Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Τῶν οὖν δεδογμένων τῷ αὐτοκρότορι πέρας ἐσχηκότων [*](P. 419) τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον ἔγγραφον συφωνίαν ἐνόρκως [*](V. 332) ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τις λόγχης, δι’ ἧς τὴν τοῦ σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκαμένην

[*](2. ἐνόρκως Α, ἔνορκος P. 3. βεβαιωσάμενος F, βεβοιωσάμενος P.)

248
ἐπάνοδον ἠτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ᾿ αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδᾶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δέ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, [*](B) ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύσεσθαι. ταῦτα αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκατατιθέμενον ταῖς τούτων αἰτήσεσιν εἶχεν εὐθύς. τιμηθεὶς οὖν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τὸ οἰκεῖον ἐπανέτρεχε στράτευμα. συναπῄει δέ τούτῳ καὶ Κωνσταντῖονος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν Κατακαλών, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἔν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις σεῖς παρέχοι αὐτοῖς. καταλαβὼν οὑν τὴν ἰδίαν παρεμβολὴν [*](C) καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ’ αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος εἰς μονῆρες εἰσελθὼν τὴν Λογγιβαρδίαν κατέλαβεν. οὐ πλείω δέ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. ὁ δέ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ’ αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. ἐπανελτοῦ [*](9. σεβαστοῦ A. 11. ὁ ante Εὐφορβηνὸς add. m. 1 F. 13. μᾶλλον F, μαλλῶν P. 16. αὐτοῖς F, αὐτῷ C, αὐτοὺς sic P. παρεμβολὴν] παρεμ in ras. F. 17. αὐτὸ τοῦτο A. 20 sq. οὐκέτι τῆς τῶν Κελτῶν φροντίδος εἴχετο A. 21. καὶ om. Α. 22. καὶ ἀπὸ διαβόλεως ἀναστὰς ἐκεῖ γὰρ ἐσκήνου, ὅτι τὰς μετὰ του βαϊμούνδου συμφωνίας πεποίητο) τῆς A.)
249
θὼν δέ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις, ὅπως τὰ κατὰ τὴν παραλίαν Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι ἠρίπωσαν, ἐν δεινῷ ἐποιεῖτο, εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρώην ἀποδοίη [*](D) κόσμον καὶ τοὺς ἁπανταχῆ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. οὐ μὴν ἀλλ’ οὐδὲ περὶ τῆς του Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δέ καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλοις, πρὸς δὲ τοῖς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρατιωτικῆς [*](P. 420) παιδείας πάμπαν ἀμύητος· οἵτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ἤδει οἵτε θυρεῷ σκέπεσθαι· τἀλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μηχανημάτων τοὺς πολεμίοις ἡττᾶν) οἶτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. γινώσκων οὐν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών [*](V. 333) ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ), πείθεται διὰ [*](B) [*](3. μέχρις FA, μέχρι P. Ἀτταλίας Α. 4. ἠρείπωσαν καὶ F, om. ΑΡ. τὰς πόλεις αὖθις εἰς τὴν AP, ἐς τὰς πόλεις αὖθις τὴν F. 9. ἐπηβολωτατος FA. ἐπιβολώτατος P. 14. πάμπαν FA, πάνυ P. 16. λόχοις FC, λόγους AP. 18. Ἀττάλου C. ᾔτει C. 22. ἐξημάρτηκε A.)
250
ταῦτα καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεὶ τὰς ἐπιχειρήσεις ποιεῖσθαι. ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλωϊσί μενος πορθμὸν καταλαμβάνει τὸ Ἀτραμύτιον. πόλις δὲ πρώην μὲν ἦν πολυανθρωποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐληΐζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαί ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησέ τε καὶ εἰς τὸ πρότερον ἀποκατέστησε σχῆμα τούς τε ἐποίκους ἁπανταχόθεν [*](C) ἀνεκαλέσατο, ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσώζοντο, καὶ ἐξ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισέ τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τῷ τότε ἐνδιατρίβειν ἀπόμοιραν τῶν ὑπ᾿ αὐτὸν δυνάμεων ἀποδιελόμενος ἐξέπεμψε κατ᾿ αὐτῶν. οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ᾿ αὐτῶν συνάψαντες τὴν νικῶσαν εἶχον παραυτίκα· ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο, ὡς καὶ τὰ νεογνὸ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας· πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν [*](D) ἄγοντες πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. οἱ δὲ γε καταλειφθέντες Τοῦρκοι μελενδυτήσαντες καὶ τὰς σφῶν

[*](2. νουνεχεὶ F, νουνεχῶς P. 6. δὲ A, om. P. τὰ AC, τὸ P. Σμύρνην AF, Σμύρνανα P. 7. ἐρειπώσας A. ἠφάνισε A, ἠφάνισεν P. 10. ἀποκατέστησε A, ἀπεκατέστησε P. 16 αἳ καὶ καταλαβοῦσαι C. 17. συνάψασι C. 19. τοσοῦτον om. AC. 20. ζωγρίαν F, ζωγρείαν P. 22. τὰ C.)

251
συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλος βουλόμενοι ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώων γοερὸν ἀνοιμώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγούμενοι κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινοῦντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ ἐγχειρήματος. ἀρχισατραπης δέ τις ᾿Ασὰν τὴν κλῆσιν, [*](P. 421) ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοῦς μεταπεμψάμενος, ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλάδιας παραστῆναι τὸ ὑπ᾿ αὐτὸν στράτευμα, κατ᾿ αὐτοῦ ἔξεισι. δεινὸς δὲ ὢν ἀνὴρ ὁ Εὐμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ᾿ ἀναπεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῆ ἔπεμπε καὶ ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέπεμπεν ἄλλους καὶ πρὸς ἐγρήγορσιν ἀνηρέθιζεν, ὥστε παννύχους [*](B) ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιάδας περιαθρεῖν. τούτων οἶν τις πόρρωθεν τὸ Τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. ἁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσήπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας [*](1.συμφορὰς FA,οm.P. 11. ὡς ἐς E, ὡς om. P. 12. ὐπ᾿ αὐτὸν] αὐτοῦ C. 16. αὐτοῖς Α αὐτοὶ P. 17. ἐγρήγορσιν FA, ἐγρηγόρησιν P.)ωλ
252
ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν [*](C) ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἡχεῖν· καὶ ἁπλῶς ἐν [*](V. 334) σχήματι τὴν πόλιν κατεστήσατο, ὥστε πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. ὁ δέ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ Παρέμεινεν ἡμέραις. ὡς δέ οὐδεὶς τῶν ἐντὸς ἄνωθεν προκύπτων ἐφαίνετο, αἱ δέ πύλαι εἶχον ἀσφάλειαν, ἑλεπόλεις δέ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετροβόλα ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν πολλὴν ἀσθένειαν καταψηφισάμενος [*](D) τῶν ἐντὸς ἄλλην ἀτραπὸν ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξαπέστειλεν, ἑτέρας δέ . . . . . ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ Χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην ἀπερχομένοις ὁ μέντοι Φιλοκάλης διαγνοὺς τὸ Ἀσὰν ἐπιχείρημα ἁπάσας τὰς ὑπ’ αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ὑπνώττοντας ἀπεριμερίμνως καταλαμβόἐκέλευε [*](2. FC, ἐκέλευσε AF. 3. ἐς F, εἰς AP. 7. καὶ τῷ ΑΡ, καὶ om. F. 8. verba τῶν ἐντὸς, quae P post πύλαι habet, huc transposui. 9 sq. ἑλεπόλεις . . . ὄργανα om. C. 11. τοῦτο] add. m. 1 F. 12. καὶ πολλὴν P, καὶ om. FA. 15. 21. Κελβ. C, Κερβ. P. 16. lacunam quinque litterarum agnoscit F: in AP nulla lacuna. τὸ AC, τὸν P. 17. χλιερὰ Α. 19. τὴν Σμύρναν A. lacuna septem litterarum in F, **** P. 22. ὑπνώττοντας F, om. AP. ἀπεριμερίμνους A.)
253
νουσι ναὶ ἐπεισπεσόντες τούτοις αὐγαζούσης ἡμέρας ἀφειδῶς [*](P. 422) κατέσφαττον· τοὺς δέ παρ’ αὐτῶν κατεχομένους δορυαλά τους ἐρρύσαντο ἅπαντας. κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμφαιον ἀπερχομένοις Τούρκους ἐδίωξαν· διεκδραμόοντες δέ καί τινες ἀπό τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ᾿ αὐτῶν συγκροτήσαντες πόεμον κράτος ἐνίκησαν. καὶ πολλοὺς μέν κτείνουσι, πολλοὺς δὲ κὼ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀλπετπνίγησαν. ποταμὸς δέ οὗτος περὶ Φρυγίαν, σκολιώτατος [*](Β) ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. δαρρήσαντες δέ κἀπὶ τῇ δευτέρᾳ νίκη τοὺς ἐπιλοίπους ἐδίωκον. ἀλλ’ οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων πορρωτάτω γενέσθαι τούτων. εἶθ’ οὕτως ἐπανῆλθον πρὸς Φιλασέλφειαν. ὁ δέ γε Εὐμάθιος τούτους θεασάμενος καὶ μεμαθηκώς, ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.

Μετὰ δέ τὴν τοῦ Βαϊμούντου τελευτὴν ἐπειδὴ ὁ Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν [*](C) αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταίτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐν ταὐτῷ κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένοις ὅρκους τῶν [*](3. σμύρναν Α. 4. τὸ FAC, τὸν P. 8. ζωγρίαν FA, ζωγρείαν P. 11. θαρρήσαντες AC, θαρσήσαντες P. 12. κἀπὶ F, καὶ ἐπὶ P, κἂν A. 13. ἐγένετο AF, ἐγίνετο P. 14. πορρωτάτω F, πορρωτέρω P, ὡς πορρωτέρω A. 18. ἐς F, εἰς AP. 19. ante μετὰ quattuor litterarum spatium in F. 22. ἐν ταὐτῷ scripsi: ἐνταῦθα Ρ. 28. σπενδομένους C.)

254
βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δ’ ἐπεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις αὐτοῖς ἐγτυγχάνων ἀεὶ καὶ καταπίκροις [*](V. 335) ἀνδράσι, πολλὰ δέ Ῥωμαϊκὰ στρατεύματα τούτοις [*](D) συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μέν, ἵνα μὴ Τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ’, ὅπως καὶ ὑφ’ ἡμῶν συγκροτούμενοι τὰς μὲν πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δέ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδέν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων [*](P. 423) καὶ δωρεῶν τῇ Ῥωμαίων ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ’ ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ φῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. τὸ γὰρ ἐκείνου μέν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπέρ αὐτῶν φροντίδα καὶ τῶν παρ’ αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδέν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους [*](1. ὅτι F, ὅτ’ P. Ῥωμαϊκὰ στρατεύματα F, στρατεύματα Ῥωμαϊκὰ P. 6. δυεῖν F, δυοῖν P. 8. ὑφ' F, ἀφ’ P. 9. μὶν addidi. 10. διδοῖεν scripsi: διδόναι P. 17. ἐκείνας δωρεὰς F, δωρεὰς ἐκείνας P. 18. τοὺς FC, τὰς P. 19 — 21. καὶ τῶν πὰρ . . . ἀπόνασθαι in mg. add. m 1 F. 19. αὐτοῖς F, αὐτοῦ P.)
255
λογίζεσθαι τὸ ἐκνίκυμα ἴδιον τὰς πρὸς αὐτῶν συνθήκας καὶ[*](B) τοὺς ὅρκους ἀθετήσαντας καὶ παρ᾿ οὐδέν λογισαμένοις διεσππάραττεν αὐτοῦ τὴν ψυχή, καὶ οὐκ εἶχεν ὅπως ἐνέποι τὴν ὕβριν. ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρὲ διεπἀλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονόμενος, ἀλλὰμετελεύσεται τοῦτον καὶ τῆς εἰς ῾Ρμαίους ἀχαριστίας· δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρημάτων μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν ῾Ρωμαϊκῶν συνταγμάτων ἕνεκα Σειρί ἁπάσης καὶ τῆς ᾿Αν-[*](C) τιοχείας αὐτῆς σπεύδων ὅλῃ χειρὶ καὶ γνώμη τὰ ὅρω πλατῦναι τῆς ῾Ρωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴη τῶν ἐκείνου καὶ χρημάτωνκαὶ πόνων. ταῦτα διαπρεσβευσαμένου τοῦ αὐτοκράτορος ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος οἰδ᾿ ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ᾿ ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια ἔλεγέ τε διαρρήδην [*](D) καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ᾿ ἄν, εἴ τι γένοιτο, μεθήσειν [*](2. ἀθετήσαντας C, ἀθητήσαντας P. 5. καὶ τὴν τῶν ὅρκων in ras. m. 1 F. 9. ἀνηλώκει F, ἀναλώκει P. 13. τῆς τῶν P, τῶν om. F. 20. διατετρήνειν AP, correxi. 22. ἂν γένοιτο P, ἂν, om. F.)
256
τὴν Ἀντιόχιαν διϊσχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντιμάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον ἄχθος ἀρούρης ἑστῶτα τῇ γῇ, [*](P. 424) τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν [*](V. 336) ζώων τὰ ἀσθενέστατα. ἐκεῖθεν δέ τῶν πρέσβεων ἀπανελδθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ’ ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. συναγαγὼν οὖν τοὺς ἐλλογιμώτατους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἅπαντας τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ἠτεῖτο. ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν δέον λέγοντες πρότερον τοὺς [*](B) ἄλλους ὑποποιήσασθαι κόμητας τοὺς κατὰ τὰς περικειμένας τῇ Ἀντιόχου πόλει ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ’ αὐτοῦ ἔλευσιν, εἰ δέ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας αὐτίκα μεταπεμψάμενος Μανουὴν τὸν Βουτουμίτην καί τινα ἕτερον τῆς Λατινικῆς εἰδήμονα [*](3. Νίνον scripsi: νοῦν AP; scilicet Ninus idem esse dicebatur atque Nimrod; cf. c. Chron. pasch. I 50. 6. ἐκεῖσε C. 11. βουλὴν ἐξ ἁπάντων ᾐτεῖτο F, ἐξ ἁπάντων ᾐτεῖτο βουλήν P. 13. ἐπέλευσιν C. 17. αὐτῷ βούλοιντο scripsi: αὐτῷ βούλοιτο F, βούλοιτο αὐτῷ Ρ. Ἀντιόχου F, Ἀντιοχείαι P. 21. καὶ αὐτίκα P, καὶ om. F.)
257
διαλέκτου πρὸς τοὺς κόμητας καὶ τὸν ῥῆγα Ἱεροσολύμων [*](C) ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αἰτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἠν διὰ τὸ τῶν Λατίνων ἐρασιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπροι Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο· ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς [*](D) τοὺς κόμητας δόσεις. ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως, ἣν πρὸς τὸν ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς “οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ’ ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. ἐμὲ δέ ἴσθι καταλαμβάνειν [*](P. 245) ἤδη τὴν Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνοις τηρήσαντα ὅρκους. σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ [*](2. ἐξέπεμψεν P, correxi. 7. πλοῖα F, πλεῖα PA. 8. A. 10. παντοδαπῶν ποιοτήτων om. A. πρὸς τὰς εἰς Α. 14. Πεκτράνον G. 16. ἀναμνήσωσι F. ἀναμιμνήσκουσι P. 17. ἐγχειρίζουσιν C. 21. ἐκδικήσαντα P, correxi.)
258
τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.” καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι. προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς [*](B) ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. ὡς δέ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπέρ αὐτοῦ [*](V. 337) προθύμως ἑλέσθαι, εἰ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. ἐδεδίει [*](C) γὰρ μὴ ἐπιφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται, δέ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταλλρὲ χρήσαιντο. δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῖ, αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ’ οὕτως [*](4. ἐκεῖθεν F, ἐκεῖσε P. 6. ἀποβεβηκότες F, ἐπιβεβηκότες P. πελκτράνῳ C, Πλεκτράνῳ P. 12. Ἀντιοχείας C. 18. ἐλογίσατο F, ἐλογίσαντο P. 22. κᾶθ᾿ F, καὶ εἰθ’ P.)
259
τὰ χρήματα αἰτοῖς ἐγχειρίσαι. οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο, [*](D) καθά γε καὶ εἴρηται. ὁ δέ Βαλδουῖνος μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. οἱ δὲ τὰ χρήματα αἰτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι τὸν Βαλδουῖνον πολιορκοῦντα [*](P. 426) κοῦντα τὴν Τυρὸν. ὁ δέ ἄσμενος αὐτοὺς παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς δι’ ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τυρὸν, ὡς εἴρηται. ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μέν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν. ὁ μέν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. καὶ ἦσαν καθόπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες τὴν πόλιν. ἀλλ’ ὅ γε [*](B) Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα τοῦτα καταβαλεῖν, βαλεῖν, εἶθ’ οὕτω τὴν πόλιν ἑλεῖν· οἷα γάρ τῆς Τυροῦ προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέκαθάγε [*](3. F, καθάπερ Ρ. καὶ εἴρηται F, καὶ om. P. 8. Πλεκτράνου P, correxi. 10. ἀσμένως Α. ἀποδεξάμενος Α. 15. μὶν γὰρ F, μὲν om. P. 16. ἐνδότατον C. 20, οὕτω F, οὕτως P.)
260
ραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. [*](C) ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δέ [*](V. 338) ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀναπνεύσασι. πανουργεύονται δὲ καί τι τοιοῦτον. τῷ μέν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δέ D μηχανάς τινας συρράπτοντες κατ᾿ αὐτοῦ. ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἐξωθεν στρατιώτας ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. ὦν ἐξ ἀνάγκης περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. οἷς ἐπερρίπτουν [*](2. καθελὼν F, καθελεῖν P. ἐς F, εἰς P. 5. ἀνέπεσεν E, ἐνέπεσεν P. 6. προσεξένησε C. 8. ἐντὸς ἀρκύων F, ἀρκύων ἐντὸς P. ἀφήλλοντο F, ἀφέλοντο P. 10. δέ τι καὶ P, correxi. 18. πίττης F, πίσσης P. 20. τὸ τοιοῦτον F, τὸ om. P.)
261
δᾷδας ἡμμένας, εἶν αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἥ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αἰτῶν ἀπετέφρωσεν. [*](P. 427) ἅμα τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἶς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδακεν· ἑάλωσαν δέ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἓξ στρατιῶται τὸν ἀριθμόν, ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρατεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε. ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλὰς μετ’ ἐκπλήξεως ἔφευγον [*](B) τοῖς ἵπποις ἐποχηθέντες ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φε' γοντας καὶ παντοίως παραθαρρύνοντος. ἀλλὰ γὰρ ᾐδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμοι καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. ἀπειπάμενος δ’ οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς [*](7. μεταμελόμενοι F, μεταμελούμενοι P. 10. ἀργηγὸς P, correxi. 12. ἀπεσφενδόνησε F, ἀποσφενδόνησε P. 21. δρομεῦσιν ἐκείνως F, ἐκείνως δρομεῦσι P.)
262
[*](C) ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ ἦσαν αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο · προσεπιβαλὼν δὲ τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. τὸ δὲ ἄρα ἀληθές μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία, ἕν᾿ οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ του [*](D) τον ὡς ψευσάμενον κατεμέμψατο. προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι, ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς ληϊομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, [*](V. 339) καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. ταῦτα τῷ Βουτουμιτῃ ὁ Βαλδουῖνος ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη “μετ” ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσ- [*](P. 428) βεων ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι.” ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. ὁ δέ Bουτουμίτης “εἴπερ [*](3. κυπρίας . 7. ἀπαγγεῖλαι F, παραγγεῖλαι P. 10. ἐκεῖσε C. 11. ἔλαθε F, ἔλαθεν P. 12. γὰρ om: F. 15. ἐκεῖσε C. 17. τῷ Βουτουμίτῃ ὁ Βαλδουῖνος F, ὁ Βαλδουῖνος τῷ Βουτουμίτῃ P. 19. τάφου] στεφάνου C. 20. γὰρ C. 22. οἱ] αὐτῷ C.)
263
βοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἀπαγγέλλεσθε τὸν ὅρκον, ὃν ἐν τῷ διέρχεσθαι πρὸς αἰτὸν ἐποιήσατε, φυλάττοντες καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῖτα λήψεσθε χρήματα”. ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δέ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρέ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἦθος· πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ χρήματα, [*](B) πράττειν δὲ ὑπέρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αἰτῶ ἀπέλυσεν. ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ κατὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίοι τάφου ἐληλυθότι καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, ἄπρακτοι ἐκεῖθεν ὑποχωρήσαντες καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελετράνῳ ἐντυχόντες ἐπεζήτουν τὰ κατατεθέντα παρ’ αὐτῶν εἰς τὴν ἐπισκοπὴ χρήματα. ὁ δὲ υἱὸς ἐκείνου καὶ ὁ Τριπόλεως ἐπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων παροχήν. οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον “εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῖ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελκτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. λοιπὸν οὐδὲ τὴν ἀπὸ Κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ [*](6. ναὶ μὴ P, καὶ om. F. 13. σύμφωνα F, σύμφωνον P. αὐτὸν λέγοντα F, λέγοντα om. P. 15. Πλεκτράνῳ P, correxi, 21. Πελκτράνος P, Πελκράνος F, Πλεκτράνος C.)
264
λοιποῦ ἕξετε οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεδθε.” ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μέν διὰ μειλιχίων λόγων, πῆ δέ δι’ [*](D) ἀπειλῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, δεῖν ἐλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ορκισαι του αὐτοκράτορος καὶ οὐτῶ τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. ὁ δὲ [*](P. 429) λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτορος. τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δι’ αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. ἐκεῖθεν δέ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφὐλιον παραμείψαντες κόλπον τὸν πλοῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καὶ τὸν Ἑλλήσποντον διαβεβηκότες [*](V. 340) τὸν βασιλέα καταλαμβάνουσιν.

[*](B)

Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφετοῦ δίκην ἐπήρχοντο, ἀπὸ μὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἠπείρου αὖθις ἐξ ἑῴας τοῦ Ἀμὴρ Σαϊσὰν καταλαμβάνον- [*](5. Πελκτράνου P, Πλεκτράνου C. 7. ἀποδοῦναι C. 11. εὐσθενῶν C. 12. ἐδέδης F, Ἐδέσσης PA. ἀραβίας FA, Ἀῤῥαβίας P. 14. πλοῦν τὲ FA, τε om. P. 15. θαλάττης FA, θαλάσσης P. χερόνησον F. 21. παραθαλάσσια πάντα C.)

265
τος ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, δεῖν κὼ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ’ ἄμφω τὰ μέρη μάχεσθαι καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης [*](C) καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μοναστρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ Χλιαρὰ καὶ τὰ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας. πολλὴν δέ τὴν [*](D) πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομὰς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ’ ὥραν. οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύτου καὶ Κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομάς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθοις ἀνυστάκτως ἐπιτηρεῖν [*](4. χερόνησον F. 5. ἀνακαλεσάμενος F, μετακαλεσάμενος P. 7. Ἀτραμυτίου scripsi: ἀτραμύτου F, Ατραμήτου P. 8. μὲν οὖν P, οὖν om. F. 11. Χλιερά C. 13. τολμῆ καὶ πείρᾳ στρατηγικῇ F, π. σ. κ. τ. P. 15. ἁπανταχόθεν F, πανταχόθεν P. 18. ἀπεῖδε F, ἐπεῖδε P.)
266
τὸν Φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους [*](P. 430) παραπλέοντας φρουρεῖν μηδέ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. ἐπεὶ δέ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιάσας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. ὡς δέ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπεποίητο, ἀποδιλόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ’ ᾦ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασιλέως καταμαθεῖν. ὡς δὲ τὴν Ἄβυδον κατέλαβον [*](B) ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. δι’ ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκότες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται, ἐφ’ ᾦ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς [*](V. 341) τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἶοί τε ἦσαν ἀπομάχεσθαι, τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. εἶς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιούτους ἀρχηγοὺς τὴν ἰδίαν [*](C) ἀφελόμενος νῆα μονήρη ὠκυτάτην οὖσαν πρὸς τὸν Βαλδουῖνον ἀπῄει καὶ τὶν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθάσας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα [*](1. τοὺς] πρὸς C. 2. Πελοπόνησον P. 8. ἐπεποίητο (ίη in ras.) F, ἐπεποίηντο P. 9. τρήρεις A. περὶ Α, παρὰ P. 10. μαθεῖν C. 14. θάλασσαν F, θάλατταν P. 15. χερόνησον F. 19. τοὺς τοιούτους F, τοιούτους P. 20. νῆα FC, νῆαν P.)
267
διηήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ ῾Ρωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται. ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει, ὅτιπερ οἱ ἡγεμόνες τοῦ Κελτικοῦ στόλου οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ᾿ αὐτῶν ἐγνωκότες ὑπέστρεψαν βέλτιον εἶναι νομίσαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ ῾Ρωμαϊκοῦ στόλου μαχο- [*](D) μένοις ἡττηθῆναι. ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν ῾Ρωμαϊκὸν ἔτι δεδιὼς στόλον. ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ᾿ οὐδὲ τὰ κατὰ τὴν ἤπειρον [*](P. 431) ζάλης ἄτερ παρῆσαν οὐδὲ φροντίδων ἄνευ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις ἐξ Ἀμάστριδος τὴν Ἀκρουνὸν φρουρῶν ἀποστασίαν μελετήσας κατέσχεν αὐτὴν καὶ τὰ παρακείμενα ταύτῃ δεινῶς ἐληΐζετο. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ μετὰ ἀποχρώσης δινάμεως κατ᾿ αὐτοῦ τὸν τοῦ Δεκανοῦ ἐξέπεμψε Γεώργιον. ὃς καὶ πολιορκήσας ἐπὶ τρισὶ μησὶ ταυτηνὶ μὲν τὴν πόλιν κατέσχεν, τὸν δὲ ἀποστάτην ἐκεῖνον πρὸς τὸν αὐτοκράτορα ταχέως ἐξέπεμψεν. ὁ δὲ [*](20) αὐτοκράτωρ τὴν μὲν τοῦ κάστρου φρουρὰν ἑτέρῳ ἀνέθετο, αὐτῷ δὲ τὰς ὀφρῦς ἐπιτοξεύσας πολλὰ ἀπειλήσας καὶ θάνατον αὐτοῦ τῷ φαινομένῳ καταψηφισάμενος εἰς φόβον [*](1. ἐπελθὼν C. 3. καθώσπερ C. 4. ὡμολόγει C. 11. τὰ addidi. 12. πάλης . ἄτερ F, ἄνευ PA. ἄνευ F, ἄτερ P. 15. ταύτῃ om. C. 21. ἐπιτοξεύσας καὶ P, καὶ om. F. πολλὰ FC, πολλὰς P.)
268
[*](B) μέγαν ἐνῆκε τὸν ἄνθρωπον, ταχὺ δὲ τὸ δέος ἔλυσε τοῦ στρατιώτου. οὔπω γὰρ ὁ ἥλιος τοῦ ὁρίζοντος κατέδυ, καὶ ὁ δεσμώτης ἐλεύθερος ἵστατο καὶ ὁ θανάτου καταψηφισθεὶς μυρίων ἐτετυχήκει δωρεῶν. τοιοῦτος ὁ ἐμὸς πατὴρ βασιλεὺς ἐν πᾶσιν ἐφαίνετο, κἂν πολλῆς ἐς ὕστερον τῆς ἐξ ἁπάντων ἀγνωμοσύνης ἀπηλαυσε, καθάπερ ποτὲ καὶ ὁ πάντων εὐεργέτης ὁ κύριος μάννα βρέχων ἐν ἐρήμῳ, σιτίζων ἐν ὄρεσι καὶ ἐν θαλάττῃ ἀβρόχους διαβιβάζων καὶ ὕστερον ἀθετούμενος καὶ ὑβριζόμενος καὶ τυπτόμενος καὶ τέλος σταυρὸν παρὰ τῶν [*](C) ἀνόμων κατακρινόμενος. ἀλλ᾿ ἐνταῦθα γενομένης προεκπηδᾷ μου τοῦ λόγου τὸ δάκρυον καὶ σφύζω περὶ τούτων ἐρεῖν καὶ ποιήσασθαι τῶν ἀγνωμόνων κατάλογον, ἀλλὰ τὴν γλῶτταν ἐπέχω καὶ τὴν καρδίαν σφαδάζουσαν καὶ τοῦτο δὴ πρὸς ἐμαυτὴν ἐπιλέγω συνεχῶς τὸ τοῦ ποιητοῦ “τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ᾿ ἔτλης”. ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀγνώμονα στρατιώτην ἐκεῖνον· τῶν δέ γε ἀπὸ τοῦ Χοροσὰν παρὰ τοῦ Σαϊσὰν σουλτάνου πεμφθέντων οἱ μὲν [*](V. 342) διὰ τῶν μερῶν τοῦ Σινάου κατήρχοντο, οἱ δὲ διὰ τῆς ἰδίως καλουμένης6 Ἀσίας ᾔεσαν. ὅπερ μεμαθηκὼς ὁ Γαβρᾶς Κωνσταντῖνος, ὁ τηνικαῦτα τὴν Φιλαδέλφειαν φρουρῶν, ἀναλαβό- [*](D) μενος τὰς ὑπ᾿ αὐτὸν δυνάμεις καὶ καταλαβὼν τούτους εἰς τὸ Κελβιανὸν αὐτὸς πρῶτος ἁπάντων κατ᾿ αὐτῶν λύσας τὸν [*](3. θάνατον . 6. ἀπηλαυσε] ἐπέτυχε C. πάντων CA, πρῶτος P. 8. ἀβρόχως . 10. γινομένης Α. 14. δὴ A, om, P. 15. τὰ τοιαῦτα P, τὰ om. F. 18. τοῦ scripsi: τῆς P. 20. ὁ , om. P. φρουρῶν καὶ P, καὶ om. FA. 22. Κελβιανὸν C, Κερβιανὸν PA.)
269
χαλινὸν καὶ τοῖς ἄλλοις αὐτὸ τοῦτο παρακελευσάμενος ἡττᾷ τοὺς βαρβάρους. ὁ δὲ τούτοι·ς ἐκπέμψας σουλτάνος τὴν [*](P. 432) ἧτταν τῶν τοσούτων μεμαθηκὼς ἀποστείλας πρὸς τὸν αὐτοκράτορα τὰ περὶ εἰρήνης διαπρεσβεύεται ὁμολογῶν ἅμα ἐκ· πολλοῦ τὴν ἀναμεταξὺ τῶν Μουσουλμάνων καὶ τῶν Ῥωμαίων εἰρήνην ἐπιποθεῖν θεάσασθαι. ἐκ μακροῦ γὰρ τὰς του αυτοκρατορος κατὰ πάντων ἀριστείας μανθάνων καὶ ἀπόπειραν αἰτοῦ οἷον ποιησάμενος κἀκ τοῖ. κρασπέδου τὸ ὕφασμα καὶ ἐξ ὀνύχων τὸν λέοντα ἐπεγνωκὼς καὶ μὴ βουλόμενος πρὸς εἰρηνικὰς ἀπενενεύκει σπονδάς. τῶν ἐκ Περσίδος τοίνυν καταλαβόντων πρέσβεων ὁ βασιλεὺς φοβερὸς [*](B) προύκάθητο καὶ οἱ ἐπὶ τῆς τάξεως τοὺς στρατιώτας ἐκ πάσης γλώττης συνειλεγμένους καὶ τοῖς πελεκυφόρους βαρβάρους ἐν τάξει καταστησάμενοι τοὺς πρέσβεις ἐπὶ τοῦ βασιλικοῦ παρεσήσαντο βήματος. ὁ δέ περὶ τοῦ σουλτάνου τούτους τὰ εἰκότα ἐπερωτήσας καὶ ἀκούσας τὰ δι’ αὐτῶν μηνύματα ὡμολόγει μέν τὴν μετὰ πάντων εἰρήνην ἀσπάζεσθαί τε καὶ δέλειν, πυθόμενος δέ περὶ τῶν τῷ σουλτάνῳ δοκούντων, ἐπεὶ μὴ πάντα τὰ παρ’ αὐτῶν αἰτούμενα συνοίσοντα τῇ τῶν Ῥωμαίων ἀρχῇ διέπω, πολλὴν τοῖς αἰτοῦ λόγοις πειθὼ [*](C) περιστείλας εὐστοχώτατά τε πρὸς αὐτοὺς ἀπολογησάμενος διὰ πολλῶν ῥημάτων πείθει τοῖς αὐτοῦ συγκατανεῦσαι θεἡττᾷ [*](1. κατὰ κράτος A. 3. καὶ ἀποστείλας C. 4. περὶ τῆς P, τῆς om. FA. 5. ῥημάτων Μουσολμάνων F. Μουλσουμάνων P. τῶν om. F. 9. ἐπεγνωκὼς F, ἐγνωκὼς P. 13. πελεκοφόρους F. 16. ἐπερωτήσας FC, ἐπετρωτήσας P. μνηνύματα F, μηνυόμενα P. 17. μετὰ] διὰ C. 19 sq. συνοίσοντα τῇ τῶν Ρωμαίων ἀρχῇ F, τῇ τῶν Ῥωμαίων ἀρχῇ συνοίσοντα P.)
270
λήμασιν. εἶτα πρὸς τὴν παρασκευασθεῖσαν αὐτοῖς σκηνὴν ἀπέλυσεν ἐντειλάμενος σκοπῆσαι τὰ ῥηθέντα, καὶ εἰ μέν ὅλῃ ψυχῇ πρὸς ταῦτα κατανεύσαιεν, ἐς νέωτα τὴν μεταξὺ συμφωνίαν πέρας λαβεῖν. ἐπεὶ δέ προθύμως τὰ παρὰ τοῦ αὐτοκράτορος ἐφαίνοντο δεχόμενοι, τῇ μετ’ αὐτὴν πέρας ἡ συμφωνία λαμβάνει. οὐ πρὸς ἑαυτὸν δὲ ἀπένευε μόνον, ἀλλὰ πρὸς αὐτὴν τὴν βασιλείαν Ῥωμαίων. κηδόμενος γὰρ [*](D) τῶν κοσμικᾶν μᾶλλον ἢ τῶν ἑαυτοῦ πᾶν τὸ οἰκονομούμενον πρὸς τὰ σκῆπτρα Ῥωμαίων ἀπονεύειν καὶ ἀναφέρεσθαι [*](P. 433) παντοίως διῳκονόμει, ἵνα καὶ μετ’ αὐτὸν καὶ ἐς τὸν ἐφεξῆς χρόνον τὰ συμπεφωνημένα διήκῃ, κἂν ἀπετύγχανε τοῦ σκοποῦ. τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἔσχε καὶ εἰς σύγχυσιν τὰ πράγματα. κατεστόρητο μέν γὰρ τῷ τέως τὰ ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ * μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ [*](V. 343) πάντα τὰ λῴονα καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν αὐτοῦ παρέλευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα.

[*](B)

Οἱ δὲ τοῦ Φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν περισωθέντων ἀπὸ τῶν πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ [*](10. ἐς F, εἰς P. 11. συμφωνούμενα C. 12. τὰ γὰρ μετ’ αὐτὸν ἄλλως ἴσχε] καὶ τῶν αὐτοῦ βουλευμάτων ἠστόχει C. 13. κατεστόρητο G. Dindorfius: κατεστορεύετο P. 14. ἀπάντα ἀπεῖδε? lacunam signavi: τοῦδε vel simile verbum intercidit. 16 — 18. μετὰ τὴν αὐτοῦ παρέλευσιν . . . τὰ σκῆπτρα] καὶ ὅλως ἀσυντελὴς μετὰ ταῦτα γέγονε τῶν πραγμάτων ἄλλως πως δια- κυβευθέντων C. 17. γέγονεν F, γέγονε P.)

271
Ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βασιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδόλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες. παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μέτα τῆς βασιλίδος (συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρόν, καθ’ ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος, εἰς τὴν βασιλεύουσαν ὑπέστρεψεν. οὐ πολὺς παρίππευκε [*](C) χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλήχει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων δινηεκῶς. μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ’ ὃν σύνηθες τοῖς τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ Δαμάλεως διαπερᾷ πορθμόν. καὶ οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνία ἀπεῖρξε [*](D) τοῦ ἔργου. ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκέ ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον φιληδόνοις συμβαίνειν εἴωθεν· ἀλλ’ ὅπως αὐτῷ [*](3. χερόνησον F. 4. τῆς F, om. P. 7. ἱστόρητο C. 8. ἀποπλεῖν F, παραπλεῖν P. 9. . . . οὐ F. 12. γὰρ om. C. 14. πολέμων C. 16. ὃν καιρὸν P, καιρὸν om. F. 17. κάτα τῶν Χριστιανῶν om. C. 20. ποτε FA, πώποτε Ρ. 21. ἐς F, εἰς P. ἵνα μή τις? 22. νομίζοι F, νομίσοι Ρ.)
272
[*](P. 434) ἡ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν, ἐγὼ διηγήσομαι. ἐσφαί- ριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ · κἀντεἷθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ᾿ ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνήθων διατριβῶν εἴχετο. αὕτη μὲν οὖν πρώτη αἰτία τῆς τῶν ποδῶν [*](B) ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. δευτέρα δέ καὶ ἐναργεστέρα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τήν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν; τότε γὰρ οὗτος εἰς πέλα- [*](V. 344) γος ἀχανές φροντίδων ἐμπεπτωκὼς ἐκ πολλοῦ συνιδὼν αὐτοὺς τὴν ῾Ρωμαίων βασιλείαν ὀνειρώττοντας, ὑπὲρ τὴν ἄμμον [*](C) δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ ῾Ρωμαϊκὰς ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ἓν συναφθεῖεν, πολλῷ γε μᾶλλον διεσπαρ- [*](2. ταττίκιον A. 3. ὑπὸ] παρὰ C. 5. γένυος C. τὸν om. FA. 7. τυχὼν F, τυχεῖν P. 8. ἐλθὼν F, ἐλθεῖν P. 9. ουν om. F. 11. δευτέρα δὲ F, δὲ om. P. ἐναργεστέρα FA, ἐνεργεστέρα P. 12. δὲ καὶ F, δὲ om. F. οἶδε F, εἶδε P. 13. ἐκεῖνα PA, ἐκείνων F. 14. ἁπανταχόθεν] ἁ add. m. 1 F. 16. καὶ ἐκ P, καὶ om. F. πολλοῦ F, πολλῶν P. συνιδὼν F, συνιδεῖν P. 17. τὴν τῶν P, τῶν om. F. 19. οὐδὲ πρὸς F, πρὸς om. P.)Λ
273
μένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ Δαλματίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τἀς τῶν Κομάνων καὶ Δακῶν ἐφόδοις πολλῶν δὲ καὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐμπιστευομένων, ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὐθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτοκράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα [*](D) πάντα ἐν δευτέρῳ θέμενος. καὶ τὸ μέν πέριξ ὑποκινούμενον βαρβαρικὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάττεσθαι ἔσπευδεν [*](P. 435) ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύματα. ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται; παντοῖος παντοῖος οὖν πρὸς πάντας γινόμενος ὡς ἐνὸν τοῖς πράγμασι πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εἰθὺς ἡλίου τὸν ἀνατολικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου κελεύων τοὺς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι ἡμέραν ἑκάστην, ἅμα μέν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν[*](Β) τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αἰτοῖ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. οἱ δὲ [*](1. περὶ F, παρὰ P. 5. τῶν F, om. P. 6. ὅλος FC, ὅλως P. 8. ἔχθραν in ras. m. 1 F. 20. ἐκείνην C.)
274
Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ᾿ ὁπόσους ἂν ἕκαστος τῶν κομήτων ἐβούλετο, [*](C) συμπαραλαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ᾿ ἐκείνου ἄλλος. εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ, καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ᾿ Ὀπόσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν. οἱ δὲ τοιοῦτοι [*](V. 345) ὄντες τὸ τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὐφορώμενοι οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὀμιλίας παρεῖχεν, ἀλλ᾿ ἀνέτως [*](D) τὰς ὁμιλίας καὶ τὰς αἰτήσεις ἐποιοῦντο. τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν, ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει καταστοχάζεσθαι· τοὺς [*](P. 436) δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι᾿ ὅλης διαμεμενηκὼς ἡμέρας ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοιτωνίσκον ἀπονεύων· ἀλλ᾿ οὐδ᾿ οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦντο

[*](3. γένος F, ἔθνος P. 6. ἐχομένως] ἐρχομένου C. 7. δ᾿ F, δὲ P. ἄλλος] ἕτερος C. 11. γλῶτταν F, γλῶσσαν P. 15. καὶ τὰς P, τὰς om. F. 19. διαμεμενηκὼς ἡμέρας F, ἡμέρας μεμενηκὼς P.)

275
ὀχλήσεως. ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέτων μόνον τῆς ἡμερινῆς ὁμιλιας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων κὼ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύτης γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφορὰς ἑτοίμως τὸν αὐτὸν καὶ [*](B) ἕω τὰς ἀνθυποφορὰς ποιούμενον. πέρας δέ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἠν. ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετο. τὸ γὰρ τῶν Φρόγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει, μὴ ἁ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖται βλάβη τῇ Ῥωμαίων ἀρχῇ. καὶ ᾦ ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον. ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μέν μέχρι μέσης νυκτός, πολλάκις δέ καὶ τρίτης ἀλεκτοροφωνίας, ἔστι δ’ ὅτε σχεδὸν καὶ [*](C) περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. πάντες δέ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῂεσαν δυσχεραίνοντες. † κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, [*](8. γλωσσαλγίας] στωμυλίας Α. 10. τῶν Φράγγων] τούτων C. 12. τῇ τῶν C. 16. μέχρι μέσης F, μέσης om. P. 17. σχεδὸν] τυχὸν C. 20. κἀντεῦθεν] καίτοι ἀνέχεσθαι? καίτοι ἀντέχειν? καρτερεῖν δὲ?)
276
ὁ δ’ ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ’ εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμειλίκτως εἶχεν ὁ βασιλεύς. καὶ τίς γὰρ τῆς ἐκείνου φερεπονίας λόγος ἐφίκοιτο; μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ’ [*](D) Ὅμηρον· ἄλλος μεταστὰς παρεδίδου ἑτέρῳ τὴν λαλιὰν κἀκεῖνος [*](P. 437) εἰς ἄλλον μετέπεμπεν, εἶτ’ αὖθις οὗτος εἰς ἕτερον. καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δέ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἡ καὶ δευτέρας ἀλεκτοροφωνίας. μικρὸν δέ διαναπαπαυόμενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ [*](V. 346) τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς νυκτερινοὺς ἐκείνοις διαδεχόμενοι. ἐκ ταίτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν ἐνσκήπτει τοῦ αὐτοκράτορος. ἔκτοτε δέ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφοδράν. ὁ δὲ [*](B) τοδοῦτον ἐγκαρτερῶν ἢν, ὡς μηδέποτε γογγυστικὸν ῥῆμα, ἀλλὰ τὸ “ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν”. εἰ καί που δὲ τῶν χειλέων αὐτοῦ ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος “φεῦγε” λέγων “ἐξ ἐμοῦ πονηρέ· οὐαί σοι καὶ τοῖς σοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν”. ἀλλὰ τὰ μέν τῆς τῶν [*](1. δ’ F, δὲ P. 2. ὑπήρειδεν scripsi: ὑπερεῖδεν P. 5. ἀμετροεπῶς F, ἀμετροεπής ἐκολόα F (in mg. m. 2 ἐθορύβει). 9. καὶ F, om. P. 10. δὲ διαναπαυόμενος F, δ’ ἀναπαυόμενος P. 15. σφοδράν F, ἐφυδράν P. 17. πάσχω scripsi: πάσχων P.)
277
ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν· εἰ δέ τις τῇ νόσῳ ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας κρατῆρος, καθὼς ὲν ὀλίγοις ἐνσημανούμεθα, ἵνα μὴ [*](C) λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἂν ἡ βασιλις μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορος οἶσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προχαταρκτικὴ μόνον, ἀλλὰ καὶ αυνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν οἱ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ συμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὶν ἐκείνου φύσιν ἀπεῖδεν, οὐ μόνον αἰτία νοσήματος ἢν, ἀλλὰ καὶ ἄντικρους νόσημα καὶ [*](D) βαρύτατον σύμπτωμα. ἀλλ' ἐπέχειν τὸν λόγον ἀνάγκη τὴν γλῶτταν ἐνδακόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόροι, κἂν [*](P. 438) ὅτι μάλιστα προθυμότατος ᾐ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι.

Ὁ δὲ λῷος ἐχέσθω τῆς [τῶν Κελτῶν ] διηγήσεως. αὐλιζεται μέν οὖν ὁ αὐτοκράτωρ κατὰ τὴν πέραθεν Δάμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε. καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοὶ· δίκην διαπερῶντες [*](6. προσεμηχανᾶτο F, ἐμηχαωᾶτο P. 15. παρεκθέεινπ F, παραθέειν P. 17. τεταμιεύσθω F, ταμιευέσθω P.. 19. τῶν Κελτῶν om. Α, seclusi. περαιωσάμενον F, διαπεραιωσάμενον P.)

278
πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δέ καὶ τὴν σφοδρὰν ἐκείνην [*](B) ὀδύνην ῥᾳΐσαι ἐλπίζοντα. πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδόνας διὰ παντοίας ἐπιμελείας, ὡς “εἴ ποτε” εἶπεν ὁ βασιλεύς “ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐΠιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα καιρὸν ἀπολωλεκώς”. ἐσπέρας μὲν ἔφη τοῦτο, κατὰ δέ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνασχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νικαίαν κατήγ- [*](C) γειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος Εὐ- [*](V. 347) σταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ’ αὐτοὺς διαλαμβάνουσαν. ὁ γοῦν αὐτοκράτωρ μηδέ μικρὸν ἀναμείνας μηδὲ μελλήσας ὅλως, ἀλλ’ οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι’ ἁρμαμάξης τῆς πρὸς Νικαίαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα † τούτων ἀναλαβόμενοι κατ’ ἴλας στοιχηδὸν ἐφ’ ἑκάτερα ἴεντο. καὶ οἱ μέν παρέθεον τούτῳ, οἱ δέ προέπεμπον, οἱ δὲ συνείποντο συγχαίροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι, ἀνιώμενοι δέ διὰ τὴν [*](7. ἐς F, εἰς PA. 8. ἄχθομαι ἤδη P, ἤδη om. FA. 14. διαλαμ ] in ima pagina m. al. ἄπο τῶν ὧδε λείπουσι φύλλα δύο. sequuntur duo folia insiticia m. rec. scripta. 15. μελήσας F. 17. λύγον FC, λόγον P. 19. στιχηδὸν ἴενται F (sed eadem m. corr. ἵεντο).)
279
ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύνην. ὁ δὲ πρὸς θάρσος [*](D) ὤτρυνεν ἅπαντας νεύμασί τε καὶ λόγοις ἡδὶ προσμειδιῶν αἰτοῖς καὶ προσφθεγγόμενος. δι' ἡμερῶν δέ τριῶν κατέλαβε τόπον τινα Αὶγιαλοὺς καλούμενον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλωΐσασθαι ἔμελλεν. ἐπειγόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προσέρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ [*](P. 439) τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αἰτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν . . . . . . τὰ παρὰ τὴν θάλασσαν δῃώσασθαι. οἵτινες τά τε παρακείμενα τῇ περὶ τὴν Νικαίαν λίμνῃ καὶ τὴν Προῦσαν δῃώσαντες, ὡς δὲ καὶ τὴν Ἀπολλωνιάδα, αἰτοῦ που περὶ ταύτην ηὐλίσαντο κἀκεῖσε τὴν λείαν πᾶσαν ἀφελόμενοι ὁμοῦ πρὸς τὰ πρόσω ἐχώρησαν, τό τε Λοπάδιον καὶ πάντα τὰ ξυμπαρακείμενα ληϊσάμενοι, ἀλλὰ καὶ αὐτήν, φησι, τὴν Κύζικον καταλαβόντες ἐξ ἐφόδου ἀπὸ τοῦ μέρους τῆς θαλάσσης κατέσχον [*](B) τοῦ ταύτην φρουροῦντος μμδοπωσοῦν ἀντισχόντος, ἀγεννῶς ἐκεῖθεν ὑποχωρήσαντος. εἶτα τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχούμετ τῶν ἐκκρίτων ἀρχισατρόπας διὰ [*](3. δὲ C, τε P. 4. Αἰγιαλοὺς C, Αἰγύλλους P. 11. lacuna sex litterarum in FP. 12. παρά Α, περὶ P. θάλασσαν F, θαλάτταν P. 13. πρῶσαν C. 19. μηδ’ ὁποσοῦν P, correxi. 21. καὶ τὸν FC, τὸν om. Ρ.)
280
τῶν Λεντιαῶν πρὸς τὸ Ποιμανηνὸν ἀπιέναι ἐφελκομένους λείαν πολλὴν καὶ ἄνδρας πλείστοις δορυθηράτους καὶ γύναια καὶ παῖδας, ὅσους ἀφῆκεν ὁ σίδηρος. τὸν δέ γε Μονόλυκον ποταμόν τινα διαπεράσαντα Βαρηνὸν ἐγχωρίως καλούμενον, ῥέοντα μὲν ἀπό τινος ὄρους Ἰβιδος καλουμένου, ἀφ’ οὗ [*](C) πολλοὶ καὶ ἄλλοι ἀπορρυίσκονται ποταμοί, Σκάμανδρός τε καὶ Ἀγγελοκωμίτης καὶ Ἔμπηλος, πρός τε τὸ Παριὸν ἀπονενευκέαι καὶ τὴν ἐφ’ Ἑλλησπόντου Ἄβυδον καὶ δι’ Ἀτραμυττίου τε καὶ τῶν Χλιαρῶν διεληλυθότα μετὰ πάσης αἰχμαλωσίας ἀναιμάκτως καὶ ἄνευ μάχης τινός. πρὸς ταύτην τὴν ἀγγελίαν ὁ αὐτοκράτωρ τὸν Καμύτζην δοῦκα τηνικαῦτα Νικαίας χρηματίζοντα διὰ γραμμάτων παρεκελεύσατο παρέπεσθαί τε τοῖς βαρβάροις μετὰ πεντακοσίων στρατιωτῶν καὶ τὰ κατ’ αὐτοὺς διὰ γραμμάτων δηλοῦν, φείδεσθαι δὲ τῆς [*](D) μετ' αὐτῶν συμπλοκῆς. ὁ δὲ ἐξελθὼν τῆς Νικαίας καταλαμβάνει [*](V. 348) τόν τε Κοντογμήν καὶ τὸν Ἀμὴρ Μουχούμετ καὶ τοὺς λοιποὺς εἰς τὰ καλούμενα Ἀόρατα καὶ ὥσπερ τῆς τοῦ αὐτοκράτορος παραγγελίας ἐπιλαθόμενος παραχρῆμα τούτοις προσβάλλει. οἱ δέ τὸν αὐτοκράτορα προσδόκιμον ἔχοντες καὶ τοῦτον εἶναι τὸν ἐπεισπεσόντα νομίσαντες πτοηθέντες τὰ νῶτα διδόασι. Σκύθην δέ τινα τηνικαῦτα κατασχόντες καὶ παρὰ τούτου πυθόμενοί, ἐπεὶ τὸν Καμύτζην ἐγνώκεσαν εἶναι, τὰς [*](5. Ιβιδος C, Ιβιβος P. 6. ἀπορυίσκονται P, correxi. 7. Ἀγγελοκωμίτης FC, Αγγιλοκωμίτης P. παριὸν A. Πάρεον P. 8. ἀτραμυττίου τε F, ἀτραμυττίου δὲ A, Ἀτραμύτου P. 12. Νικαίας χρηματίζοντα C, Νικαίας om. P, lacunam hahet Α. 14. δὲ scripsi : τε Ρ. 16. μαχούμετ F. 22. ἐγνώκεσαν A, ἐγνώκεισαν P.)
281
ἀκρολοφιας διῄεσαν καὶ θαρρύνοντες ἑαυτοὺς διά τε τυμτάνων καὶ ἀλαλαγμῶν ἀνεκαλοῦντο τοὺς ἁπανταχῆ σκεδασθέντας τῶν ὁμοφύλων. οἱ δέ ἀνα·κλητι·κὸν τουτὶ τὸ σύνθημα [*](P. 440) γινώσκοντες πάντες συνέρρεον. ἐπανελθόντες οἶν κατὰ τὴν πεδιάδα τὴν διακεμένην ἐγγὺς κάτωθεν τῶν καλουμένων Ἀοράτων αὖθις ἠθροίσθησαν. ὁ δέ γε Καμύτζης τὴν λάαν πᾶσαν ἀφελόμενος ἐξ αἰτῶν οὐκ ἤθελε μέχρι τοῦ Ποιμανηνοῦ καταλαβεῖν, ὡς εὖ τὰ κατ’ αὐτὸν ἐν τούτῳ διαθέσθαι (πολίχνιον δὲ τοῦτο ἐρυμνότατον), ἀλλὰ περὶ Ἀόρατα ἐμβραδύνων ἔλαθε καθ’ ἑαυτοῦ βουλευσάμενος. οἱ βάρβαροι γὰρ ἐν τῷ ἀκινδύνῳ γεγονότες οὐκ ἐπελάθοντο τοῦ Καμύτζη, ἀλλ' ἐνήδρευον τοῦτον διὰ παντός. καὶ μεμαθηκότες [*](B) ἔτι αὐτὸν εἰς τὰ Ἀόρατα ἐνδιατρίβοντα καὶ τὰ περὶ τὴν λείαν ἅπασαν καὶ τοὺς δοριαλώτοις διατιθέμενον παραχρῆμα τὰς ὑπ’ αὐτοὺς δυνάμεις κατ’ ἴλας καταστησάμενοι περὶ δείλην ἑῴαν εἰσπίπτουσιν αὐτῷ. τὸ μὲν οὖν πλεῖον τοῦ στρατεύματος τοῦ Καμίτζη τοσαύτην πληθὺν βαρβάρων ἐπεισπεσοῦσαν αἰτοῖς ἑωρακότες φυγῇ τὴν ἑαυτῶν σωτηρίαν ἐδόκουν πραγματεύσασθαι. αὐτὸς δὲ μετὰ τῶν Σκυθῶν καὶ τῶν Κελτῶν καὶ ὁπόσοι τῶν Ῥωμαίων εὐψυχότεροι ἦσαν ἐκθύμως ἐμάχετο. καὶ τηνικαῦτα οἱ τούτων πλείους [*](C) πίπτουσιν· ὁ δέ γε Καμύτζης μετ’ ὀλίγων καταλειφθεὶς [*](2. σκεδασθέντας AP. διασκεδασθέντας F. 6. Καμμύτζης F: sic semper in his foliis insiticiis. 11 sq. ἐπελανθάνοντο τοῦ καμύτζη, τοσαύτην πληθὺν βαρβάρων ἑωρακότες ἀνδραποδισθέντα ἐξ αὐτῶν παρὰ τοῦ καμύτζη A. 13. διατρίβοντα F. 14. περὶ scripsi: παρὰ P. 18. φυγῇ FA, φυγὴν Ρ. τὴν ἑαυτῶν σωτηρίαν ἐδόκουν πραγματεύσασθαι Α. τ. ἑ. σ. πραγματεύεσθαι ἑ. F, τ. ἑ. πραγματεύεσθαι ἑ. σ. P. 19. Κελτῶν καὶ τῶν Σκυθῶν F. 21. ἐμάχοντο C. 22. ὀλίγων πάνυ A.)
282
ἔτι ἀντείχετο τῆς μάχης. καιρίαν δὲ ὁ ἵππος, ἐν ὡ ἐπωχεῖτο, πληγεὶς κατὰ γῆς ἔρριπτο. ὁ δέ γε τούτου ἐδελφιδοῦς Καταρόδων οὕτω καλούμενος ἀποβὰς τοῦ ἰδίου ἵππου τοῦτον αὐτῷ δίδωσι. βαρὺς δὲ ὢν ὁ ὀνὴρ καὶ μέγας ῥᾳδίως τοῦ ἵππου ἐπιβῆναι οὐκ εἶχεν· ἔνθεν τοι καὶ μικρὸν ἀναποδίσας ἐπί τινα δρῦν ἑαυτὸν προσερείσας καὶ τὸν ἀκινάκην σπασάμενος τάς τε σωζούσας ἀπολωλεκὼς ἐλπίδας, ὁπόσοι [*](D) τούτῳ τῶν βαρβάρων συμπλακῆναι κατετόλμων, κατά γε κόρυθος καὶ ὤμων καὶ αὐτῶν δὴ τῶν χειρῶν παίων οὐκ ἐνεδίδου. ἐπὶ πολὺ γοῦν τοῦτον ἀντέχοντα ὁρῶντες οἱ βάρβαροι καὶ πολλοὺς κτείνοντα, πολλοὺς δέ καὶ τιτρώσκοντα ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθηρὸν αὐτοῦ θαυμάσαντες τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. ὁ δέ ἀρχισατράπης Μουχούμετ τὴν κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνικαῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεχομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ’ ὧν ἔτυχε προσελθὼν ἔφη “μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον ἀλλὰ δίδου μοι τὴν χεῖρα καὶ δώζοὐ”. ὁ δέ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον [*](P. 441) δίδωσι χεῖρας τῷ Μουχούμετ. καὶ ὅς ἐφ’ ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα· [*](2. ἔρριπτο F, ἔριπτο P. 5. εἶχεν F, εἶχε P. 7. σωζούσα.ς καθάπαξ A. 8. συμπλακῆναι om. F. 10. ἀνέχοντα P, correxi, 18. δίδου μοι P, δίδοθι Α. 19. τὴν Α, om. P. 21. μουχούμετ C (sic semper) AF, Μαχούμετ P. ἔφιππον P, correxi.)
283
ὁ δέ γε αὐτοκράτωρ στοχασάμενος τῆς ἀτραποὶ; δι’ ἧς διϊέναι [*](V. 349) ἔμελλον, ἄλλην τραπόμενος Λά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων τῶν οἴτῳ καλουμένων Βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου διακείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε καταλαμβάνει τὴν Ἀκροκὸν ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ [*](B) τῶν ἔμπροσθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ᾿ αἰτῶν συνάψαι τὸν πόλεμον. οἱ δέ μηδὲ μνείαν ὅλως Ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες ἵκει ποι· περιχυθέντες ἐξέκειντο. ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ’ αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοῖς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῖ· τὸ στράτευμα εἰς πόλεμοι· τύπον καταστήσας καὶ παραταξάμενος ἔμπροσθεν μὲν Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ’ ἑκάτερα δέ ἰλαδὸν [*](C) καταστήσας τὸ στράτευμα τὴν οὐραγίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν του πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε. τὸ δέ μέσον τῆς παρατάξεως αὐτὸς διέπων πων ὅλας συνετάραττε φάλαγγας καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ’ αἰτῶν συνῆψε πόλεμον. πολλοὶ μὲν οἶν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δέ καὶ δορυθήρατοι ἄγονται. οἱ δέ τῷ καλαμῶνι προσπεφευγότες τέως [*](3. Μαλαγίνων C, Μελαγίνων P. 6. ἀκρομὸν Α. 9. τέπειαν F. 10. καταλαβόντες om. F. 12. τεπείας F. 13. τύπον F, τόπον P. 16. Τζιπουρέλη (corr. m. 1) F.)
284
ἐσώζοντο· ὁ δὲ αὐτοκράτωρ λαμπρὰν τὴν κατ’ αὐτῶν νίκην ἀράμενος πρὸς τὸν καλαμῶνα ἐπιστραφεὶς ἔσπευδε κἀκεῖθεν [*](D) τούτους ἀπελάσαι. οἱ δέ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἁφῆναι ἐπέταξε. τούτου δὲ γενομένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα· οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας. καὶ τούτων δέ οἱ μέν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δέ πρὸς τὸν αὐτοκράτορα ἤγοντο.

Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ [*](P. 442) κατελθόντας βαρβάρους ὁ δὲ Ἀμὴρ Μουχούμετ μεμαθηκὼς τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμάνους κατόπιν εὐθὺς ἐλαύνει τοῖ] βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοιπῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχύμετ βάρβαροι τὸν αὐτοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπορευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δέ διώκοντες ἔξω κακῶν εἱστήκεισαν ἔτι. ἐπεὶ [*](B) δ᾿ ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μου- [*](V. 350) χούμετ, πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. ὁ δέ ἐν αἰσθήσει [*](1. νίκην κατ’ αὐτῶν F. 6. ἁφῆναι scripsi: ἀφεῖναι PA. 9. δὲ om. F. 12. ἐλθόντας F. ἀμηρᾶς Α. Μουχούμετ ΡΑ, μαχούμετ F. 17. μουχούμετ F, Μαχούμετ Ρ. 21. μουχούμετ F, Μαχούμετ Ρ.)

285
τοῦ αὐτοκράτορος ἂν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ἀνὴρ μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ’ αὐτόν, ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δέξασθαι, κατὰ τοῦ Μουχούμετ ἕεται. παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. περὶ παλαιοχώριον δέ τι γενομένοις μήπω τῶν ὑπ αὐτοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει τούτους ὁ Μουχούμετ σταθηρότατος ὤν. τὸν ἵππον δέ του Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρριψεν. ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν. ἀλλὰ καὶ τὸν [*](C) Τζιπουρέλην ἀναισχύντως κατ’ αἰτῶν ἱέμενον ὁρῶντες ἵππον, ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρατιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φορουρεῖν καὶ τοὺς κατ’ αὐτῶν ἱεμένοις ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ’ αἰτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. ἐπεὶ δέ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνικαῦτα δέσμιος παρῆν, τὴν γενομένῳ σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμε- [*](D) νος καὶ τοὺς μέν φεύγοντας, τοὺς δέ διώκοντας ὁρῶν σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. περιτυχὼν [*](2. ὁ ἀνὴρ P, ὁ delevi. περιμείνας τοὺς μετ’ αὐτόν (περιμείνας scriptum altera manu) C, περικαρτερήσας P. 4. Μαχούμετ P, correxi. δὲ τούτῳ κτὰ A. Τζιπαρέλης F, τζιπερούλης Α. 5. γενομένοις scripsi: γενομένῳ P. αὐτοὺς C, αὐτὸν P. 8. ὃν Ρ, correxi. 9. ἀλλὰ καὶ] finis foliorum insiticiorum; ab eodem qui illa scripsit primus versus (τὸν . . . οἷον τοῖς) in pagina adiectus est. 15. ἀπελαύνειν ἱεμένους F.)
286
δέ αὐτῷ κατάφρακτός τις Κελτὸς τὸν ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν πεδιάδα τῆς τεμ- [*](P. 443) πείας αὐλιζόμενον μεταξὺ Φιλαδελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασιν. ὁ δέ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῶστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει “εἰπὲ” λέγων “ὅσα τε πέπονθας καὶ ὅσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν”. μεμαθηκὼς δὲ τὴν σφαγὴν του Ἀμπελᾶ καὶ τοῦ Τζιπουρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγῆ περιαλγήσας γήσας ὁ αὐτοκράτωρ τὴν ψυχὴν ἔφη “δύο δόντες ἕνα ἐλάβομεν”. ἔθος γὰρ αὐτῷ, ὁπηνίκα νικήσειέ τινα πόλεμον, [*](Β) ἀνερευνᾶν, εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χειρός· καὶ κἂν ὅλας ἐτρέψατο φάλαγγας καὶ νίκην τὴν κατ’ αὐτῶν ἤρατο, ξυμβέβηκε δ’ ἵνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδέν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. αὐτὸς δέ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ’ αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας Τεώργιον τὸν Λεβούνην καὶ ἑτέρους πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. ὁ μέν οὖν Καμύτζης καταλαβὼν τὸ Δάμαλιν καὶ ἐν ἀμφηρικῷ εἰσελθὼν περὶ [*](2. τεπείας F. 4. στρατεύμασι F. 4 sq. ὁ δὲ τὸν C, τὸν δὲ P. 7. ὅσα τε F, τε om. P. 8. κατάγγειλον C, κατάγγειλε P. 15. δὲ ἕνα F, δ’ om. P. 22. ἀμφηρικῷ L. Dindorfius: ἀμφιρύκῳ P.)
287
μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα εἰς τὰ ὑπερ- [*](C) κείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν [*](V. 531) πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην. τῶν δέ ἐρομένων, τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πίλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. μόγις οὖν τοὔνομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. ἡ δέ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῖ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), θεασαμένη τοῦτον Τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χω- λεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν· εἶτα [*](D) περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσδοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα οὐκ εἶχεν ὑφ’ ἡδονῆς ὅ τι καὶ [*](Ρ. 444) γένοιτο. ἐπέτρεψε δέ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμβεβηκότα διακηρυκεύειν ἅπασι. καὶ ὁ μὲν πρωΐθεν ἐξαναστὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων πείνων, μεθ’ ὣν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθείς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ’ αὐτῷ ἐκεκίνητο ὁμοῦ τε καὶ τὰ κατ’ αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα. αὐτὸς δέ περιστοι- [*](5. ἀποζυγωθῆναι F, ἀπογυμνωθῆναι P. 8. ὠνόμαζον F, ὀνομαζόμενον P. 14. ἐφ’ P, correxi. 15. μέχρις F, μέχρι Ρ. 16. ἅπασι F, ἅπασιν P. 18. ἐσθημάτων F, ἐσθήτων P. 21. τε] μὲν?)
288
[*](B) χησάντων αὐτὸν ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνέκυρσε κατὰ τοῦ ῾Ρωμαϊκοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέθηκε τὴν παράδοξον ἑταυτοῦ ἀπὸ τῶν βαρβάρων φυγήν. οἷς ἐπευφήμησεν ὅλον τὸ πλῆθος καὶ μέχρις αἰθέρος ὁ κρότος τῆς εὐφημίας ἀνεληλύθει.

Ταῦτα μέν οὕτως ἐτετέλεστο καὶ ἡ Κωνσταντίνου ἐνεπέπληστο τῶν τοῦ βασιλέως κατορθωμάτων. καὶ γὰρ ὡς [*](C) ἀληθῶς ὅσον μὲν ἀπὸ τῆς τύχης δυσχερέσι πράγμασιν ὡμιλήκει καὶ ἀντίξως ἔχουσι πρός τε αὐτὸν καὶ τὰ τῶν ῾Ρωμαίων πράγματα καὶ ὅλως δυστυχημάτων πλήθει περιερρεῖτο. ἀλλ᾿ ἥ γε ἀρετὴ τούτου καὶ τὸ ἐγρηγορὸς καὶ δραστήριον ἀντέβαινε καὶ φιλονείκως εἶχε πρὸς ἅπαν δυστύχημα. οὐδενὶ γὰρ τῶν ἀνέκαθεν βασιλέων καὶ εἰς τὴν τήμερον ὄντων πραγμάτων ἐπιπλοκὴ καὶ μοχθηρία παντοδαπῶν ἀνθρώπων καὶ οἴκοι καὶ θύραθεν προσεπέλασεν, ὡς ἐπὶ τούτου τοῦ αὐτοκράτορος εὕρομεν. εἴτε γὰρ ἔδει πονήρως διατεθῆναι [*](D) τὰ τῶν ῾Ρωμαίων Θεοῦ παραχωροῦντος (οὐδέ γὰρ ἂν ἀπὸ τῆς ἀστρῴας περιφορᾶς ἐξαπτοίμην ποτέ τὰ ἡμέτερα) εἴτε [*](V. 352) ἀπὸ τῆς τῶν προβεβασιλευκότων ἀβουλίας εἰς τόδε κατα- [*](1. αὐτῷ Ρ, correxi. 2. ξυνέκρουσε C. 6. ἀπὸ τῶν F, ἀπὸ om. P. 7. ἐπεφήμησεν P, correxi. 14. ἐγρηγορὸς] prius γ in ras. F. 17. ἐπιπλοκὴν καὶ μοχθηρίαν C. 18. καὶ οἴκοι καὶ θύραθεν om. C. 20. οὐδὲ F, οὐδὲν P.)

289
στάσεως τὰ τῆς Ῥωμαϊκῆς δυναστείας ἔστη, ὄχλος πολὺς [*](Ρ. 445) πραγμάτων καὶ πολυκύμαντος τάραχος ἐπὶ τῶν καιρῶν τῆς βασιλείας τοὐμοῦ πατρὸς συνελήλυθεν. ἅμα γὰρ κατὰ ταὐτὸν καὶ Σκύθης ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς ἑσπέρας Κελτὸς καὶ ἐξ ἀνατολῶν Ἰσμαὴλ ἐτετάρακτο χωρὶς τῶν ἀπὸ θαλάσσης κινδύνων, κινδύνων, ἄνει· τῶν θαλασσοκρατούντων βαρβάρων, ἄνει τῶν πειρατικῶν ἀναρίθμων νηῶν, ἃς ἡ τῶν Σαρακηνῶν ἐτεκτόνευσε μῆνις, ἃς ἡ τῶν Οὑετόνων συνεπλέξατο πλεονεξία καὶ κατὰ τῖς Ῥωμαϊκῆς βασιλείας δύσνοια. καὶ γὰρ ἐποφθαλμιῶσι πάντες αἰτῇ. φύσει γὰρ οὖσα δεσπότις τῶν [*](B) ἄλλων ἐῶν ἡ βασιλεία Ῥωμαίων ἐχθρωδῶς διακείμενον ἔχει τὸ δοῦλον, καὶ ἐπειδὰν ἐπιδράξαιτο καιροῖ; φέρεται ἄλλος ἄλλοθεν ἐκ γῆς καὶ θαλάττης ἕκαστος. ἀλλὰ τὰ μὲν πρότερον καὶ τὰ τῆς πρὸ ἡμῶν βασιλείας ἐλαφρότατα ἦν καὶ κουφότερα· ἐπὶ δὲ τοὐμοῦ πατρὸς ἅμα τε ἐπιβεβήκει τοῦ βασιλικοῦ ἅρματος καὶ εὐθὺς ἐπισυνέρρευσεν ἁπανταχόθεν ἅπαντα τὰ δεινά· καὶ ὁ Κελτὸς ἐκεκίνητο καὶ ἐδείκνυ τοῦ δόρατος τὴν ἀκμὴν καὶ ὁ Ἰσμαὴλ τόξον ἐνέτεινε καὶ τὸ Νομαδικὸν ἅπαν ἔθνος καὶ Σκυθικὸν ὅλον ἁμάξαις παμ- [*](C) μυρίαις ἐπέβρισεν. ἀλλ’ ἴσως τις ἐνταῦθα τοῦ λόγοι γενόμενος καὶ ἐντυγχάνων τῷ συγγράμματι δεδεκασμένην εἴποι τῇ φύσει τὴν γλῶτταν. ἐγὼ δὲ οὐ μὰ τοὺς τοῦ βασιλέως [*](1. ὄχλος πολὺς C, πολὺς om. P. 10. ἐποφθαλμῶσι Ρ, correxi. 19. ὅλον scripsi: ὅλαις P. ὢ. γλῶτταν F, γλῶσσαν P.)
290
ὑπὲρ τῆς τῶν Ῥωμαίων εὐδαιμονίας κινδύνους, οὐ μὰ τὰ τοῦ πατρὸς ἀθλήματα καὶ τὰς συμφοράς, ἃς ὑπὲρ τῶν Χριστιανῶν ἐπεπόνθει, οὐκ ἔγωγε χαριζομένη τὠμῷ πατρὶ τὰ τοιαῦτα καὶ λέγω καὶ γράφω. ἥ γε καὶ ὅπη τὸν πατέρα σφαλλόμενον ἴδοιμι, ἄντικρυς καὶ παραβαίνω τὸν νόμον τὸν [*](D) φυσικὸν καὶ τῆς ἀληθείας ἐξέχομαι φίλον μὲν καὶ τοῦτον ἡγουμένη, φιλτέραν δέ τὴν ἀλήθειαν ἔχουσα· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὡς πού τις ἔφη φιλόσοφος, κράτιστον προτιμᾶν τὴν ἀλήθειαν. ἀλλὰ τοῖς πράγμασιν αὐτοῖς ἐπακολουθοῦσα καὶ μήτε προστιθεμένη παρ’ ἐμαυτῇ μήτε ὑφαιροῦσα τὰ ξυμπεσόντα καὶ λέγω καὶ γράφω. καὶ ἐγγύθεν ὁ [*](P. 446) ἔλεγχος· οὐ γὸρ εἰς μυριοστὸν ἔτος ἀνάγω τὸ ἀλλ’ εἰσὶν οἵτινες εἰς τὴν τήμερον Περιόντες καὶ τὸν πατέρα τὸν ἐμὸν ἐγνωκότες καὶ τὰ κατ’ αὐτὸν ἀφηγούμενοι, ἀφ’ ὧν καὶ οὐκ ὀλίγα τῆς ἱστορίας ἐνταυθοῖ συνηράνιστο ἄλλων ἄλλο τι διηγουμένων καὶ μεμνημένων ὧν ἕκαστος ἔτυχε καὶ πάντων ὁμοφωνούντων. τὰ μέν γὰρ πλείω καὶ ἡμεῖς συνῆμεν τῷ πατρὶ καὶ τῇ μητρὶ συνειπόμεθα. οὐ γὰρ ἢν τὸ ἡμέτερον τοιοῦτον οἶον οἰκουρικὸν καὶ ὑπὸ σκιὰν καὶ τρυφὴν [*](Β) στρεφόμενον. ἀλλ’ ἐμέ γὰρ ἐξ αὐτῶν σπαργάνων, ὄμνυμι [*](V. 353) τὸν ἐμαυτῆς Θεὸν καὶ τὴν ἐκείνου μητέρα, πόνοι καὶ θλίψεις παρέλαβον καὶ συμφοραὶ συνεχεῖς, αἱ μὲν ἔξωθεν, αἱ δέ [*](3. τῷ μῷ P, correxi. 4. ἥ γε] εἰ δὲ C. 8. φίλοιν add. m. 2 F. 10. ἐμαυτῆ F, ἐμαυτῆς Ρ. 13. περϊόντες Ρ, correxi. 20. τρεφόμενον?)
291
οἴκοθεν. τὰ μὲν γὰρ τοῦ σώματος ὁποδαπῶς εἶχον, οὐκ ἂν εἴποιμι, λεγέτωσαν δὲ ταῦτα οἱ περὶ τὴν γυναικωνῖτιν καὶ καταλεγέτωσαν. τὰ δὲ ἔξωθεν καὶ ὅσα μοι συνεπεπτώκει οὔπω τὸν ὄγδοον ὑπερελασάσῃ χρόνον καὶ ὅσους ἐχθροὺς ἡ τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πινδαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος ῥοίζου, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας [*](C) ἥ τινος ἄλλης παρὰ ταύτας δυνάμεως. οὐδέν γάρ ἐστι τῶν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ’ ἡμῶν. καὶ δῆτα ναὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύλλραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐπωρύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ’ ἄλλοις καταλαμβάνει τὰ κύματα. ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη. νῦν οὖν ἐπὶ νοῦν ἐλθοίσᾳ ἐπανανήξομαι καθάπερ ἀνάρρουν [*](D) ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. τὰ [*](Ρ. 447) μέν οὖν, ὡς εἶπον, παρ’ ἐμαυτῆς ἔχω, τὰ δέ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἱμὰς διαβιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δέ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῖ Παλαιολόγου. ἐγὼ δὲ καὶ πολλὰ τούτων συνελεξάμην καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν [*](12. ἐπωρύεταί scripsi: ἐπορύεταί F, ἐμπορεύεταί P. 13. θάλαττα F, θάλασσα P.)
292
ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῷ πάππῳ αὐτῷ συναπ- [*](B) έρρευσε πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευóντων, πρὸς δέ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δέ τὰ πράγματα διηγουμένων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη κατὰ τόδε καιροῦ τρεῖς βασιλεῖς θρηνοῦσα τὸν πατέρα καὶ αὐτοκράτορα καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον Καίσαρα ἐγγωνιάζω τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. καὶ οὐδέ τοῖς ἀφανεστέροις ἐξέσται τῶν ἀνθρώπων παρ᾿ [*](C) ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι᾿ ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ᾿ [*](V. 354) ἄλλων διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. εἰς τριακοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρατόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δέ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν. καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ᾿ ἐστυγημένους τοῖς πλείοσιν. ἃ δὲ συνειλόχειν τῆς [*](D) ἱστορίας, ἴστω Θεός, ἴστω ἡ ὑπερκόσμιος μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων [*](P. 448) καὶ ἀσπούδων παντάπασι καὶ γερόντων ἀνθρώπων στρατευ- [*](2. συνεπέρρευσε C. 18. διὰ τὴν τῶν πραγμάτων παλίρροιαν C, om. P. 22. ἡ ἐμὴ P, ἡ om. F.)
293
σαμένων κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετασχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδέ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων ἐχόμενα· καὶ ἐτεκμηράμην [*](B) ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν συμβάλλουσα καὶ παρεξετάζουσα τὰ παρ’ ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ’ ἐκείνων λεγόμενα καὶ τὰ παρ’ ἐκείνων πρὸς τὰ πὰρ ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολλάκις. ἀφ᾿ ων ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συνεξυφαίνεται. ἀλλ’ ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ’ ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. ὁ μὲν γὰρ διηγήσατο τὰ συμπεπ-[*](C) τωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο. οἱ δέ τῆς Κωνσταντίνου οἰκήτορες μία φωνὴ καὶ χεῖλος ἱν γεγονότες ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάριζον τῆς στρατηίας, οὐκ εἶχον ὅπως τὴν ἐπ’ αἰτῶ ἡδονὴν κατασχεῖν. ἀλλὰ τὸν μὲν [*](1. ἐκεῖνο] κεῖνο add. m. 1 F.)
294
Καμύτζην σὺν εὐθυμίᾳ παραπέμψαντες οἴκαδε μεθ᾿ ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτοκράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήττητον βασιλέα, σεβαστὸν αὐτοκράτορα. [*](D) καὶ οἱ μὲν οὕτως· ὁ δέ εἰσεληλυθὼς τὰ βασίλεια καὶ σῶστρα [*](V. 355) θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων εἴχετο [*](P. 449) τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενολ καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέβλεπεν. ἦν γὰρ παρ᾿ ἑκατερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος. ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδικαίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγωγεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πόλιν δὲ ἐπανε- [*](B) καλεῖτο τῶν πόνων · καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ “ἐρεινᾶτε τὰς γραφὰς” παραγγέλματος ἐπιμέλεια. τὰ δ᾿ αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τᾠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καὶ αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας δάκνων αὐτοῦ τὴν πτέρναν. ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρξατο [*](14. πάλιν om. C. 19. τῷ μῷ P, correxi.)
295
καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνασίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς παράγγελμα τοῦτο λαβὼν ἐξ ἰατρι·κῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις [*](C) διαφοροῖτό τι τῆς καταρρεούσης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο. τοῦτο γὰρ τὸ πάθος ὁ πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ’ ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο.

Οὔπω ἐνιαυτὸς εἶς παρεληλύθει καὶ λογοποιουμένην ἀκηκοὼς αὐθις [περὶ] τῶν Κομάνων διὰ τοῦ Ἴστρου ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχομένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασιλίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁπάσας μεταπεμψάμενος κατατίθησι τούτοις εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον [*](D) Περιτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς παρίστρας Βουρανιτζόβης ἐπισκήψας πολλήν τε περὶ τοὺς ἵππους αἰτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν, ὥστε πίονας [*](P. 450) γεγονότας ἐν καιρῷ μάχης δύνασθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππούπολιν ἐνδιατρίβει. πόλις δέ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μέν γὰρ οἶτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος [*](7. καὶ τῶν F, τῶν om. P. 9. . . . . οὔπω F. λογοποιουμένην FC, λογοποιουμένων P. 10. περὶ seclusi. 13. ἁπάσας] hoc verbum ultimum est in codice Florentino. 15. Νίσου C Νήσου P. 16. Βρανιζόβης Ducangius. 19. ἐνδιατρίβει scripsi: ἐνδιατρίβων P.)

296
ἕλικας καὶ καμπὰς παραμείβει τε τὴν Ἀδριανοῦ πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποταμῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν. ΦίλιπΠον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν του Ἀμύντου, νεω- [*](Β) τέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον [*](V. 356) Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ τὸ σῶμα ἀνυπόστατος. πολίχνιον δέ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ’ ἐνίων δέ Τριμοῦς. ἀλλ’ ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἀλλ’ ἄττα κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδεδημηκυῖα τὴν πόλιν κατὰ χρείαν τινά. ἡ δὲ πόλις τρίλοφός [*](C) ἐστιν ἑκάστου λόφου περιζωννμένου τείχει μεγάλῳ καὶ ὑψηλῷ· ὅπου δέ πρὸς πεδιάδας ὑποκύπτει καὶ τάφρος αὐτὴν περιθέει παρ’ Εὔρῳ κειμένη. καὶ ἢν, ὡς ἔοικε, ποτέ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. ἀφ οὑ δέ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχήματος ἡ πόλις κατέστη, έν ᾧ ἡμεῖς κατειληφότες αὐτὴν ἐπὶ τῶν τοῦ ἐμοῦ πατρὸς σκήπτρων τὴν πόλιν μεγαλόπολιν ὡς ὄντως ἐτεκμηράμεθα. ἐδυστύχει δέ μετὰ τῶν ἄλλων καὶ ἀσεβῶν ἐπιδημίᾳ [*](2. ἐς* (ἐς in ras. m. 2) C. ταυτὸ* C. 10. τῶ C1. τῶν C2. αὐτῷ P, correxi. 12. ἄλλαττα C, ἄλλα P. 15. ἑκάστου scripsi: ἐκείνου CP. περιζωννυμένου C, περιζωννύμου P.)
297
πολλῶν. Ἀρμένιοί τε γὰρ διενείμαντο τὴν πόλιν ταύτην καὶ οἱ λεγόμενοι Βογόμιλοι, περὶ ὧν ὕστερον καὶ αὐτῶν [*](D) καὶ τῆς τούτων αἱρέσεως ἐροῦμεν κατὰ καιρόν, καὶ δὴ καὶ οἱ δυσθεώτατοι Παυλικιάνοι, τῆς Μανιχαϊκῆς ἀποσπάδαι τυγχάνοντες, ἐκ Παύλου καὶ Ἰωάννου, ὡς καὶ τοὔνομα λέγει, γεγενημένοι, οἱ τῆς ἀσεβείας τοῦ Μάνεντος ἐπισπασάμενοι ἄκρατον τοῖς ἀπ᾿ ἐκείνων μεταδεδώκασιν. ἠβουλόμην οὖν τὸ δόγμα τῶν Μανιχαίων ἐπιδραμεῖν καὶ συνεσπειραμένως ἀναπτύξαι, προσέτι σπουδάσαι [τε] τὴν ἀνατροπὴν τῶν ἀθεω- [*](P. 451) τάτων δογμάτων τούτων. ἀλλ’ ἅμα μὲν εἰδυῖα, ὅτι πᾶσίν ἐστι καταγέλαστος ἡ τῶν Μανιχαίων αἵρεσις, ἅμα δέ καὶ πρὸς τὴν ἱστορίαν ἐπισπεύδουσα παρίημι τοὺς κατὰ τούτων ἐλέγχους. καὶ ἄλλως δέ οὐ τοὺς τῆς ἡμετέρας αὐλῆς μόνον, ἀλλὰ καὶ αὐτὸν οἶδα τὸν καθ’ ἡμῶν λελυττηκότα Πορφύριον ἐν πλείοσι κεφαλαίοις εἰς ἀτοπίαν πολλὴν συνωθήσαντα τὸ τῶν Μανιχαίων φλύαρον δόγμα ἐπιστημονικώτατα περὶ τῶν δύο ἀρχῶν ἐπισκεψάμενον, εἰ καὶ ἡ μοναρχία τούτου εἰς τὴν Πλατωνικὴν ἑνάδα ἢ καὶ τὸ ἱν τοὺς ἀναγινώσκοντας [*](Β) ἀναγκάζει συνάγειν. ἡμεῖς γὰρ μοναρχίαν τιμῶμεν, οὐχ ἣ ἓν πρόσωπον περιγράφει. οὐδὲ τὸ ἓν τὸ τοῖ Πλάτωνος προσηκάμεθα· τουτοῒ τὸ παρ’ Ἕλλησιν ἄρρητον καὶ Χαλδαίοις ἀπὸρρητον· ἐξαρτῶσι γὰρ αἰτοῦ πολλὰς καὶ ἄλλας [*](2. Βωγόμιλοι Ρ, correxi. 5. λέγει C1, λέγειν C2P. 6. ἑ τὸ? 9. προσέτι Ρ, προσέπι C. τε seclusi. 13. τοὺς scripsi: τὸν C, τῶν Ρ. 17. τούτου scripsi: τούτῳ P. 19. οὐχ ἣ scripsi: οὐχὶ C (sed ὶ in ras. m. 2) P. 20. τὸ τοῦ C, τοῦ om. P. παρὰ scripsi: περὶ P. 22. Χαλδαίοις C, Χαλδαίους Ρ.)Μ
298
ἀρχὰς ἐγκοσμίους τε καὶ ὑπερκοσμίοις. ἀλλὰ τούτους δὴ τοῖς ἀπὸ Μάνεντος καὶ Παύλου καὶ Ἰωάννου, τῶν τῆς Καλλινίκης, ἀγριωτέρους ὄντας τὰς γνώμας καὶ ὠμοὺς καὶ [*](V. 357) μέχρις αἵματος διακινδυνεύοντας ὁ ἐν βασιλεῦσιν ἐκεῖνος [*](C) θαυμάσιος Ἰωάννης ὁ Τζιμισκῆς πολέμῳ νικήσας ἐξανδραποδισάμενος ἐκ τῆς Ἀσίας ἐκεῖθεν ἀπὸ τῶν Χαλύβων καὶ τῶν Ἀρμενιακῶν τόπων εἰς τὴν Θρᾴκην μετήνεγκε καὶ τὰ περὶ τὴν Φιλιππούπολιν αὐλίζεσθαι κατηνάγκασεν, ἅμα μὲν τῶν ἐρυμνοτάτων πόλεων καὶ φρουρίων, ἃ κατεῖχον τυραννιῶντες, ἀπαγαγών, ὁμὰ δέ καὶ φύλακας ἐπιστήσας ἀσφαλεστάτους τῶν Σκυθικῶν ἐκείνων διεκδρομῶν, ἃς ὑποσύχνως ὑπὸ βαρβάρων τἀπὶ Θρᾴκης ἐπεπόνθει χωρία· ὑπερβαίνοντες γὰρ τὰ τέμπη τοῦ Αἵμου τὰς ὑπὸ τοῦτον πεδιάδας κατέτρεχον. ὁ δ’ Αἷμος οὗτος ὄρος ἐστὶ μακρότατον κατὰ [*](D) γραμμὴν παράλληλον τῇ Ῥοδόπῃ κείμενον. ἄρχεται μέν ἀπὸ τοῦ Εὐξείνου Πόντου τὸ ὄρος καὶ μικρὸν παραμείβων τοὺς καταρράκτας μέχρις αὐτῶν Ἰλλυρικῶν διήκει· οἶμαι δ᾿, ὅτι [*](P. 452) καὶ διακοπτόμενον τῷ Ἀδριαντικῷ πελάγει πάλιν εἰς ἀντιπέραν ἤπειρον ἀναλαμβάνει καὶ μέχρις αὐτῶν Ἑρκυνίων [*](1. ἐγκοσμίους scripsi: ἐγκοσμίως P. ὑπερκοσμίους scripsi: ὑπερκοσμίως Ρ. 5. τζιμισχὴς C1, τζυμισκῆς C2P. 9. ἐ*ρυμνοτάτων C, ἐκρυμνοτάτων Ρ. πόλεων scripsi: πυλῶν C (u e corr. m. 2) P. τυραννιῶντες] ῶ in C in ras. m. 2. 10. ἀπαγαγών scripsi: ἀπαγαγεῖν C (sed εῖ in ras. m. 2) P. 13. τέμπη] ἡ in C e corr. m. 2. τοῦτον C, τούτων Ρ. 14. μακρότατον P, μακρόπατον C. 15. Ῥοδόπῃ] ὁ posterius in C e corr. m. 2. 16. τὸ ὄρος C, τοῦ ὄρω P. 17. καταρράκτας C, καταράκτας P. 18. Ἀδριαντικῷ P, ἀνδριαντικῶ C.)
299
δρυμῶν ἀποτελευτᾷ. ἑκατέρωθεν δὲ τῶν καταρρύτων αὐτοῦ πολλὰ καὶ πλουσιώτατα ἔθνη νέμεται Λάκων μὲν ὄντων βορειοτέρων καὶ τῶν Θρᾳκῶν, νοτιωτέρων δέ Θρᾳκῶν τε αὐτῶν καὶ Μακεδόνων. τοῦτον τὸν Αἷμον διαπερῶντες οἱ Νομάδες Σκύθαι κατὰ τοὺς ἀνέκαθεν χρόνους, πρὶν ἢ τοῦ Ἀλεξίου τὸ δόρυ καὶ οἱ πολλοὶ ἀγῶνες εἰς πανωλεθρίαν κατήνεγκαν, πανστρατιᾷ τὴν Ῥωμαίων ἡγεμονίαν ἐκάκουν καὶ [*](Β) μάλιστα τὰς ἐγγυτέροις πόλεις, ὧν προὐκάθητο ἡ πάλαι πολυθρύλλητος Φιλιππούπολις. ὁ δὲ Τζιμισκῆς Ἰωάννης τοὺς ἐκ τῆς Μανιχαϊκῆς αἱρέσεως ἀντιμάχοις ἡμῖν ποιησάμενος συμμάχους κατά γε τὰ ὅπλα ἀξιομάχους δυνάμεις τοῖς νομάσι τούτοις Σκύθαις ἀντέστησε· καὶ τὸ ἐντεῦθεν ἀπὸ τῶν λειόνων καταδρομῶν ἀνέπνευσε τὰ τῶν πόλεων. οἱ μέντοι Μανιχαῖοι φύσει ὄντες ἐλεύθεροι καὶ ἀνυπότακτοι τὸ εἰωθὸς ἐποίουν καὶ εἰς τὴν φύσιν ἀνέκαμπτον. πᾶσα γὰρ Φιλιππούπολις πλὴν ὀλίγων ὄντες Μανιχαῖοι τῶν τε αὐτόθι [*](C) Χριστιανῶν ἐτυράννουν καὶ τὰ τούτων διήρπαζον μικρὰ φροντίζοντες ἢ οὐδέν τῶν ἀποστελλομένων παρὰ βασιλέως. ηὔξανον τοίνυν καὶ τὰ κύκλῳ Φιλιππουπόλεως πάντα ἦσαν αἱρετικοί. συνεισέβαλε δέ καὶ τούτοις ἕτερος ποταμὸς ὁ [*](1. ἑκατέρρωθεν C. καταρρύτων scripsi: καταρρύων CP. ταὐτοῦ Ρ, correxi. 2. θακῶν C. 3. νοτιώτερον C. 5. σκῦθοι C. 9. πολυθρύλλητος] ἡ in C e corr. m. 2. τζιμισχῆς C1, τζιμισκῆς C2P. 10. ἐκ τῆς C, τῆς om. P. 12. ἀντέστησε C, ἀντίστησε P. 16. Φιλιππούπολις] ι ultimum in C e corr. m. 2. ὄντες Μανιχαῖοι C, ὄντων Μανιχαίων Ρ. 19. ηὔξανε C (ε in ras. m. 2) Ρ.)
300
τῶν Ἀρμενίων ἁλμυρὸς καὶ ἄλλος ἀπὸ τῶν θολερωτάτων πηγῶν Ἰακώβου. καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια· καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. ἀλλ’ ὅ γε πα- [*](V. 358) τὴρ ἐμὸς καὶ αὐτοκράτωρ καὶ πρὸς τούτους τὴν στρατιωτι- [*](D) κὴν αὐτοῦ πολυπειρίαν ἀντιτάξας τοὺς μέν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. οἶον δ’ αὖ τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀπο- [*](P. 453) στολικώτατον. τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε; καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. ἀλλ’ ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς. καὶ μόνος οὕτος ὅπλα καὶ λόγους ἀνέμιξε καὶ τοῖς μέν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δέ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὡσπερ δὴ τότε καὶ κατὰ Μανιζαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρα- [*](Β) τηγικῆς ἀναδεξάμενος ἀγωνίαν. καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν· ἐμοὶ δέ δοκεῖ ἡ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετάχθαι τοῦτον, ἤ εἴ τις φιλονεικείη, ἔστω μετά γε Κωνσταντῖνον [*](3. μισγάγκεια P, μισγάγγεια C. 5. στρατιωτικὴν] ιωτ in C in ras. 7 sq. δ’ αὖ τόδ’ scripsi; δ’ αὐτὸ δ’ P. 12. παρὰ scripsi: περὶ P. 16. δὴ scripsi: δὲ P. 17. στρατιγηκὴν C1 corr. C2 20. τοῦτο* C. 22. Κωνσταντῖνον] ν ultimum in C in ras. m. 2.)
301
ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ ᾿Αλέξιος ὡς γὰρ ἔφθημεν ἄνωθεν εἰρηκότες, κατὰ τὴν Φιλίππου γενόμενος διὰ τὰς εἰρημένας αἰτίας τῶν Κομάνων μήπω καταλαβόντων ὀδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο τοὺς Mανιχαίοις τῆς ατλμυδᾶς μετάγων θρησκείας καὶ τοῦ γλυκέος ἐμφορῶν δόγ- [*](C) ματος. ἀπὸ πρωΐας οὖν μέχρι δείλῖς [ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὗ καὶ δειτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτὸς μεταπεμπόμενος τούτους τὴν ὀρθότομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως. συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θίραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκπδημίαν ἐνδιατρίβοντες, βοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπόλεως τῷ ἀρχιερα- [*](D) τικῷ ἐγκαθιδρυμένος θρόνῳ. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν Καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. πολ-[*](P. 454) λοὶ μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν ἐξομολογούμενοι τὰρ σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγχάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακαβαίους ἐκείνους τῆς [*](1. ἔφθημεν scripsi: ἔφημεν C (με in ras. m. 2) P. 6. ἑῴας seclusi. 10. ὁ Leo Allatius: ὅ τε Ρ. 13. δὴ C, δὲ Ρ. 16. βιβλίων] ιω in C e corr. m. 2. 20. ἦν ἰδεῖν C, ἢν om. Ρ.)ο
302
θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. ἀλλὰ τῇ συνεχεῖ τοῦ [*](V. 359) αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι καὶ τού- [*](Β) των οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος. καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν.

Ἐν ὅσῳ δέ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. ὁ δέ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν Δάνουβιν ἤλαυνε [*](C) περιτυχοῦσι στρατιώταις συγχρησάμενος. καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάροις μὴ εὑρηκώς (προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. οἱ δέ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἵστρον διαπεράσαντες. καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις, ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι’ ὧν ἐπεφέροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ Δανούβεως ῥέοντα ποταμὸν διαπεράσαντες, ἄπρακτοι πρὸς τὸν [*](D) αὐτοκράτορα ἐπανέστρεψαν. ὁ δέ βασιλεὺς ἠνιόθη μέν, ὅτι [*](1. οἰομένους P, οἰόμενος C. 2. τῇ* C. 3. καὶ scripsi: κἂν CP. 6. πολλάκης C1, πολλάκις C2. 10. τις] τι in C in ras. m. 2. 11. ἀπήγγελλε] ελ in C in ras. m. 2. 12. μελλήσας P, μελήσας C. 19. Κομάνους] μάνους in C in ras. m. 2. 20. Δαν*νούβεως C.)

303
μὴ κατελήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης hήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μWοντς τοὺς βαρβάροις ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς Mανιχαἰ·κἧς αἱρέσεως εἰς τὴν ἡμετέραν μετένεγκε πίστιν διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβεστάτων λό- γων. ὑποστρέψας τοίνι·ν καὶ αὖθις εἰς Φιλιππούποhν y.ai [*](Ρ. 455) μικρὸν διαναπαί·σας ἑαυτὸν πάλιν ἀγώνων εἴχετο. τὸν γάρ τοι Κουh́οντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τόποις 0cJo- Aoj’, ἄνδρας προστάτας τῆς -Ἰανιχαἰ·κ͂1-̓C- αἱρέσεως καὶ τὰ μέν ἄλλα κατὰ τοὺς ἄλλοις Mανιχαίους, δεινοὺς δὲ ἐνστῆναι ij^ ἱαυτῶν ναοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμαντί- ἀδαμαντίνους, σπαράξαι δέ τὸ θεῖον λόγιον καὶ κπκοσχόλως αὐτὸ ἰ̓́κλα- βεῖν εἰς ὑπερβολὴν εὐμηχάνους, τοιτοι·ς ΙιεταπειιποΙιενοb̓ καθ’ ἡμέραν ἑκάστην πρὸς αἰτοὺς τὸν λογικὸν συνεκρότει πόλε- μον.͂ καὶ ἢν ἰδεῖν ἀγῶνα διπλοῦν, τοῦ μὲν βασιλέως, ὁπως[*](B) σωθεῖεν, καὶ σφόδρα ίπεραγιονι--οΙιένοι, τῶν δ’, ὅπως νι- νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικοίντων. ετστᾶσι μὲν γὰρ καὶ οεͅ τρεῖς θήξαντες ἀλλήλοις καθάπερ σιῶν ὀδόντες καὶ τοῖς λόγους τοῖ· αἰ τοκρατορος ἐν νῷ ἔχοντες διατέμνειν καὶ εἴ τις τὸν Κοίσινον ἐξέφευγεν ἔνστασις, [*](V. 360) [*](13. τὸ addidi. αὐτὸ scripsi : αὐτῶ CP. 15. συνεκρότει C, συνεκράτει P. 16. ἠδει-ν C*, corr. C^. 17. ἱ]πεωγωνι:- ομένου scripsi : ὑπεραγωνιζόμενον P. 18. τὴν C, om. P. 19. θή- ντες τες in C e corr. m. 2. 20. νῷ Ρ, ὢ C. ἴχοντες] ^ T in C add. m. 2.)
304
ταύτης ὁ Κουλων ἀντελαμβάνετο καὶ ἀμηχανοῦντος Κουλέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο ἢ καὶ πρὸς τὰς βασιλικὰς προτάσεις καὶ ὑποφορὰς ἄλλος ἐπ᾿ ἄλλῳ ἠγείρετο [*](C) καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις καταλαμβάνοντα κύμασιν. ὁ.δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα · ὡς δέ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀποκληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρόμους στοάς. οὐ μὴν ἄθηρος παντάπασιν ἦν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις [*](D) τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ᾿ ἡμέρας ἑμκαστης προσῆγε Θεῷ ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθημένους καὶ τοὺς νῦν ὑπὸ τῆς [*](P. 456) τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν πολυαριθμήτων. καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι [*](3. ἄλλος scripsi: ἄλλο σὺν C, ἀλλῷ σὺν P. 4. ἐπὶ] ὶ in C e corr. m. 2. μεγάλοις] οι in C e corr. m. 2. 7. δὲ in C add. in mg. m. 2. πέπεικεν] ει in C e corr. m. 2. 11. ἄθηρος C1 ἄθυρος C2P. ἀρχηγοὺς scripsi: ἀρχαίους P. λόγοις scripsi: λόγους CP. 13. πλείους] ου in C e corr. m. 2. 18. πόλλεις C. 21. δωρεῶν scripsi: δορεῶν (m. ead. superscripsit προνοιῶν) C, προνοιῶν P. ταῖς P, correxi.)
305
κατέλεγε· τοὺς δὲ χυδαιοτέροις συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶ καὶ πόλιν [*](Β) τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν Ἀλεξιούπολιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτίσιν ἀκίνητον. οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ’ ὥσπερ Ἀδώνιδος νιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνοις περιϊσταμένας τὰς χάριτας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αἰτῶν καὶ τοὺς ἐξ ἐκείνων [*](C) διαδοσίμους πεποίηκε· καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὐθις τῶν δεδωρημένων ἀντέχονται. οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. ταῦτα μέν οὕτω λελέχθω· τὰ γὰρ πλείω παρείθη. καὶ μή τις ἐπιμεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγγραφήν. τῶν γὰρ νῖν ὄντων μάρτυρές εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας [*](V. 361) ἁλοίημεν. καὶ ὁ μὲν αὐτοκράτωρ πάνθ’ ὡς ἐχρῆν πεποιηκὼν ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα Πόλιν μετεσκηνώκει. [*](2. ὅσοι σκαπανεῖς scripsi: ὅσοις καπανοῖς CP. 3. γυναιξὶν Ρ, correxi. 4. ἀγχοῦ C, ἄχχου P. Φιλιππουπόλεως] in C π alterum add, m. 2, eadem εως e corr. scripsit. 5. μετῴκισεν P, μετῴκησεν C. 7. ἀποδασάμενος scripsi: ἀποδυσάμενος CP. 8. οἴκους C1. οἰκίας C2P. 9. Ἀδώνιδος] ς in C in ras. m. 2. 11. χρυσοβούλλοις C, χρυσοβούλῳ Ρ. 17. παρείθη C, παρέθη Ρ. 18. δωροδοκοῦσαν C, δωροδουκοῦσαν P. 19. ψευδηγορίας scripsi: ψευδηγορίαις C, ψευδογορίαις Ρ. 20. ὡς P, ὅς C 21. μετεσκηνώκει C, μετεσκηνώσκει P.)
306
[*](D) καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ διατάξεις πρὸς τοὺς ἀμφὶ [*](Ρ. 457) τὸν Κουλέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, ὅμως [*](Β) μέντοι σιδήρεοι μένοντες ἐξετράποντό τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ. καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν.

[*](3. Κουλέοντα] ὁ posterius in C e corr. m. 2. 11. λεγομένην P, λεγομένων C. 13. ἀφῆκεν] ὲν in C e corr. m. 2.)