Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ τούτων χάρισιν δαμνᾷ θυμέλῃσιν ἐραστάς·
  2. εἰ δὲ γυναικὸς ἔῃ, πολύκοινον ἔτευξεν ἑταίρην,
  3. μουσῳδόν, σοβαρήν, πολλοὺς τήκουσαν ἐραστάς.
  4. [*](26)
  5. Εἰ δʼ Ἄρην ὑπόγειον ἔχων φαίνοιτό τις ἀνήρ,
  6. καὶ σύν τῷδε γένοιτο ἰοβλέφαρος Κυθέρεια,
  7. καλοβάτην σχοίνοισί τʼ ἔπʼ ἠερόφοιτον ἔθηκαν,
  8. Ἴκαρον αἰθέριον πτερύγων δίχα καὶ δίχα κηροῦ·
  9. ἢν δʼ ἐσίδῃ Τιτὰν φαέθων, ἐπὶ γαῖαν ἀφῆκαν.
  10. 106
    [*](27)
  11. Ἢν δʼ εὕρῃς Μήνην αἰεὶ δύνουσαν ἐφʼ ὑγροῖς,
  12. πρὸς Κρόνον ἐρχομένην ἢ δύνουσαν τὰ βόρεια,
  13. ἂνθρωποι θύνουσαν ὁρῶνται ναυτίλοι ὑγρήν,
  14. ὧν ὁδός ἐστιν ὕδωρ, οἱ δʼ ἀστέρες εἰσὶν ὁδηγοί,
  15. ἡνίοχοι δʼ ἄνεμοι, καὶ κύματα μακρὰ κέλευθα.
  16. ἢν δʼ ἐσίδῃς ζώοις ἐν ὀλισθηροῖσι τὰ κέντρα,
  17. Καρκίνῳ, Ὑδροχόῳ ἡδ’ Ἰχθύσι τοῖσιν ἀφώνοις,
  18. δύνοντας καθʼ ὕδωρ δεσμευομένους θʼ ὑπὸ μαζῶν [*](28)---
  19. κυανέῳ πελάγει δʼ ὑπονήχεται, ἠύτε δελφίν,
  20. σφόγγους ἐκ βυθίων πουλυτρήτους ἀνερευνῶν.
  21. [*](28)
  22. Ἐν δʼ ἰδίοις οὔσης Παφίης ἅμα Ἑρμάωνι,
  23. ἢ τρητοῖς καλάμοις ὑπὸ πνεύμασιν ᾆσμα μελῳδεῖ,