Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εἰς γῆρας δʼ ἥξουσιν ἀνασσόμενοι διὰ παντός.
  2. [*](67)
  3. Ἠελίου δʼ ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε
  4. νεύουσαι δεσμούς τε κατηγορίας τε φοροῦσιν
  5. ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης,
  6. 84
  7. κινδύνων κρυερῶν τε καὶ ἀλγεινῶν εἱρκτάων.
  8. [*](68)
  9. ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ — — — — — —
  10. [*](S)[*](69)
  11. Ἀντιμεσουρανέων δʼ ὁπότʼ ἂν Κρόνος Ἀρεῖ λάμψῃ,
  12. θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν ---
  13. ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες,
  14. σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι·
  15. σχήμασι δʼ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων
  16. ταρβείτω, καὶ σφάλματʼ ἀφʼ ὑψηλοῖο μελάθρου.
  17. Πάντα γὰρ ἀνθρώποισι πέλει κατὰ Μοῖραν ἄφυκτον·
  18. ὡς μὲν ζωιδίων κύκλιος πόρος αἰθέρα τέμνει,
  19. μιγνυμένων στοιχηδὸν ἀφισταμένων τʼ εἰδώλων,
  20. οὕτω καὶ μερόπων γενεὴ καματηδὸν ἀλᾶται,
  21. ἢ βίον ἢ θάνατον διζημένη οὐρανόπλαγκτον.
  22. Ταῦτά τοι οὐρανίων ἄστρων στοιχεῖα τέτυκται,
  23. οἷς ὁ πάλαι καὶ ὁ νῦν καὶ ἐπὼν χρόνος ἐκμεμέτρηται
  24. ἐκμέτροις αἰῶσι, καὶ εἰς αἰῶνας ὀπηδεῖ.