Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀλλʼ ὁ μὲν ἀλγύνει ψυχὴν καὶ σῶμα βρότειον,
  2. ἡ Παφίη δὲ πικρὴ καὶ βάσκανός ἐστʼ ἐπὶ λέκτροις.
  3. 104
    [*](17)
  4. Ἑρμῆς καὶ Παφίη ἰδίαις μοίρῃσι ταπεινοὶ
  5. ξυρομένους κεφαλὰς μίμους ὄχλοισι γελοίων ---
  6. [*](18)
  7. Οὐ καλός ἐστιν Ἄρης καὶ ἐπεμβαίνων Ἀφροδίτῃ·
  8. ζήλους γὰρ τεύχει φοβερούς, καὶ φάρμακα δεινά,
  9. καὶ κρύφιμα στομάχων ἀλγήματα καὶ νόσον ἄρθρων.
  10. [*](19)
  11. Ἥμερός ἐστιν Ἄρης ἐπὶ τὸν Δία πάντοτʼ ἄκεντρος.
  12. [*](20)
  13. Αὐξιφαὴς δʼ ἀγαθὴ κατὰ πάντα πέφυκε Σελήνη,
  14. ἢν φεύγουσα Κρόνον ἐπὶ τὸν Δία πρῶτονἵκηται·
  15. καὶ λείπουσα καλή, ὁπότʼ ἂν Παφίῃ συνοδεύῃ·
  16. μεῖον δʼ ἢ μεῖζον μεστὴ πρὸς Ἄρηα κακίστη.
  17. Πλησιφαὴς Μήνη ἐπὶ τὸν Κρόνον ἐστὶν ἀρίστη·
  18. πλοῦτον γὰρ πουλὺν παρέχει, ἀλλ’ οὐκ ἐπὶ δόξῃ.
  19. [*](21)
  20. Πλησιφαὴς δʼ ἀκτῖσιν ἀπορρείουσα Κρόνοιο
  21. ψυχαῖς πλαζομένους, ἐξισταμένους διανοίης,
  22. σαρκῶν ἐξ ἰδίων ἀπογευομένους, ἱεροῖσιν
  23. θυμῷ μορμύροντας ἐπίψογον εἰς νόσου ὀργήν,
  24. βωμολόχους θʼ ἱερεῖς, τιμαῖς θείῃσι προφήτας.
  25. [*](22)
  26. Ἠέλιον Μήνη ὁπότʼ ἂν συναφῇσι καθεύροι,