώκασι πολεμοῦντες, οἱ πλείους δὲ καὶ ἑάλωσαν· τῶν δέ σωθέντων ἁπάντων διασπαρέντων καὶ αὐτὸς δὴ ὁ σουλτάνος ἀπεγνωκὼς τὰς σωζούσας ἐλπίδας μετὰ τοῦ οἰνοχοοῦντος αὐτῷ μόνου φεύγων περί τι τέμενος κατὰ τὴν ἀκρολοφίαν ἱδρυμένον, οὗ κυκλόθεν οὐρανομήκεις κυπάριττοι στοιχηδὸν ἑστήκεσαν, ὑπὸ τῶν [*](C) διωκόντων αὐτὸν τριῶν Σκυθῶν καὶ τοῦ υἱοῦ τοῦ οὐζᾶ στενοχωρηθεὶς ἀνελήλυθε καὶ μικρὸν ἐπὶ θάτερον παρεκκλίνας, ἐπεὶ μηδέ γνώριμος τοῖς διώκουσιν ἦν, αὐτὸς μὲν σέσωστο, ὁ δέ γε οἰνοχόος παρὰ τῶν Σκυθῶν κατασχεθεὶς τῷ αὐτοκράτορι ὡς μέγα τι δῶρον προσενήνεκται. ὁ μὲν οὖν βασιλεὺς ἐπὶ τῇ τοιαύτῃ νίκῃ καταγωνισάμενος τοῖς ἐχθροὺς ἔχαιρεν, ἠνιᾶτο δέ, ὅτι μὴ καὶ ὁ σουλτάνος εἰς χεῖρας ἐμπεσὼν κατεσχέθη, ἀλλὰ παρὰ μικρὸν, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, ἐρρύσθη. ἑσπέρας δέ ἤδη καταλαβούσης αὐτοῦ κατὰ τόπον αὐλίζεται, οἱ δέ περισωθέντες τῶν [*](D) βαρβάρων αὖθις κατὰ τὰς ἀκρολοφίας ἀνελθόντες πυρσούς τε παμπόλλους ἀνῆψαν καὶ δι’ ὅλης νυκτὸς κατὰ τῶν Ῥωμαίων ὡς κύνες περιυλάκτουν. Σκύθης δέ τις ἀποδράσας ἀπὸ τοῦ Ῥωμαϊκοῦ στρατεύματος καὶ προσεληλυθὼς τῷ σουλτὰν ἔφη “ τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ἡμέρας [*](6. οἰνοχοοῦντος P, ἡνιοχοῦντος C. 7. ἱδρυμέναν C, ἱδρυμένων P. 16. μικροῦ CP, correxi. 17. πε*παροιμιασμένον C. 19. ἀνελθόντες] λ m. 2 in ras. C. 21. περιυλάκτουν] ὒ prius m. 2 in ras. C. tis ex της m. 2 C.)
335
οὔσης μηδαμῶς ἐπιχείρει· οὐ γάρ σοι πρὸς καλὸν ἐσεῖται. [*](V. 377) ἀλλ’ ἐπεὶ μὴ ἀποχρώσης τῆς πεδιάδος συνεσφιγμένως τὰς σκηνὰς ἐπήξατο, δι’ ὃλης νυκτὸς πρὸς τοὺς πρόποδας τῶν βουνῶν κατιόντες ψιλοὶ τοξόται καὶ συχνὰ τὰ βέλη κατ’ αὐτῶν πεμπέτωσαν καὶ οὐ τὴν τυχοῖσαν ζημίαν τῷ Ῥωμαϊκῷ στρατεύματι ὑφέξουσι.” τηνικαῦτα δὲ καὶ μιξοβάρβαρός [*](P. 477) τις ἐκεῖθεν αὐθις λαθὼν τοὺς Τούρκους πρὸς τὸν βασιλέα φοιτᾷ ἀπαγγέλλων, ὁπόσα ὁ Σκύθης τῷ σουλτάνῳ προσελθὼν ὑπέθετο, καὶ τὰ βεβουλευμένα ἅπαντα κατὰ τοῖ Ῥωμαϊκοῦ στρατεύματος σαφῶς διηγήσατο. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ διχῆ διελὼν τὸ στράτευμα τοὺς μὲν εἴσω τῆς παρεμβολῆς ὄντας ἐγρηγορέναι καὶ νήφειν προσέταξε, τοὺς δέ γε λοιποὺς ὁπλίσασθαί τε καὶ ἔξωθεν τῆς παρεμβολῆς ἐξελθόντας προϋπαντῆσαι τοῖς κατ᾿ αὐτῶν ἐρχομένοις Τούρκοις καὶ τὴν μετ’ αἰτῶν ἀναδέξασθαι μάχην. οἱ δέ βάρβαροι δι’ ὅλης νυκτὸς γύρωθεν περιζώσαντες τὸ [*](Β) στράτευμα πολλὰς ἐκδρομὰς περὶ τοὺς πρόποδας τῶν βουνῶν ποιούμενοι συχνοὺς ὀϊστοὺς κατὰ τοῦ στρατεύματος ἔβαλλον. οἱ δὲ Ῥωμαῖοι κατὰ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος ποιοῦντες ἐφύλαττον ἐαυτοὺς μὴ διασπῶντες τὴν παράταξιν. ὑπαυγαζούσης δέ τῆς ἡμέρας ἅπαντες ἐπὶ τοῦ αὐτοῦ σχήματος ᾔεσαν καὶ τὴν λείαν καὶ τὰς σκευὰς ἁπάσας καὶ αὐτοὺς δὴ τοὺς δοριαλώτοις μετά τε γυναικῶν καὶ παιδίων ἐς τὸ μέσον τῆς παρατάξεως αὐθις ἐλάσαντες τὴν [*](14. προϋπαντῆσαι] ι ia ras. m. 2 C.)
336
πρὸς Ἀμποῦν ὥδευον. πόλεμος δέ τηνικαῦτα καταλαμβάνει τούτους βαρὺς καὶ δεινός. ὁ γὰρ σουλτάνος συνάξας αὖθις [*](C) τὰς δυνάμεις καὶ περιζώσας τὸ στράτευμα γυρόθεν καρτερῶς ἐμάχετο, μηδαμῶς δέ τὸν συνασπισμὸν τῶν Ῥωμαίων διακόψαι ἰσχύσας, ἀλλ’ ὥσπερ ἀδαμαντίνοις τείχεσι προσβαλὼν ἄπρακτος ἀπεπέμφθη. ἠνιᾶτο γοῦν δι’ ὅλης ἐκείνης τῆς νυκτὸς καὶ καθάπαξ ἀπογνοὺς μετὰ τοῦ Μονολύκου καὶ τῶν λοιπῶν σατραπῶν ἐβουλεύετο καὶ τὰ περὶ εἰρήνης ἐπιφωσκούσης ἡμέρας ἠτεῖτο τὸν αὐτοκράτορα τούτου πᾶσι τοῖς βαρβάροις συνδόξαντος. οὐκ ἀποπέμπεται δέ, ἀλλὰ δέχεται τούτου τὴν ἱκεσίαν ὁ αὐτοκράτωρ καὶ παραχρῆμα τὸ ἀνακλητικὸν ἠχῆσαι ἐπέταξε καὶ οὕτως ἀτρεμεῖν ἅπαντας παρεκελεύσατο καὶ ἐπὶ τοῦ αὐτοῦ ἵστασθαι σχήματος μήτε [*](D) τῶν ἵππων ἀποβάντας μήτε τὰς σκευάς τῶν ὑποζυγίων ἀποσάξαντας περιφραττομένους ἀσπίδι καὶ κυνέῃ καὶ δόρατι, καθά γε καὶ πρότερον δι’ ὅλης τῆς ὁδοιπορίας. ταῦτα δέ δι οὐδέν ἄλλο τῷ αὐτοκράτορι ᾠκονόμητο, ἀλλ’ ἵνα μὴ συγχύσεως γενομένης πολλάκις τό τε σχῆμα τῆς παρατάξεως διασπασθῇ κἀντεῦθεν εὐάλωτοι ἅπαντες γένωνται. ἐδεδίει γὰρ τοὺς Τούρκους πλῆθος πολὺ τούτους ὁρῶν καὶ ἀπανταχόθεν τῷ Ῥωμαϊκῷ προσβάλλοντας στρατεύματι. ἐν ἐπικαίρῳ δὲ τόπῳ στὰς ὁ αὐτοκράτωρ τούς τε συγγενεῖς αὐτοῦ ἃπαντας καὶ ἱκανοὺς τῶν στρατιωτῶν ἀπολεξάμενος ἐφ’ ἑκάτερα [*](3. γυρόθεν C, γύρωθεν P. 7. καὶ addidi. 17. αὐτοκράτωρι C.)
337
ἐπὶ κεφαλῆς μέν αὐτὸς εἱστήκει, δεξιόθεν καὶ ἐξ εὐωνύμων οἱ καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντες καὶ τούτοις [*](Ρ. 487) ἐχομένως μιγὰς τῶν στρατιωτῶν ἔκκριτος, κατάφρακτοι ἃπαντες· ὁ δὲ τῶν ὅπλων ἀποστίλβων πυρσὸς τὸν ἀέρα πλέον καὶ τῆς ἡλιακῆς ἀκτῖνος κατηύγαζε. προσεληλύθει δὲ τηνικαῦτα καὶ ὁ σουλτάνος μετὰ τῶν ὑπ’ αὐτὸν σατραπῶν, ὧν ὁ Μονόλυκος χρόνῳ καὶ πείρᾳ καὶ ἀνδρίᾳ πάντων τῶν κατὰ τὴν Ἀσίαν Τούρκων ὑπερφέρων προῆγε, καὶ καταλαμβάνει τὸν βασιλέα κατὰ τὴν πεδιάδα τὴν μεταξὺ Αὐγουστόπολιν καὶ Ἀκρόνιον. οἱ δέ γε σατράπαι πόρρωθεν θεασάμενοi [*](V. 378) τὸν αὐτοκράτορα τῶν ἵππων ἀποβάντες τὴν συνήθη τοῖς [*](Β) βασιλεῦσι προσκύνησιν ἀποδεδώκασι. τὸν δὲ σουλτάνον πολλάκις τοῦ ἵππου ἀποβῆναι ἐπιχειρήσαντα ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει. ἀλλ’ ἐκεῖνος ταχὺ πεζεύσας τὸν πόδα τούτου ἠσπάσατο. καὶ ὃς χεῖρά τε δοὺς αὐτῷ καὶ ἵππον τῶν ἐκκρίτων ἐπιβῆναι ἐκέλευσεν. ἐπιβάντος δὲ τούτου καὶ παρὰ θατέραν πλευρὰν τοῦ αὐτοκράτορος προσεγγίσαντος παραχρῆμα τὸ ἀμφίον ὃ περιεβέβλητο λύσας τοῖς ὤμοις ἐκείνου ἐπέθετο. εἶτα μικρὸν ἐπισχὼν τὸ πᾶν τῶν αὐτῷ δεδογμέ- νων δημηγορήσας ἐξέφηνε λέγων ὡς “ εἰ μὲν τῇ βασιλείᾳ Ῥωμαίων ὑπείκειν βούλεσθε καὶ τὰς κατὰ τῶν Χριστιανῶν [*](C) ἐκδρομὰς ἀνακόψαι, χαρίτων μὲν καὶ τιμῆς ἀπολαύσετε καὶ ἀνέτως ἐν ταῖς ἀποτεταγμέναις ὑμῖν χώραις τοῦ λοιποῦ [*](1. εἱστείκει C. ἐξ εὐωνύμων C, ἐξ om. P. 7. ἀνδρία C, ἀνδρείᾳ P. 9. κατὰ scripsi: καὶ CP. 14. τὸν] v add. m. 2 C. 16. ἐπιβάντα δὲ τοῦτον CP, correxi. παρὰ scripsi: περὶ CP. 17. προσεγγίσαντα CP, correxi. 20. δημηγορήσας C, δημογορήσας P. 21. βούλεσθε] βούλεσθε] ia ras. m. 2 C.)
338
βιώσεσθε, οὖ τὸ πρότερον τὰς διατριβὰς εἴχετε πρὸ τοῦ Ῥωμανὸν τὸν Διογένην τὰς ἡνίας τῆς βασιλείας περιζώσασθαι καὶ τὴν ἧτταν ἐκείνην ἡττηθῆναι μετὰ τοῦ σουλτάνου συνάξαντα δυστυχῶς τὴν μάχην καὶ ἁλῶναι παρ’ αὐτοῦ. χρὴ οὖν τὴν εἰρήνην ἑλέσθαι τῆς μάχης καὶ τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὁρίων ἀπέχεσθαι τοῖς ἰδίοις ἀρκουμένους. καὶ [*](D) εἴ μου πεισθῆτε τοῖς λόγοις συμβουλευομένου τὰ λῴονα, μεταμεληθήσεσθε οὐδαμῶς, ἀλλὰ καὶ πολλῶν δωρημάτων ἐπιτεύξεσθε. εἰ δέ μή, ἐμέ ἴστε ὀλοθρευτὴν τοῦ γένους ὑμῶν ἔσεσθαι.” ὁ δέ σουλτάνος καὶ οἱ τούτου σατράπαι πρὸς ταῦτα μάλα προθύμως συνέθεντο λέγοντες “οὐκ ἂν αὐτόμολοι ἐνταῦθα παρεγενόμεθα, εἰ μὴ τὴν μετὰ τῆς σῆς βασιλείας εἰρήνην ἀσπάσασθαι προειλόμεθα,,. τούτων οὑν ῥηθέντων ἀπέλυσε τούτους εἰς τὰς ἀποτεταγμένας αὐτοῖς σκηνὰς εἰς νέωτα τὰς συνθήκας κατεμπεδῶσαι ὑποσχόμενος. τῇ δέ μετ’ αὐτὴν αὖθις τὸν σουλτάνον Σαϊσὰν τὴν κλῆσιν θεασάμενος ὁ βασιλεὺς καὶ τὰς μετ’ αὐτοῦ συνθήκας ὡς ἔθος πληρώσας χρήματα μέν ὅτι πλεῖστα αὐτῷ ἐχαρίσατο καὶ τοῖς αὐτοῦ δὲ σατράπαις ἱκανῶς φιλοτιμησάμενος χαί- [*](P. 479) ροντας ἀπέλυσεν· ἐν τῷ μεταξὺ δέ μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὅτι ὁ νόθος αὐτοῦ ἀδελφὸς Μασοὺτ τῆς ἀρχῆς αὐτοῦ βουλόμενος ἐπιδράξασθαι τὸν του Σαϊσὰν μεμελετήκει φόνον, † ὑπεισελθόντων αὐτῷ σατραπῶν τινων, ὁποῖα εἴωθεν [*](12. παραγενόμεθα CP, correxi. 21. ὁ ἀδελφὸς CP, ὁ delevi. 22. μελετήκει P, correxi. 23. ὑπεισαγγελλόντων?)
339
ὡς ἐπίπαν γίνεσθαι, ξυνεβούλευε μεῖναι μικρόν, ἔστ’ ἂν τὰ κατ᾿ αὐτοῦ μελετώμενα σαφέστερον διαγνοίη, καὶ οὕτως ἀπελεύσεται γινώσκων τὰ συμπεσόντα καὶ φυλαττόμενος. ὁ δὲ πη οὐδὲν τὴν τοῖ αὐτοκράτορος βουλὴν λογισάμενος καὶ θαρρῶν ἑαυτῷ εἴχετο τοῦ σκοποῦ. ἵνα γοῦν μὴ δόξη ὁ αὐτοκράτωρ τὸν αὐτόμολον σουλτάνον βίᾳ κατασχεῖν καὶ [*](Β) μῶμος ἐντευθεν αὐτῷ προστριβῇ, ἐνεδίδου τῇ γνώμη τοι βαρβάρου φάμενος “ καλὸν μὲν ἦν περιμεῖναι τέως μικρόν· ἐπεὶ δὲ καταθύμιόν σοι τοῦτό ἐστιν ἀναγκαῖον τὸν δεύτερον ρον ὅ φασι πλοῦν καὶ καταφράκτους στρατιώτας Ρωμίων ἐξ ἡμῶν ἀναλαβέσθαι τοὺς ἀβλαβῆ σε διασώσοντας μέχρις αἰτοῦ Ἰκονίου”. ἀλλ’ οὐδέ πρὸς τοῦτο καταπειθὴς ὁ βάρβαρος ἢν, ὁποῖα τὰ τῶν βαρβάρων ἤθη ἀγέρωχα μονονοὺ κὼ αὐτῶν νεφῶν ὑπερβάλλεσθαι οἰομένων. συνταξάμενος [*](V. 379) ταξάμενος τοίνυν τῷ αἰτοκράτορι καὶ χρήματα ἱκανὰ τῆς πρὸς τὰ οἴκοι φερούσης εἴχετο. ὄνειρος δέ τις ἐφίσταται [*](C) αὐτῷ νυκτὸς οὐκ ἀπατηλὸς οὔτε ἐκ Δῖός πεμφθεὶς οὔτε μὴ εποτρύνων πρὸς μάχας τὸν βάρβαρον, καθάπερ ἡ γλυκεῖά φησι ποίησις, Νηλΐῳ υἷι ἐοικώς, ἀλλὰ τἀληθῆ τῷ βαρβάρῳ προμαντευόμενος. ἐδόκει γὰρ τάχα μῦας ὲν τῷ ἀριστᾶν ὁμαδὸν περιχυθέντας αἰτῶ καὶ ov κατήσθιεν ἄρτον [*](8. ᾐν ex οὖν m. 2 C, 9. δὲ ex δὴ m. 2 C. κατὰ τὸν δ. ὅ φ.π. [καὶ] καταφράκτους? 11. διασώσαντας CP, correxi. 20. προ|προμαντευόμενος C. μύας C, μυίας P. 21. ᾶ m. 2 ex corr. C. περιχυθείσας C2P.)
340
ἐκ τῶν χειρῶν ἀφαρπάσαι σπεύδοντας· τοῦ δὲ καταφρονητικῶς διατιθεμένου καὶ ἀποδιοπομπεῖν ἐπιχειροῦντος αἴφνης εἰς λέοντας ἀλλαξαμένους τὴν φύσιν καὶ ὑπερισχυκότας αὐτοῦ. τοῦ. διυπνισθεὶς δὲ τῷ συνοδοιποροῦντι τούτῳ στρατιώτῃ [*](D) τοῦ αὐτοκράτορος διηγεῖτο τὸν ὄνειρον πυνθανόμενος τί ἂν βούλοιτο. τοῦ δέ εἰς ἐχθροὺς τοὺς μύας τε καὶ τοὺς λέοντας διαλύοντος τοῦ ὀνείρου, αὐτὸς δέ πιστεύειν οὐκ ἤθελεν, ἀλλὰ σπουδαίως καὶ ἀπερισκέπτως τῆς ὁδοιπορίας εἴχετο. σκοποὺς δὲ τάχα προαπεστάλκει, ἐφ’ ᾧ περιαθρῆσαι, μή τινες ἐχθροὶ εἰς προνομὴν ἐξεληλύθεισαν. αὐτῷ δὲ τῷ Μασοὺτ οἱ σκοποὶ ἐντετυχηκότες μετὰ πολλῆς στρατιᾶς ἤδη καταλαμβάνοντι καὶ ὁμιλήσαντες τούτῳ ξυνθέμενοί τε τῇ ἐκείνου κατὰ τοῦ Σαϊσὰν γνώμη ἐπέστρεψαν μηδένα [*](P. 480) ἑωρακέναι διαβεβαιούμενοι. πιστὸν δὲ τὸν λόγον δεξαμένῳ τῷ Σαϊσὰν καὶ ἀπεριμερίμνως ὁδεύοντι δυνάμεις αἰτῶ συναντῶσι βαρβαρικαὶ τοῦ Μασούτ. προπηδήσας δὲ τῆς φάλαγγος Γαζής τις υἱὸς τοῦ σατράπου Ἀσὰν Κατοὺχ τὴν κλῆσιν, ὃν προφθάσας ὁ Σαϊσὰν ἀνεῖλε σουλτάνον, παίει τοῦτον διὰ τοῦ δόρατος. ὁ δὲ γοργῶς ἐπιστραφεὶς ἐξαρπάζει τὸ δόρυ τῶν χειρῶν τοῦ Γαζῆ φάμενος ὡς “οὐκ ᾔδειν ἔγωγε, ὅτι καὶ γυναῖκες νῦν δόρατα φέρουσι καθ’ ἡμῶν”. καὶ τηνικαῦτα φεύγων τῆς πρὸς τὸν βασιλέα φερούσπευδούσας [*](1. C2P. 3. λέοντας C, λέοντα P. 4. συνοδοιποροῦντι C. συνοδοποροῦντι P. 6. τοὺς μῦας C, τἀς μυίας. P. 7. τοῦ ὀνείρου scripsi: τὸν ὄνειρον CP. 11. πολλῆς] λη in ras. m. 2 C. 17. Σαζὴς C, Γασής P.)
341
σὴς εἰχετο· ἀπείργετο δὲ παρὰ τοῦ συνεφεπομένου αὐτῷ [*](B) Πουχέα, ὃς τῷ μέρει τοῦ Mασοὺτ πάλαι προσκείμενολ τῷ φαινομένῳ φιλίως τῷ Σαϊσὰν προσεφέρετο τὰ λῴονα τάχα ὕποτιθέιιενος· τῇ δ᾿ ἀληθείᾳ πάγας αὐτῷ * καὶ βόθυνον ὀρύττων ξυνεβούλευε μὴ πρὸς τὸν βασιλέα παλινοστῆσαι, ἀλλ᾿ εἰς τὸ Τυώγιον εἰσελθεῖν μικρὸν τῆς ὁδοῦ παρεκκλίναντα. πολίχνιον δὲ τοῦτο ἔγγιστα τοῦ Φιλομηλίου διακείμενον. πείθεται τοῖς τοῦ Ποιχέα λόγοις ὁ Σαϊσὰν νήπιος καὶ καταλαβὼν τὸ Τυράγιον προσηνῶς παρὰ τῶν ἐποίκων ῾Ρωμαίων ἐδέχθη γινωσκόντων τὴν πρὸς αὐτὸν τοῦ βασιλέως εὐμένειαν. καταλαβόντες δὲ οἱ βάρβαροι καὶ αὐτὸς ὁ Μα- [*](C) σοὺτ περιζώσαντες γύρωθεν τὰ τεχη πρὸς πολιορκίαν ἀπένευον. ὁ δέ προκύψς ἄνωθεν μεγάλως ἠπειλῖτο τοῖς ὁμοφύλοις αὐτοῦ βαρβάροις ὅσον ἤδη λέγων δυνάμεις ῾Ρωμαϊκὰς καταλαμβάνειν αὐτοὺς τοῦ αὐτοκράτορος καὶ εἰ μὴ παύσονται τῆς μάχης, πείσεσθαι τόσα καὶ τόσα. ἀνθίσταντο δὲ καὶ οἱ ἐντὸς ῾Ρωμαῖοι τοῖς Τούρκοις γενναίως. ὁ δὲ Πουχέας τὴν σκηνὴν διαρρήπυσι καὶ τὸν κρυπτόμενον τῇ δορᾷ λύκον εἰς τοὐμφανὲς ἐξαγαγὼν κάτεισι τῶν τειχῶν τῷ μὲν Σαϊσὰν ὑποσχόμενος θαρσῦναι μᾶλλον τοῖς ἐποίκους, ἐφ᾿ ᾧ γενναιότερον ἀνθίστασθαι, ἀπειλούμενος δὲ μᾶλλον αἰτοῖς [*](D) καὶ ξυμβουλύων ἐνδοῦναι καὶ τὰς πύλας ἀναπετάσαι τοῖς [*](V. 380) [*](4. lacunam signavi. 6. 9. Τυράγιον C, Τηάνιον P. 16. παύσεται CP. correxi. ἀνθίσταντο] στ add. m. 2 C. 22. ἀναπετάσας CP, correxi.)
342
Τούρκοις, εἰ μὴ βούλοιντο βαρβαρικῆς χειρὸς παρανάλωμα γενέσθαι πολλῶν δυνάμεων ἤδη καταλαμβανουσῶν καὶ ἐξ αὐτοῦ Χοροσάν, οἱ δέ τὸ μέν τι διὰ τὸ τῶν βαρβάρων πλῆθος ἐκδειματούμενοι, τὸ δέ τι καὶ ταῖς τοῦ Πουχέα ξυμβουλαῖς πεισθέντες παραχωροῦσι τῆς εἰσόδου τοῖς Τούρκοις. καὶ συλλαβόντες τὸν Σαϊσὰν σουλτάνον ἀποστεροῦσι τῶν ὀμμάτων· ὀργάνου δὲ πρὸς τοῦτο χρησιμεύοντος ἀπορούντων τὸ δοθὲν τῷ Σαϊσὰν παρὰ τοῦ αὐτοκράτορος μανουάλιον ἐχρημάτισε. καὶ ἦν ἰδεῖν τηνικαῦτα τὸ δοχεῖον [*](P. 481) φωτὸς σκότους καὶ ἀμαυρώσεως γεγονὸς αἴτιον. αὐγὴν δὲ τινα μικρὰν ἔτι ὑποβλέπων, ἐπὰν τὸ Ἰκόνιον χειραγωγούμενος κατέλαβε, τεθάρρηκε τοῦτο τῇ τιθῇ κἀκείνη δέ τῇ αὐτοῦ ὁμευνέτιδι. καὶ οὕτω μέχρις αὐτῶν ἀκοῶν τοῦ Μασοὺτ ὁ λόγος ἐφθακὼς ἐξετάραξε τὴν ψυχὴν τοῦ βαρβάρου. ὁ δέ θυμοῦ πλησθεὶς τῷ Ἐλεγμῷ σατράπης δέ οὗτος τῶν ἐπιφανῶν) ἐπέσκηψε διὰ νευρᾶς τοῦτον ἀπάγξαι. τοιοῦτον τέλος τὰ τοῦ Σαϊσὰν σουλτάνου ἔσχεν ἐξ ἀβουλίας μὴ πεισθέντος ταῖς τοῦ αὐτοκράτορος παραινέσεσιν. ὁ δέ αὐτοκράτωρ τῆς πρὸς τὴν βασιλεύουσαν φερούσης εἴχετο τὴν [*](Β) παράταξιν διόλου ἐπὶ τῆς αὐτῆς συντηρήσας εὐταξίας.

Ἀλλὰ παράταξιν καὶ φάλαγγάς τις ἀκούων, ἀλλὰ δορυαλώτους καὶ λάφυρα, ἀλλὰ στρατηγὸν καὶ ξυνταγματάρ- [*](3. αὐτοῦ C, αὐτῷ P. Χορασάν CP. 3. 4, τοι CP, correxi. ἐκδειματούμενοι] εἰ in. 2 ex corr. C. 8. μανουήλιον C1, C2, μανουΐλην Ρ. 12. τιθῇ] 12, ex ἡ m. 2 C. 18. παραινέσεσιν C, παραινέσεσι P. 20. αὐτοῦ CP, correxi.)

343
χας νομίζοι ἂν ἐκείνων ἀκούειν, ὁποίων ἅπας ἱστορικὸς καὶ ποιητὴς ξυγγράφων μέμντJαι. ἀλλ᾿ αὕτη ἡ παράταξις καινή τις καὶ παράδοξος ἅπασι κατεφαίνετο καὶ ὁποίαν οὐδείς πω οὔτε τεθέαται οὐθ᾿ ἱστορήσας τοῖς ἐς ὕστερον παρεπέμψατο. ἐπὰν γὰρ τῆς πρὸς τὸ Ἰκόνιον εἴχετο, συντεταγμένως τε ἐπορεύετο καὶ εὔρυθμον αὐλῷ τὴν κίνησιν τοῦ συντάγματος ἐπεποίιδο. εἶπες ἂν τὴν φάλαγγα πᾶσαν ἰδὼν καὶ κινουμένην ἀκίνητον μένειν καὶ ἱσταμένην πορεύεσθαι. [*](C) τῷ μὲν γὰρ συνασπισμῷ καὶ τῇ ἀλληλοιχίᾳ τῆς παρατάξεως τοῖς ἀσαλεύτοις ὄρεσιν ἐῴκει, ταῖς δὲ μεταβάσεσι κεκινεῖσθαι ὥσπερ ζῶον μέγιστον ἓν ἡ σύμπασα φάλαγξ ὑπὸ μιᾶς κινουμένη καὶ μεταβαίνουσα ψυχῆς. ἐπὰν δὲ τὸ Φιλομήλον κατέλαβεν ἁπανταχόθεν τοὺς ὑπὸ χεῖρα τῶν βαρβάρων ἀναρρυσάμενος, καθά που καὶ ἄνωθεν εἴδρηται, μέσον τῆς παρατάξεως εἰσελάσας τοῦς τε δοριαλώτους καὶ αὐτὰς δὴ γυναῖκας καὶ τέκνα καὶ τὴν λείαν ἅπασαν ὑπαναστρέφων ἠρέμα τε ἐπορεύετο καὶ οἶον σχολαίαν τε καὶ μυρμηκίζουσαν τὴν [*](D) κίνησιν ἐπεποίητο. ἐπεὶ δὲ καὶ πολλαὶ τῶν γυναικῶν ἐγκύμονες ἦσαν, πολλοὶ δὲ καὶ νόσοις συνεσχέθησαν, ὁπηνίκα τις πρὸς τὸ τεκεῖν ἠπείγετο γύνή, σάλπιγξ τηνικαῦτα ἠχοῦσα νεύματι τοῦ αὐτοκράτορος ἀτρεμεῖς πάντας ἐποίει, καὶ ἅπαν τὸ σύνταγμα ἐκεῖ παραχρῆμα εἱστήκει. ὅταν δὲ τεκοῦσαν [*](2. ποιητὴς P, ποητὴς C. 4. πω οὔτε C, πώποτε P. ἐς ὕστερον] στερων sup. vers. add. m. 2 C. 5. συντεταγμένως] ως ex οι, ut videtur, m. 2 C. 6. εὔρρυθμον C. αὐλῷ scripsi: αὐτῷ CP. 8. ἀκοίμητον C, corr. m. 2. 11. μιᾶς P, μικρᾶς C. 15. δὴ P, δεῖ C. 21. ἐποίει] εἰ in ras.m. 2 C.)
344
[*](P. 482) μεμαθήκοι, ἄλλος ἦχος οὐ συνήθης καὶ τῆς κινήσεως προκλητικὸς ἠχήσας τὴν ὁδοιπορίαν ἅπασιν ἐπώτρυνεν. εἰ δέ τις καὶ ἐθανάτα, τὰ αὐτὰ αὖθις ἐγίνετο καὶ ὁ αὐτοκράτωρ [*](V. 381) πρὸς τὸν θνήσκοντα παρεγίνετο καὶ ἱερεῖς προσεκαλοῦντο τοὺς ἐπιτελευτίους ᾄσοντες ὕμνοις καὶ τῶν ἁγιασμάτων μεταδώσοντες τῷ θνήσκοντι. καὶ οὕτω τῶν ἐπὶ τοῖς τελευτῶσι πάντων νομίμως τελεσθέντων, οὐδὲ] μέχρις ἂν ὁ θνήσκων ἐνσοριασθεὶς ἐτάφη, οὐδέ βραχὺ τὴν παράταξιν συνεχώρει κινεῖσθαι. ὁπηνίκα δέ ἀριστῆσαι τούτῳ ἐδέησε, γυναῖκάς τε καὶ ἄνδρας, ὁπόσοι νόσοις ἡ γήρᾳ κεκμηκότες [*](Β) ἦσσαν, μετακαλούμενος τὰ πλείω τῶν ἐδεσμάτων αὐτοῖς παρετίθει καὶ τοὺς συνδειπνοῦντας αὐτὸ τοῦτο ποιεῖν παρεκελεύετο. καὶ ἦν ἡ τράπεζα πανδαισία τις θεϊκὴ οὐκ ὀργάνων παρόντων οὐδὲ αὐλῶν οὐδέ τυμπάνων οὐδὲ τὸ παράπαν μουσικῆς τινος ἐνοχλούσης. τοιούτοις οὑν ἑαυτὸν ἐφοδιάζων, ἐπὰν τὸ Δαμάλιον κατέλαβεν ἑσπέρα δὲ ἦν), οὐ λαμπρὰ μέν αὐτῷ τὰ εἰς τὴν πόλιν γεγονέναι εἰσιτήρια ἐβούλετο οὐδέ βασιλικὴν ἐπιδείξασθαι τὴν πομπὴν οὐδέ θεατρικὴν τὴν παρασκευὴν ἠθέλησεν ἐς νέωτα τὴν διαπεραίωσιν φυλάξας, καθά γε καὶ ἐχρῆν. ἀλλ’ εὐθὺς εἰς μονῆρες εἰσελθὼν [*](C) περὶ λύχνων ἁφὰς τὰ ἀνάκτορα κατέλαβε. τῇ δὲ μετ’ αὐτὴν ὅλος ἐγεγόνει τῆς τῶν δορυαλώτων καὶ ξένων θεραπείας. [*](7. οὐδὲ scclusi. 8. ἐνσοριασθεὶς C1, ἐνσωριασθεὶς C2P. 12. αὐτῷ CP, correxi. 15. ἑαυτὸν C, ἑαυτοὺς P. 17. εἰς P, ἐκ C. 20. αὐτὸς εὐθὺς?)
345
τῶν μὲν οἶν παίδων ὁπόσα γονέων ἐστέρηντο τῇ πικρᾷ τῆς ὀρφανίας τρυχόμενα κακότητι τοῖς τε συγγενέσι καὶ ὁπόσους σεμνοῦ βίου ᾔδει ὄντας καὶ τοῖς καθηγουμένοις τῶν ἱερῶν φροντιστηρίων διανείμας ἐπέσκηψε μὴ ὡς δοῦλα, ἀλλ’ ὡς ἐλεύθερα ἀνάγειν παντοίας παιδείας ἀξιοῦντας καὶ τὰ τεὼ ἐκπαιδεύοντας γράμματα. τινὰ δὲ καὶ εἰς ὅπερ αὐτὸς ἀνήγειρεν ὀρφανοτροφεῖον, παιδευτήριον τοῦτο πλέον πεποιηκὼς τοῖς ἐθέλουσι, παρεδίδου τοῖς προϊσταμένοις τὴν ἐγκύκλιον ἐκπαιδεύεσθαι παιδείαν. ἐν γὰρ τοῖς πρὸς τὴν ἀκρόπολιν [*](D) μέρεσιν, ἔνθα ναὶ τὸ στόμα τοῦ πόντου ἀνοίγεται, ναὸν ἐφευρηκὼς μεγέθει μέγιστον ἐπ’ ὀνόματι τοῦ μεγάλου τῶν ἀποστόλων Παύλου ἐνταῦθα πόλιν ἑτέραν ἐν τῇ βασιλίδι πόλει ἐδείματο. αὐτὸς μὲν γὰρ ὁ ναὸς ἐπ’ ἀκροτάτῳ τῆςδε τῆς πόλεως ἓστηκεν οἶον ἀκρόπολις. ἡ δὲ νέα πόλις ἑκατέρωθεν [*](P. 483) γέγραπται εἰς σταδίους, ὁπόσους ἂν εἴπῃ τις, κατά τε πλάτος καὶ μῆκος· κύκλῳ δέ ταύτης ἱστᾶσιν οἰκήματα πυκνά, κατοικίαι πενήτων καί, τὸ δὴ φιλανθρωπότερον, ἀνθρώπων λελωβημένων ἐνδιαιτήματα. ἔστι γὰρ ἰδεῖν τούτους κατ’ ἄνδρα ἓκαστον ἐπερχόμενον, ὅποι μὲν τυφλούς, ὢ ὅπου δὲ καὶ χωλούς, ὅποι δέ τι καὶ ἄλλο κακὸν ἔχοντας. τῴ στοὰν Σολομῶντος ἂν εἶπες ἰδὼν μεστὴν ἀνθρώπων πεπηρωμένων τὰ μέλη καὶ ὅλα τὰ σώματα. ὁ δὲ κύκλος [*](5. παιδίας C, corr. m. 2. 16. ἑστῶσιν C.)
346
διπλοῦς τε καὶ δίδυμος. οἱ μὲν γὰρ ἄνω καὶ μετέωροι κατοικοῦσι τῶν πεπηρωμένων τούτων ἀνδρῶν τε καὶ γυναικῶν, [*](Β) οἱ δέ κάτω καὶ πρόσγειοι παρασύρονται. τὸ δὲ τοῦ κύκλου [*](V. 382) μέγεθος, εἴ τις ἐθέλει τούτους ἰδεῖν, ἀρξάμενος πρωΐθεν εἰς ἑσπέραν ἂν τὸν κύκλον συνετέλεσε. τοιαύτη μέν ἡ πόλις, τοιοῦτοι τοι δὲ καὶ οἱ τῆς πόλεως ταύτης οἰκήτορες. οὔτε γήπεδα ἔχοντες οὔτε ἀμπελῶνας οὔτε τι ἄλλο τοιοῦτον, περὶ ὃ τὸν ἀνθρώπινον βίον ἠσχολῆσθαι καταλαμβάνομεν, ἀλλὰ κατὰ τὸν Ἰὼρ ἓκαστος ἢ ἑκάστη τὴν μέν δημιουργηθεῖσαν αἰτοῖς οἰκίαν οἰκεῖ, αὐτόματα δέ τὰ πρὸς τροφήν τε καὶ σκέπην παρὰ τῆς βασιλικῆς χειρὸς αὐτοῖς ἐπορίζετο. καὶ γὰρ τὸ παραδοξότατον, οἱ ἀκτήμονες ὥσπερ τινὲς δεσπόται κτήματα [*](C) ἔχοντες καὶ προσόδους παντοδαπὰς φροντιστὰς ἔχουσι καὶ τοῦ βίου αὐτῶν ἐπιμελητὰς αὐτόν τε τὸν αὐτοκράτορα καὶ τοὺς ἀμφὶ τὸν αὐτοκράτορα σπουδεργούς. ὅπου γὰρ δήποτε γῆς κτῆμα ἢν ἐν καλῷ κείμενον, ταὐτὸν δέ εἴπερ ἢν εὐπρόσοδον, τοῖς ἀδελφοῖς τούτοις φέρων ἐνείματο, ἀφ’ ὦν οἶνός τε αὐτοῖς κατὰ ποταμοὺς ἐπιρρεῖ καὶ ἄρτος καὶ ὅσα ἐπὶ τοῖς ἄρτοις σιτοῦνται ἄνθρωποι· οἱ δέ ἐσθίοντες ὑπὲρ ἀριθμόν. καὶ τάχα, τολμῶ καὶ λέγω, εἴποι τις ἄν, πρὸς τὸ τοῦ ἐμοῦ σωτῆρος θαῦμα, τὸ τῶν ἑπτακισχιλίων φημὶ καὶ πεντακισχιλίων, ἀναφέρεσθαι τὸ τοῦ αὐτοκράτορος ἔργον. [*](D) ἀλλ’ ἐκεῖσε ἐκ πέντε ἄρτων ἐκορέσθησαν χιλιάδες, καθὸ καὶ [*](3. πρόσγειοι C, πρόσγεοι P. 5. συντελέσειε? 12. ἀκτήμονες] η ex ι m. 2. C. 16. εἴπερ ἢν scripsi: εἰπεῖν CP. 21. τὸ ante τῶν addidi.)
347
ὁ Θεὸς ὁ θαυματουργῶν· ἐνταῦθα δὲ τὰ μὲν τῆς φιλανθρωπίας τῆς θείας ἐξέχεται ἐντολῆς· τὸ δ’ ἄλλο, ἐκεῖσε [*](Ρ. 484) μὲν θαῦμα, ὧδε δέ χορηγία βασιλικὴ τὸ αὔταρκες τοῖς ἀδελφοῖς πορίζουσα. εἶδον ἐγὼ καὶ γραῦν γυναῖκα ὑπὸ νεανίδος ὑπηρετουμένην καὶ ἄνδρα τυφλὸν ὑπὸ βλέποντος ἀνθρώπου χειραγωγούμενον καὶ ἄποδα πόδας ἔχοντα οὐ τοὺς ἑαυτοῦ, ἀλλὰ τοὺς ἀλλοτρίοις καὶ ἄχειρα ὑπ᾿ ἀνδρῶν ἑτέρων χειραγωγούμενον καὶ βρέφη τιθηνούμενα παρ’ ἀλλοτρίων μητέρων καὶ παραλύτοι·ς ὑπ᾿ ἄλλων ἀνθρώπων δουλευομένους εὐρώστων. καὶ ὅλως διπλοῦν ἦν τὸ πλῆθος. τῶν τρεφομένων, τῶν μὲν εἰς δουλευομένους ἀριθμουμένων, τῶν δὲ εἰς δουλεύοντας. τῷ μὲν αὐτοκράτορι οὐκ ἐξῆν τῷ παραλύτῳ εἰπεῖν “ἔγειρε καὶ περιπάτει” οὐδὲ τῷ τυφλῷ κελεῦσαι [*](Β) τὸ βλέπειν οὐδέ τῷ μὴ ἔχοντι πόδας ἐπιτρέπειν περιπατεῖν. ταῦτα ἦν τοῦ μονογενοῦς καὶ δι’ ἡμᾶς γεγονότος ἀνθρώπου καὶ ὑπὲρ ἀνθρώπων ἐνταυθοῖ πολιτευσαμένου. ἂ δὲ προσῆν, πεῖνα ποιεῖ, ὑπηρέτας ἐκάστῳ διδόναι πεπηρωμένῳ καὶ τὴν αὐτὴν πρόνοιαν τιθέναι τῷ λελωβημένῳ, τῷ ὑγιαίνοντι· ὥστε εἰ τις βούλοιτο τὴν νέαν πόλιν καταμαθεῖν, μαθεῖν, ἣν ἐκ βάθρων ὁ ἐμὸς πατὴρ ἀνεδείματο, τετραπλῆν ἂν ἴδοι τὴν πόλιν καὶ πολλαπλῆν τῶν κάτω, τῶν ἄνω, [*](C) τῶν ἀμφοτέροις τούτοις ἐξυπηρετουμένων. ἀλλὰ τίς ἐξαριθμῆἑαυτῶν [*](7. CP, correxi. ἄχερα C. 9. δουλευομένους] δο et λευο in ras. m. 2 C. 10. εὐρρώστων εὑ in ras, m. 2) C. 17. ὑπηρέται CP, correxi.)
348
σᾶι δυνήσαιτο τοὺς καθ’ ἡμέραν ἐσθίοντας ἢ τὴν καθ’ ἑκάστην [*](V. 383) δαπάνην καὶ τὴν γινομένην εἰς ἕκαστον πρόνοιαν; εἰς ἐκεῖνον γὰρ ἀναφέρω καὶ τὰ μετ’ ἐκεῖνον. ἐκεῖνος γὰρ ἀφωρίσατο τὰς ἀπὸ γῆς καὶ θαλάττης αὐτοῖς προνοίας· ἐκεῖνος γὰρ τὴν δυνατὴν ῥᾳστώνην αὐτοῖς περιεποιήσατο. προκάθηται δὲ ἀνήρ τις τῶν ἐνδοξοτάτων φροντιστὴς τῆς μυριάνδρου ταυ- [*](D) τησὶ πόλεως ὀρφανοτροφεῖον δέ ταύτῃ τοὔνομα. ὀρφανοτροφεῖον δὲ προσαγορεύεται, ὅτι ἡ πρὸς τοὺς ὀρφανοὺς καὶ ἀποστρατεύτους φιλανθρωπία τοῦ αὐτοκράτορος * *· καὶ τοὔνομα ἐπεκράτησε τὸ ἀπὸ τῆς τῶν ὀρφανῶν προμηθείας. [*](P. 485) θείας. σέκρετα γὰρ ἐπὶ τούτοις πᾶσι καὶ λογοπραγίαι τῶν προνοουμένων κατὰ τὰ τῶν πενήτων κτήματα καὶ χρυσόβουλλοι λόγοι ἐπιβραβεύοντες τοῖς τρεφομένοις τὸ ἀναφαίρετον. τῷ δέ ναῷ τοῦ μεγαλοκήρυκος Παύλου κλῆρος μέγας κατείλεκτο καὶ πολὺς καὶ φώτων δαψίλεια. καὶ παραγενόμενος εἰς τουτονὶ τὸν νεὼν ἴδοις ἂν χοροὺς ἐκατέρωθεν ἀντᾴδοντας. κατέταξε γὰρ τῷ τῶν ἀποστόλων νεῷ ᾄδοντας καὶ ᾀδούσας κατὰ τὸν Σολομῶντα. ἐπιμελὲς γὰρ καὶ τὸ τῶν διακονισσῶν πεποίηκεν ἔργον. πολλὴν δὲ φροντίδα καὶ τῶν [*](4. τὰ CP, correxi. αὐτῆς CP, correxi. γὰρ scripsi: δὲ CP. 5. περιεποιήσατο C, περιποιήσατο δὲ scripsi: γὰρ CP. 6. ἐνδοξάτων C, corr. in mg. 9. φιλανθροπία ιposterius in ras. m. 2) C. lacunam signavi. 10. τὸ ἀπὸ τῆς scripsi: τῆς ἀπὸ CP. 11. γὰρ] δὲ ? 12. προνοουμένων C, προνουμένων Ρ κατὰ scripsi: καὶ CP. 13. ἀναφαίρετον] ν finale add. m. 2 C. 15. φώτων ex φῶτα corr. m. 2 C. 17. τῶν ἀποστόλων] cf. Ducang. ad h. 1. 18. γὰρ] δὲ ? 19. διακονισσῶν] κο add. m. 2 C.)
349
ἐπιξενουμένων ᾿Ιβηρίδων ἐπεποίητο θύραν ἐκ θύρας [*](B) ἀμειβουσῶν τὸ πρότερον, ἐπὰν εἰς τὴν Κωνσταντίνου. ἐπιδημήσαιεν· ἀλλὰ καὶ ταύταις ἡ κηδεμονία τοὐμοῦ πατρὸς ἀνεδείματο φροντιστήριον μέγιστον τάς τε τροφὰς καὶ τὰς προσηκούσας ἐσθῆτας διοικονομησαμένου. ὁ μὲν οὖν ᾿Αλέξανδρος ἐκεῖνος ὁ Μακεδὼν αὐχείτω μὲν ἐπὶ τῇ κατ᾿ ᾿Αἴγυπτον ᾿Αἰδιοπίαν Λυσιμαχίᾳ. ὁ δὲ αὐτοκράτωρ ᾿Αλέξιος οὐκ ἂν οὑτωσὶ ἐπὶ ταῖς ἀνεγερθείσαις παρ᾿ αὐτοῦ πόλεσιν ἐναβρύνοιτο, ἃς πανταχοῦ ἴσμεν ἀνοικοδομηθείασς αὐτῷ, ὅσον ἐπὶ ταύτῃ τῇ πόλει μεγαλαιχεῖ. ἀλλὰ ταῦτα μὲν τὰ τεμένη καὶ ἱερὰ φροντιστήρια εἰσιόντι σοι κατὰ λαιὰν ἀπαν-[*](C) τήσειε· κατὰ δὲ τὴν δεξιὰν τοῦ μεγάλου τεμένους παιδευτήριον ἕστηκε τῶν γραμματικῶν παισὶν ὀρφανοῖς ἐκ παντοδαποῦ γένους συνειλεγμένοις, ἐν ᾧ παιδευτής τις προκάθηται καὶ παῖδες περὶ αὐτὸν ἕστᾶσιν, οἱ μὲν περὶ ἐρωτήσεις ἐπτοημένοι γραμματικάς, οἱ δὲ τῶν λεγομένων σχεδῶν. καὶ ἔστιν ἰδεῖν καὶ Λατῖνον ἐνταῦθα παιδοτριβούμενον καὶ Σκύθην ἑλληνίζοντα καὶ ῾Ρωμαῖον τὰ τῶν ῾Ελλήνων συγγράμματα μεταχειριζοντα καὶ τὸν ἀγράμματον ῞Ελληνα ὀρθῶς ἑλληνίζοντα. τοιαῦτα καὶ περὶ τὴν λογικὴν παίδευσιν τὰ τοῦ Ἀλεξίου σπουδάσματα. τοῦ δὲ σχέδους ἡ τέχνη εὕρημα τῶν νεωτέρων ἐστὶ καὶ τῆς ἐφ᾿ ἡμῶν γενεᾶς.[*](D) [*](1. Ἰβηρίδων] ἰβη in ras. m. 2 C. 3. ταύτιας P, ταύτας C. 8. Αἰθιόπην CP, correxi. 9. οὐκ ἂν addidi. οὑποσὶ CP, correxi. 19. Σκύθην] ἢν m. 2 ex corr. C. 20. σηράμματα C.)ο
350
παρίημι δὲ Στυλιανούς τινας καὶ τοὺς λεγομένους Λογγιβάρδους καὶ ὅσους ἐπὶ συναγωγὴν ἐτεχνάσαντο παντοδαπῶν ὀνομάτων καὶ τοὺς Ἀττικοὺς καὶ τοὺς γεγονότας τοῦ ἱεροῦ [*](P. 486) καταλόγου τῆς μεγάλης παρ’ ἡμῖν ἐκκλησίας, ὧν παρίημι τὰ [*](V. 384) ὀνόματα. ἀλλὰ νῦν οὐδ’ ὲν δευτέρῳ λόγῳ τὰ περὶ τούτων τῶν μετεώρων καὶ ποιητῶν καὶ αὐτῶν συγγραφέων καὶ τῆς ἀπὸ τούτων ἐμπειρίας· πεττεία δέ τὸ σπούδασμα καὶ ἄλλα τὰ ἔργα ἀθέμιτα. ταῦτα δέ λέγω ἀχθομένη διὰ τὴν παντελῆ τῆς ἐγκυκλίου παιδεύσεως ἀμέλειαν. τοῦτο γάρ μου τὴν ψυχὴν ἀναφλέγει, ὅτι πολὺ περὶ ταὐτὰ ἐνδιατέτριφα, κἄν, ἐπειδὰν ἀπήλλαγμαι τῆς παιδαριώδους τούτων σχολῆς καὶ εἰς ῥητορικὴν παρήγγειλα καὶ φιλοσοφίας ἡψάμην καὶ μεταξὺ τῶν ἐπιστημῶν πρὸς ποιητάς τε καὶ ξυγγραφέας ἤϊξα [*](B) καὶ τῆς γλώττης τοὺς ὄχθοις ἐκεῖθ·εν ἐξωμαλισάμην, εἶτα ῥητορικῆς ἐπαρηγούσης ἐμοὶ κατέγνων τῆς τοῦ] πολυπλόκου τῆς σχεδογραφίας πλοκῆς. ἀλλὰ ταῦτα μέντοι προσιστορείσθω, εἰ καὶ μὴ ἐκ τοῦ παρέργου, ἀλλὰ διὰ τὸ τοῦ λόγου ἀκόλουθον.

Μετὰ δὲ ταῦτα τοῦ ἔτους * διϊππεύοντος τῆς βασιλείας αὐτοῦ μέγιστον ἐπεγείρεται νέφος αἱρετικῶν. καὶ τὸ τῆς αἱρέσεως εἶδος καινόν, μήπω πρότερον ἐγνωσμένον τῇ ἐκκλησίᾳ. δύο γὰρ δόγματα συνελθέτην κάκιστα καὶ φαυτοὺς [*](3. τοὺς ante γεγονότας addidi. 5. οὐδ’ scripsi: οὐδὲν CP. 9. ἐγκυκλίου] κυκλ in ras. m. 2 C. 10. ἀναφέγει C, corr. m. 2. 13. ξυγγραφὰς CP, correxi. 15. τοῦ seclusi. 19. τοῦ add. m. 2 C. lacunam indicavit Possinus.)

351
λότατα ἐγνωσμένα τοῖς πάλαι χρόνοις, Μανιχαίων τε, ὡς ἂν τις εἴποι, δυσσέβεια, ἥν καὶ Παυλικιανῶν αἵρεσιν εἴπομεν, καὶ Mασσαλανῶν βδελυρία. τοιοῦτον δέ ἐστι τὸ τῶν Boγομίλων δόγμα ἐκ Μασσαλιανῶν καὶ Mανιχαίων συγκείμενον. [*](C) καὶ ὡς ἔοικεν, ἦν μὲν κἀν τοῖς πρὸ τοὐμοῦ πατρὸς χρόνοις, ἐλάνθανε δέ · δεινότατον γὰρ τὸ Βογομίλων γένος ἀρετὴν ὑποκρίνασθαι. καὶ τρίχα μὲν κοσμικὴν οὐκ ἂν ἴδοις βογομιλίζουσαν, κέκρυπται δὲ τὸ κακὸν ὑπὸ τὸν μανδύαν καὶ τὸ κουκούλιον. καὶ ἐσκυθρώπακεν ὁ Βογόμιλος καὶ μέχρι ῥινὸς σκέπεται καὶ κεκυφὼς βαδίζει καὶ ὑποψιθυρίζει τὸ στόμα, τἄνδοθι δὲ λύκος ἐστὶν ἀκάθεκτος. καὶ τοῦτο τὸ ἔθνος τοιοῦτον ὂν δυσφορώτατον ὥσπερ ὄφιν ἐμφωλεύοντα τῇ χειᾷ ἐπῳδῶν ἴυγξιν ἀπορρήτοις ὁ ἐμὸς πατὴρ εἰς φῶς ἐξ- [*](D) εκαλέσατο καὶ ἐξήνεμεν. ἀπαρτὶ γὰρ τὸ πολὺ τῆς τῶν ἑσπερίων καὶ ἑῴων ἀποθέμενος φροντίδος πρὸς τὸ πνει- [*](P. 487) ματικώτερον ἑαυτὸν ἐπέτεινεν. ἐν πᾶσι γὰρ τῶν ἁπάντων ἐκράτει· ἐν λόγοις διδακτικοῖς τοὺς περὶ λόγον ἐσπουδακότας ἐνίκα, ἐν μάχαις δὲ καὶ στρατηγίαις τῶν ἐν ὅπλοις θαυμαζομένων ὑπερεῖχεν. ὡς δὲ ἡ τῶν Βογομίλων ἁπανταχοῦ ἤδη διέσπαρτο φήμη (Βασίλειος γάρ τις μοναχὸς πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν δώδεκα [*](2. εἴποιμεν CP, correxi. 6. τὸ P, τῶν C. 9. ἐσκυθρώπακεν P, ἐσκυθρώπωκεν C. IL ἀκάθεκτος C, ἀνάθεκτος P. 12. ὂν C, ὃν P. 2Ο. πολυτροπώτατος μεταχειρίσασθαι τὴν Βογομίλων ἀσέβειαν C, ὠδύνων sic P.)ι
352
μὲν ἔχων μαθητάς, οὓς καὶ ἀποστόλους ὠνόμαζε, συνεφελκόμενος κόμενος δέ καὶ μαθητρίας τινάς, γύναια κακοήθη καὶ παμπόνηρα, ἐφήπλωσε τὴν κακίαν ἁπανταχοῦ) καὶ πολλὰς ψυχὰς [*](V. 385) δίκην πυρὸς ἐπενείματο τὸ κακόν, οὐκ ἠνείχετο ἡ τοῦ βασιλέως ψυχὴ τοῦτο καὶ διερευνᾷ τὰ περὶ τῆς αἱρέσεως. καί [*](Β) τινες τῶν Βογομίλων εἰς τὰ ἀνάκτορα ἤγοντο, ἅπαντες δέ Βασίλειόν τινα κατήγγελον διδάσκαλον καὶ κορυφαῖον πρωτοστάτην τῆς βογομιλικῆς αἱρέσεως. ἐκ τούτων δὲ Διβλάτιός τις κατασχεθείς, ἐπεὶ ἐρωτώμενος ἀνομολογεῖν οὐκ ἠβούλετο, αἰκίαις παραδοθεὶς τηνικαῦτα τὸν λεγόμενον Βασίλειον ἀνωμολόγει καὶ οὓς ἐκεῖνος προεχειρίσατο ἀποστόλους. τοίνυν τὴν τούτου ἀναζήτησιν πολλοῖς ὁ αὐτοκράτωρ ἀνέθετο. καὶ δῆτα ἀναφαίνεται του Σαταναὴλ ἀρχισατράπης Βασίλειος, τὸ ἔνδυμα μοναχός, κατεσκληκὼς τὸ πρόσωπον, τὴν ὑπήνην ψιλός, εὐμήκης τὴν ἠλικίαν [πολυτροπώτατος μεταχειρίσασθαι τὴν ἀσέβειαν]. καὶ αὐτίκα ὁ [*](C) αὐτοκράτωρ τὸ ἐνδομυχοῦν ἐθέλων παρασῦραι ταῖς πειθανάγκαις μετακαλεῖται τὸν ἄνδρα μεθ’ ὁσίου προσχήματος. καὶ γὰρ καὶ θώκων ὑπεξανέστη αὐτῷ καὶ καθέδρας μετέδωκε καὶ τραπέζης τῆς αὐτῆς καὶ ὅλην τὴν ὁρμιὰν τῆς ἄγρας αὐτῷ κατεχάλασε καὶ τὸ ἄγκιστρον περιπείρας παντοδαποῖς [*](2. τινὰς C, τινὰ P. 5. τοῦτο scripsi: τῷ, τοι sic CP. 11. ἀνωμαλόγει C. 12. πολλοῖς C, πολλοὺς P. 14. κατεσκληκὼς ] ex ἁ m. 2 C. 15. πολυτροπότατος C, corr. m. 2. verba πολυτροπώτατος μ. τ. ἁ. seclusi. cf. 351, 20. 18. ὁσίου scripsi: οἳου CP. 19. ὑπεξανέστη C, ὑποξανέστη P. καδέδρας P, correxi. 20. ὁρμιὰν] ἰὰ in ras. m. 2 C.)
353
δελέασι τῷ παμφάγῳ τούτῳ κήτει παρέσχεν ἐμφαγεῖν καὶ ὅλον τὸ φάρμακον τῷ μοναχῷ τούτῳ καὶ πολλαχῷ τὴν κακίαν φέρων ἐνέχει διὰ παντοίων ὑποκρινόμενος μαθητὴς αἰτῶ ἐθέλειν γενέσθαι, οὐκ αὐτὸς τάχα μόνος, ἀλλὰ καὶ ὁ αὐτοῦ ἀδελφὸς Ἰσαάκιος ὁ σεβαστοκράτωρ, καὶ πάντα τὰ [*](D) παρ’ αὐτοῦ λεγόμενα ὡς ἐκ θείας ὀμφῆς λογίζεσθαι καὶ ὑπείκειν τούτῳ ἐν πᾶσιν, εἰ μόνον τὴν τῆς ψυχῆς αἰτῶ σωτηρίαν πραγματεύσοιτο ὁ κάκιστος Βασίλειος. “καὶ ἐγὼ [*](Ρ. 488) μέν, φησιν “ὡ πάτερ τιμώτατε,” περιέχριε γὰρ τοῖς γλυκέσι τούτοις ὁ βασιλεὺς τὴν κύλικα, ὡς ἐξεμέσαι τὸν δαιμονιῶντα τὴν μελαγχολίαν αὐτοῦ) “ἄγαμαί σε τῆς ἀρετῆς ἓνεκα· ἀξιῶ σε] δὲ καταμαθεῖν, τίνα τὰ παρὰ τῆς σῆς τιμιότητος εἰσηγούμενα, ὡς τά γε τῶν ἡμετέρων μονονοὺ φαῦλα καὶ εἰς οὐδεμίαν ἀρετὴν φέροντα”. ὁ δέ τὰ πρῶτα μὲν ἐσχηματίζετο καὶ τὴν λεοντῆν ὁ κατὰ ἀλήθειαν ὄνος ἐκεῖνος ἐφεῖλκεν εἰς ἑαυτὸν πανταχόθεν καὶ ἀπεπήδα πρὸς τὰ λεγόμενα, πλὴν ἐχαυνώθη τοῖς ἐπαίνοις· καὶ γὰρ καὶ ὁμοδίαιτον ἐποίησε τοῦτον. συμπαρῆν δ’ ἄρα τούτῳ ἐν πᾶσι καὶ συνεδραματούργει καὶ ὁ τοῦ βασιλέως ἐξάδελφος καὶ σεβαστοκράτωρ. ὁ δὲ τὰ τῆς αἱρέσεως δόγματα ἀπήμεσε. [*](Β) καὶ ὁ τρόπος ὁποῖος; παραπέτασμα γὰρ μεταξὺ τήν τε γυναικωνιτιν ἀπετείχιζε καὶ τοὺς βασιλεῖς μετὰ τοῦ [*](1. δελέασι C, δελέεσσι P. 7, ὑπείκειν C, ὑπήκειν P. 12. σε seclusi. 13. μονονοὺ scripsi: μόνον P. 14. εἰς C, om. P. 18. ἄρα] ἅμ L. Allatius. 21. interrogationis signum posuit idem. 19. αὐτάδελφος?)
354
βδελυροῦ τούτου πάνθ᾿, ὅπως εἶχεν ἐν τῇ ψυχῇ, ἐξερευγομένου καὶ ἀναφανδὸν λέγοντος. ὁ δέ γραμματεὺς ἀπεγράφετο ἔνδοθεν τοῦ πετάσματος τὰ λεγόμενα. καὶ ὁ μὲν λῆρος ἐκεῖνος διδάσκαλος τῷ δοκεῖν ἐγίνετο, ἐσχηματίζετο δέ τὴν μαθητείαν ὁ βασιλεύς, ἀπεγράφετο δέ τὰ τῆς διδασκαλίας λίας ὁ ὑπογραμματεύς. πάντα δὲ ῥητά τε καὶ ἄρρητα ἐπι- [*](C) θεομισοῦς δόγματος, ἀλλὰ καὶ τὴν θεολογίαν ἡμῶν παρε- [*](V. 385) βλέψατο καὶ τὴν οἰκονομίαν πᾶσαν ἐφάντασε καὶ τοὺς ναοὺς, οἴμοι, τοὺς ἱεροὺς ναοὺς δαιμόνων ὠνόμακε καὶ τὸ τελού- μενον παρ᾿ ἡμῖν σῶμα καὶ αἷμα τοῦ πρώτου καὶ ἀρχιερέως καὶ θύματος παρὰ φαῦλον ἔθετο καὶ ἐλογίσατο. ἀλλὰ τί τὸ ἐντεῦθεν; ἀπορρίπτει τὴν σκηνὴν ὁ βασιλεὺς καὶ ἀναπετάννυσι † τοῦτο· καὶ τὸ συγκλητικὸν ἅπαν συνήθροιστο καὶ τὸ στρατιωτικὸν συνείλεκτο σύνταγμα καὶ ἡ γερουσία τῆς ἐκκλησίας συνῆν. προὐκάθητο δ᾿ ἄρα τὸ τηνικαῦτα τοῦ τῆς [*](D) βασιλίδος πόλεως θρόνου ὁ ἐν πατριάρχαις μακαριώτατος ὁ γραμματικὸς ὁ κύριος Νικόλαος. καὶ ἀνεγινώσκετο τὰ θεοστυγῆ δόγματα καὶ ὁ ἔλεγχος ἀδιάβλητος. καὶ οὐδέ ὁ τῆς [*](P. 489) ἐναντίας μοίρας ἔξαρνος ἦν, ἀλλ᾿ αὐτίκα καὶ γυμνῇ τῇ κε- φαλὴ πρὸς ἐναντιολογίας ἐχώρει καὶ πρὸς πῦρ καὶ μάστιγας καὶ μυρίους θανάτους ἀντιπαρατάξασθαι ὑπισχνεῖτο. πεπισ- [*](1. ὅπως] ω in ras. m. 2 C. 6. ἐπισυνῆρεν CP, correxi. 8. ἡμῖν CP, correxi. 9. ἠφάνισε? 14. τὸ παραπέτασμα τοῦτο? 18. γραμματικὸς add. in lacuna m. 2 C. κύρις P. 20. ἔξαρνος P, ἔξαρχος C.)
355
τεύκασι γὰρ οἱ πλανώμενοι οὗτοι Βογόμιλοι πᾶσαν ἀπόνως ὑπενεγκεῖν τιμωρίαν ἀΠέλων δῆθεν ἐξαρπαζόντων αὐτῆς τῖς πυρκαϊᾶς. † πολλῶν δέ πάντων αὐτῶν καὶ τὴν ἀσέβειαν ὀνειδιζόντων, καὶ ὅσοι τῆς αἰτοῖ ἀπωλείας αὐτῷ κεκοινωνήκασιν, ὁ αὐτὸς ἢν Βασίλειος, ἀμετακλινής, Βογόμιλος γενναιότατος. καίτοι πυρκαϊᾶς ἀπειλουμένης καὶ ἄλλων κακώσεων ἀπρὶξ τοῦ δαίμονος εἴχετο καὶ τὸν αὐτοῦ Σαταναὴλ ἠγκαλίζετο. ἔμφρουρος δέ γενόμενος καὶ πολλάκις πρὸς [*](Β) τοῦ βασιλέως πεμπόμενος καὶ πολλάκις παρακαλούμενος τὴν ἀσέβειαν ἐξομόσασθαι ὡσαύτως εἶχε πρὸς τὰς τοῖ· βασιλέως παρακλήσεις, ἀλλὰ τὸ περὶ τοῦτον γεγονὸς τέρας μὴ παραδράμωμεν. πρὶν ἢ γὰρ τούτῳ ἐπιβλέψαι τὸν βασιλέα δριμύτερον, μετὰ τῳ τῆς ἀσεβείας ἐξαγόρευσιν ἀπῄει μὲν τῷ τέως εἰς οἰκίσκον τινὰ κείμενον ἀγχοῦ ποι· τῶν βασιλικῶν οἰκημάτων ἄρτι πρώτως δι’ αὐτὸν κατασκευασθέντα. ἐσπέρα δ᾿ ἦν καὶ οἱ ἀστέρες οἱ ἄνω αἰθρίας οὔσης ἀπήστραπτον καὶ ἡ σελήνη μετὰ τὴν σύνοδον τὴν ἐσπέραν ἐκείνην ἐπύρσευε. τοῦ δὲ μοναχοῦ τὴν κέλλαν εἰσδύντος περὶ μέσας [*](C) νύκτας αὐτομάτως λίθοι χαλαζηδὸν κατὰ τῆς κέλλης ἐβάλλοντο χειρὸς μὲν μηδεμιᾶς ῥιπτούσης τοὺς λΙθους μηδέ τινος καταλιθοῦντος ἀνθρώπου τὸν δαιμονιώδη τοῦτον [*](3. πολλῶν δὲ πάντων αὐτῶν] ἀπειλούντων δὲ πάντων αὐτῷ? 6. καίτοι] καὶ γὰρ? 8. γενόμενος καὶ πολλάκις scripsi: πολλάκις γενόμενος καὶ CP. 11. τέρας scripsi: πέρας CP. 12. βασιλέα C1P. βασιλέων 16. 16. δ’ C, δὲ P. 17. τὴν addidit L. Allatius. 21. δαιμωνιώδη C, δημωνιώδη P.)
356
ὀββᾶν. μήνιμα δ’ ἠν, ὡς ἔοικε, τῶν ἀμφὶ τὸν Σαταναὴλ δαιμόνων ἐξωργισμένων, ἐν δεινῷ ποιουμένων, ὅτι δὴ τὰ * πρὸς τὸν βασιλέα ἐξωρχήσατο καὶ διωγμὸν κατὰ τῆς πλάνης [*](D) λαμπρὸν ἐπήγαγε. καὶ ταῦτα μέν Παρασκευιώτης τις καλούμενος ἀφορισθεὶς φύλαξ εἶναι τοῦ δαιμονιώδους ἐκείνου γέροντος, ὡς μὴ ἄδειαν ἔχειν προσομιλεῖν τισι καὶ τῆς αὐτοῦ λίμης μεταδιδόναι, τὰ φρικωδέστατα ἐπώμνυτο ἰδεῖν τε καὶ] ἀκοῦσαι μέν τοὺς τῶν βαλλομένων λίθων καὶ κατὰ γῆς καὶ κατὰ κεράμων κρότους, ἰδεῖν δέ συνεχεῖς καὶ ἀλλεπαλλήλους [*](P. 490) τοὺς λίθους, μηδένα δὲ μηδαμοῦ τὸν βάλλοντα τούτους θεάσασθαι. [*](V. 387) συνεπελάμβανε γὰρ τῇ τῶν λίθων φορᾷ καὶ σεισμός τις ἀθρόος καὶ τὸ ἐπίπεδον ἐκεκλόνητο καὶ τὰ περὶ τὸν ὄροφον ἐτετρύγεσαν. ὁ μέντοι Παρασκευιώτης. πρὶν μὲν ὑπονοῆσαι τὸ ἔργον δαιμόνιον, ἐθάρρει, ὡς ἐκεῖνος ἔφασκεν, ὁρῶν δέ, ὅτι οἱ μὲν λίθοι ἄνωθεν οἶον εἰπεῖν ἐξωμβρίζοντο καὶ τὸ γερόντιον ἐκεῖνο τὸ αἱρεσιαρχικὸν ἐνεδεδύκει τε καὶ ἐναποκέκλειστο, εἰς δαίμονας τὸ ἔργον ἀνενεγκὼν ἑ οὐκ εἶχεν, ὁ τι καὶ γένοιτο.

Τὰ μέν οὖν τοῦ τέρατος τούτου ταύτῃ ἐχέτω· [*](1. ἀββᾶν L. Allatius: ἄβαν CP. 2. lacunam signavi: interciderunt fere haec αὐτῶν μυστήρια. 4. Παρασκευιώτης] ὢ in ras. m. 2 et ἡ ex ι m. 2 C. τις addidi. 5. ἀφορισθεὶς C, ἀφωρισθεὶς P. 6. προσομιλεῖν P, προσομιλεῖν C. 7. ἰδεῖν τε καὶ seclusi. 8. λίθους C, correxi. 9. κρότον CP, correxi. 11. γὰρ] δὲ? 13. ἐτετρύγεσαν] ὒ ex corr. m. 2 C. 16. αἱρεσιαρχικὸν] ἑ ex ἡ m. 2 C. 17. lacunam signavi: intercidit μένειν vel simile quid, 19. ἐχέτω C, ἐχέθω P.)

357
ἠβουλόμην δὲ καὶ πᾶσαν τὴν τῶν Βογομίλων διηγήσασθαι αἵρεσιν· ἀλλά με κωλύει καὶ αἰδώς, ὥς πού φησιν ἡ [*](B) καλὴ Σαπφώ, ὅτι συγγραφεὺς ἔγωγε γυηνὴ καὶ τῆς πορφύρας τὸ τιμιώτατον καὶ τῶν Ἀλεξίου πρώτιστον βλάστημα τά τε εἰς ἀκοὴν πολλῶν ἐρχόμενα σιγῆς ἄξια. βούλομαι μὲν γράφειν, ἴνα τὸ πλῆρες τῆς τῶν Βογομίλων παραστήσω αἱρέσεως· ἀλλ᾿ ἴνα μὴ τὴν γλῶτταν μολύνω τὴν ἐμαιτῆς, παρίημι ταῦτα. παραπέμπω δὲ τοὺς βουλομένοις τὴν ὅλην αἵρεσιν τῶν Βογομίλων διαγνῶναι εἰς τὸ οὕτω καλούμενον βιβλίον δογματικὴν πανοπλίαν ἐξ ἐπιταγῆς τοὐμοῦ πατρὸς συντεθεῖσαν. καὶ γὰρ μοναχόν τινα Ζυγαβηνὸν καλούμενον, γνωστὸν μὲν τῇ δεσποίνῃ καὶ πρὸς μητρὸς ἐμῇ μάμμῃ καὶ [*](C) πᾶσι τοῖς τοῦ ἱερατικοῦ καταλόγου, γραμματικῆς δὲ εἰς ἄκρον ἐληλακότα καὶ ῥητορικῆς οὐκ ἀμελέτητον ὄντα καὶ τὸ δόγμα ὡς οὐκ ἄλλος τις ἐπιστάμενον, τοῦτον ὁ αὐτοκράτωρ μεταπεμψάμενος ἐπέταξεν ἁπάσας τὰς αἱρέσεις ἐκθέσθαι ἑκάστην ἰδίᾳ καὶ ἐφ᾿ ἑκάστῃ τὰς τῶν ἁγίων πατέρων ἀνατροπᾶς ἐγγράψασθαι καὶ αὐτῶν δὴ τῶν Βογομίλων τὴν αἵρεσιν, καθὼς ὁ ἀσεβὴς ἐκεῖνος Βασίλειος ὐφηγήσατο. ταύ- την τὴν βίβλον δογματικὴν πανοπλίαν ὁ αὐτοκράτωρ ὠνόμασε· μέχρι τοῦ νῦν οὕτω προσαγορεύεται τὰ βιβλία. ὁ δὲ λόγος αὖθις πρὸς τὴν τοῦ Βασιλείου καθαίρεσιν ἀνατρεχέτω. [*](11. Ζαγαβηνὸν L. Allatius: Ζηαδηνὸν (η ex ι m. 2) CP. 17. ἑκάστῃ L. Allatius: ἑκάστῳ CP. 20. ὠνόμασε] ω ex ο m. 2 C. 22. Βασιλείου] είου ex ιωε m. 2. C.)
358
ὁ γὰρ αὐτοκράτωρ τοὺς ἁπανταχοῦ γῆς μαθητὰς καὶ συμ- [*](D) μύστας τοῦ Βασιλείου μεταπεμψάμενος καὶ μάλιστα τοὺς δώδεκα λεγομένους μαθητὰς ἀπεπειρᾶτο καὶ τούτων τῆς γνώμης. καὶ ἦσαν ἄντικρυς μαθηταὶ Βασιλείου. καὶ γὰρ ἐνεβάθυνε τὸ κακὸν καὶ· εἰς οἰκίας μεγίστας καὶ πολλοῦ [*](P. 491) πλήθους ἥψατο τὸ δεινόν. καθάπαξ οὖν κατεψηφίσατο πυρκαϊὰν τῶν ἀλλοτρίων, τοῦ τε κορυφαίου καὶ τοῦ χοροῦ. ἀθροιζομένων γὰρ τῶν φωραθέντων Βογομίλων καὶ τῶν μὲν τῆς σφῶν ἀντιποιουμένων αἱρέσεως, τῶν δ’ ἀπαρνουμένων παντάπασι καὶ πρὸς τοὺς ἐλέγχοντας ἰσχυρῶς ἀνθισταμένων καὶ τὴν Βογομιλικὴν διαπτυόντων διαπτυόντων ἐπεὶ ἐτοίμως ὁ αὐτοκράτωρ τούτοις πιστεύειν οὐκ εἶχεν, ἵνα μή τις πολλάκις Χριστιανὸς τοῖς Βογομίλοις ὡς Βογόμιλος ἀναμιγνύηται ἢ Βογόμιλος ὡς Χριστιανὸς διαδράσῃ, καινόν τινα τρόπον ἐπινοεῖται, δι᾿ οὗ οἱ ὄντως Χριστιανοὶ ἀποφανθήσονται. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν τῇ μετ’ αὐτὴν καθῆστο [*](Β) θρόνου. πολλοὶ δὲ τηνικαῦτα παρῆσαν τῆς τε συγκλήτου καὶ τῆς ἱερᾶς συνόδου καὶ τῶν Ναζιραίων αὐτῶν, ὁπόσοι λόγου μετεῖχον, λογάδες. πάντων δὲ τῶν τὴν Βογομιλικὴν [*](V. 388) ἐγκαλουμένων αἵρεσιν ἐς τὸ μέσον ὁμοῦ παραχθέντων ὁ αὐτοκράτωρ αὖθις ἐπερωτᾶσθαι ἕκαστον ἐκέλευσεν. ὡς δέ οἱ μέν ὡμολόγουν Βογόμιλοι εἶναι καὶ τῆς σφᾶν ἰσχυρῶς ἀντμαθητὰς] [*](3. ἀποστόλους? 5. ἐνεβόθυνε CP, correxi. οἰκίας P, οἰκείας C. 6. πλήθους P, πλήθου C. 13. Βογόμιλος P, βογόμιλον C. 14. ἀναμίγνυται CP, correxi. Βογόμιλον CP, correxi. 15. ἀποφρανθήσονται C, corr. m. rec.)
359
ἐποιοῦντο αἱρέσεως, οἱ δὲ παντάπασιν ἀνένευον Χριστιανοὺς ἑαυτοὺς ὀνομάζοντες καὶ παρ’ ἄλλων ἐλεγχόμενοι οὐδαμῶς κατετίθεντο, ἐπιτοξεύσας αὐτοῖς τὰς ὀφρῦς ἔφη “χρὴ τὴν σήμερον δύο καμίνους ἀναφθῆναι, θατέρᾳ δὲ τούτων σταυ- ρὸν ἐμπαγῆναι αὐτῇ γῇ, εἶτα αἵρεσιν δοθῆναι πᾶσιν, ἱν ὁποῖοι τῇ τῶν χριστιανῶν πίστει ἐπαποθανεῖν τὴν σήμερον [*](C) βούλοιντο, ἀποκριθέντες τῶν ἄλλων τῇ τοῦ σταυροῦ καμίνῳ προσχωρήσωσιν, οἱ δέ τῆς Βογομιλικῆς αἱρέσεως ἀντεχόμενοι πρὸς θατέραν ἐμβληθήσονται. βέλτιον γὰρ Χριστιανοὺς αὐτοὺς ὄντας ἀποθανεῖν ἢ ζῶντας ὡς Βογομίλους διώκεσθαι καὶ τὰς τῶν πολλῶν τύπτειν συνειδήσεις. ἄπιτε γοῦν καὶ ὑμεῖς καὶ ἡμεῖς], ὅπη βουλητόν, ἓκαστος χωρείτω.” ταῦτα μέν οὖν πρὸς τοὺς Βογομίλους ἀποφηνάμενος ὁ βασιλεὺς ἐν σχήματι ἀπέλυσεν. εὐθὺς οὖν παραλαβόντες D τούτους ἀπῄεσαν καὶ πλῆθος παρειστήκει πολὺ συρρεόντων [*](Ρ. 492) ῥεόντων ἑκασταχοῦ. κάμινοι δέ τηνικαῦτα ἑπταπλασίως κατὰ τὸν μελῳδὸν ἀνήπτοντο εἰς τὸ οὑτωσί πως καλούμενον Τζυκανιστήριν·’ τὸ πῦρ εἰς οὐρανοὺς ἀνῄει· ὁ ἐπὶ θατέρᾳ ἵστατο· αἵρεσις τοῖς ἐνόχοις ἐδίδοτο, ὅπη ἂν βουλητὸν ἑκάστῳ, χωρεῖν, ὡς καυθησομένων ἁπάντων. εἶτα τὸ ἄφυκτον ὁρῶντες του πράγματος, ὁπόσοι μέν ἐν αὐτοῖς ὀρθόδοξοι ἦσαν, τῇ τοῦ σταυροῦ προσεχώρουν καμίνῳ [*](4. θατέρᾳ] ῥα ex corr. m. 2 C. 6. ἐναποθανεῖν? cf. 364, 14. 9. πρὸς θατέραν scripsi: πρὸς θατέρων C, προσθατέρων Ρ. 12. καὶ ἡμεῖς (add. sup. vers. m. 2) C, καὶ ὑμεῖς P: ego καὶ ἡμεῖς seclusi. 18. Τζυκανιστήριν C, Τζυκανιστήρον P. ἀνῄει C, ἀνήκει P.)
360
ὡς ὄντως μαρτυρήσοντες· οἱ δέ γε ἀθεώτατοι τῖς μυσαρᾶς ἀντεχόμενοι αἱρέσεως πρὸς θατέραν ἀπένευσαν. καὶ ἀπαρτὶ [*](Β) τούτων ἐν ταῖς καμίνοις ὁμοῦ ἐρρῖφθαι μελλόντων, οἱ μέν παρεστῶτες ἅπαντες ὑπὲρ τῶν Χριστιανῶν ἤλγουν ὡς καυθησομένων ἤδη καὶ τοῦ βασιλέως πολλὰ κατεστύγναζον ἀλνοοῦντες τὸ οἰκονομούμενον. ἀλλὰ βασιλική τις πρόσταξις προκαταλαβοῦσα τοὺς δημίους ἐκείνους ἀπεῖρξε τοῦ ἐγχειρήματος καὶ οὕτω βεβαίαν τὴν τῶν Βογομίλων ὄντως ὁ αὐτοκράτωρ ἐσχηκὼς κατάληψιν τοὺς συκοφαντουμένους Χριστιανοὺς πολλὰ παραινέσας ἀπέλυσεν, ἐκείνους δέ πάλιν εἰρκταῖς εἶχε διαιρίσας τοὺς ἀποστόλους τοῦ ἀσεβοῦς Βασιλείου διακρίνας] τῶν ἄλλων· εἶτα καθ’ ἑκάστην πεμπόμενος τοὺς μὲν δι ἑαυτοῦ ἐδίδασκεν πολλὰ παραινῶν τῆς μυσαρᾶς ἀποσχέσθαι [*](C) θρησκείας, πρὸς δέ τοὺς ἄλλους λογάδας τινὰς τοῦ ἱεροῦ [*](V. 389) τῆς ἐκκλησίας συντάγματος ἐπέσκηψε καθ’ ἑκάστην παραγινομένους ἀναδιδάσκειν αὐτοὺς τὴν ὀρθόδοξον πίστιν καὶ παραινεῖν ἀποσχέσθαι τῆς βογομιλικῆς αἱρέσεως. καί τινες μὲν τούτων μετέβαλον ἐπὶ τὸ βέλτιον καὶ τῆς φρουρᾶς ἀπελύθησαν, οἱ δέ τῇ σφᾶν ἐπαπέθανον αἱρέσει ἐν εἰρκταῖς κατεχόμενοι, τροφῆς μέντοι καὶ ἀμφίων δαψιλῆ τὴν χορηγίαν ἔχοντες.

[*](3. τοῖς CP, correxi. 7. ἐκείνων? 9. συ*κοφαντουμένους C. 11. διακρίνας seclusi. 17. βωγομιλικῆς ex γνωμικῆς m. 2. C. 19. τῆ ex τῆς m. 2 C. ἐναπέθανον? cf. 359, 6. 364, 14.)
361