Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἢ νομίῳ σύριγγι φίλην κεφαλὴν ἐπισείει,
- ἄλλῳ δʼ ἐκ στομάτων κελαδεῖ μυκήματα σάλπιγξ,
- ᾧ δʼ ᾄσει κίθαρις νευρένδετος ἐν παλάμῃσιν,
- ἄλλῳ δʼ ἁρμονίην χαλκώματα πληκτὰ παρέξει.
- ἀλλʼ ὅτʼ ἂν ἡ Παφίη Ἑρμῇ στείχουσα συνοικῇ,
- Ἑρμείαο τόποισιν ἀγαλλομένη, ἐπὶ χώρῃ
- αἰόλλειν μορφὰς χρώμασι τῇδέ γʼ ἔδωκεν
- ἢ πολλοῖσι μίτοις ἢ πλάσμασιν ἤ ποτε κηρῷ.
- ἢν δʼ ἐπάνω φέρεται μετὰ Ἠελίοιο Σελήνη,
- ἡνίοχος καμπτῆρα διερχόμενος, φιλονείκως
- ἱπταμένων πώλων τετράζυγον ἅρμα διώκων,
- καὶ νύσσῃ σύρδην ἐπινίκιον ἵππον ἐλαύνων.
- ἢν δὲ Σεληναίη ὕψωμ’ ἀνιοῦσα σὺν Ἑρμῇ
- αὐξιφαὴς κατίδοι κλυτὸν Ἥλιον Ὠκεανίτην,
- ἰξῷ χρησαμένην τέχνην καλάμοις τʼ ἀναφαίνει,
- καὶ ταύτην ἴρηξ ὠκύπτερος οὔ ποτε λείπει.
- Ἄρεα δʼ εἰ γνοίης ἀκρονύκτιον ὀβριμοεργόν,
- καὶ σὺν τῷδε Κρόνον τε καὶ Ἑρμείην παρεόντα,
- ἀράμενοι παλάμαις ὑπὸ τύμπανα φάσγανον ὀξὺ
- μιμοῦνται δυσαγῆ Κυβελήιον ἔνθεον Ἄττιν.
107