Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἀργαλέων ἄστρων δυνατῶς γίγνωσκε τὰ δῶρα. — — —  — — — 
  2. [*](13)
  3. ἐν δὲ τέκνοισι μόνοις ἀγνώμονές εἰσι δοτῆρες·
  4. καὶ διδόασι γονὴν ἰδὲ πένθιμον ὄμμασι δάκρυ.
  5. [*](IV.)[*](14)
  6. Ἄρης καὶ Στίλβων, σύμφωνα τὰ κέντρα λαχόντες,
  7. ὑψηλούς, δρήστας, μεγαλόφρονας ἠδὲ βιαίους,
  8. πταίοντας τόλμῃ καὶ σφαλλομένους ἐπὶ δόξῃ·
  9. ἤτοι γὰρ κολάσει συνελαυνόμενοι βεβάρηνται,
  10. ἢ ἀλόγους μέμψεις ὑπενεγκάμενοι πεπάτηνται,
  11. ἠὲ πάτρην φεύγουσι διωκόμενοι παῤ ἕκαστα.
  12. [*](90)
  13. ἢν δὲ Κρόνος τούτῳ τῷ σχήματι μάρτυς ἐπέλθῃ,
  14. τὸν δρησμὸν λύσας δόξαν παλίνορσον ἔδωκεν,
  15. καὶ χειμῶνι πικρῷ γλυκερὴν ἐπέχευε γαλήνην.
  16. [*](15)
  17. Ἑρμείας κακότεχνος ὁμοῦ καὶ πυρβόλος Ἄρης, ---
  18. ὄλβῳ γὰρ πίσυνοι καὶ τεύχεσι θωρηχθέντες
  19. ἐλπίσιν ἀπλήστοις μεγάλας ἀρχὰς μελετῶσιν·
  20. οὐρανίοις δʼ ἄστροις μέγʼ ἀειρόμενοι ἀτῶνται,
  21. ἠδʼ ἄστρων ψαύσαντες ἑὴν διὰ πίστιν ἄπιστον
  22. οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἄφνω ἔλαμψαν,
  23. οὐρανίῃσι βολαῖς ὡς ἀστέρες ἦλθον ὑπʼ ὄρφνην.
  24. [*](16)
  25. Καὶ Παφίη δύνουσα κακή, ὡς λοίγιος Ἄρης·