Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα
  2. ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους ---
  3. [*](63)
  4. ἢν δʼ ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ,
  5. φύσονται μάχλοι, διδυμόστροφοι, ἀρσενομίκται,
  6. μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔν τε πόλεσσιν
  7. ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι.
  8. [*](64)
  9. ὁππότε δʼ ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων,
  10. ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ,
  11. Ἠελίου δʼ ἀκτῖνες ἀποκλίνωσιν Ὀυλύμπου,
  12. ἐκθεσίην ἕξουσι, τραφήσονται δʼ ὑπʼ ὀθνείων.
  13. [*](R)[*](65)
  14. Ἡνίκα δʼ ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην
  15. φυομένων, συνέῃ δὲ Κρόνος τʼ Ἄρης τε σὺν αὐτῷ
  16. φέγγεϊ λαμπομένω κακοεργέι, τῆμος ἔσονται
  17. ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι.
  18. [*](66)
  19. ἢν δʼ ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ,
  20. πανδούλους τε τίθησιν ὁμόζυγα λατρεύοντας,
  21. οἰκέτιδος γενεῆς τε πεφυκότας ἐκ γενετήρων·
  22. οὗτοι δεσποσύνων τε πικρὰς ἕξουσιν ἀνάγκας,
  23. ἐξ ἑτέρων τε δόμων ἑτέροις πάλι δουλεύσουσιν,
  24. ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες,.