Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες
  2. λεύσσουσʼ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην,
  3. μήτε Σεληναίην μήτʼ οὖν ὥρην καθορώντων
  4. Φωσφ όρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες.
  5. ὣς δʼ αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν
  6. ὡρονόμον διέπει Φαίνων, δῦνον δέ τε κέντρον
  7. Ἄρης, μήθʼ ὥρης ζῶον μήτʼ οὖν φάος ἁγνὸν
  8. Μήνης δερκομένου ληνὸς φυσιζόῳ αἴγλῃ.
  9. καὶ δὲ καί, ὁππότʼ ἂν ἠύκερων Πυρόεις διάμετρος
  10. ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ
  11. δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος
  12. ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης,
  13. δὴ τότʼ ἀπʼ ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες
  14. αὐτίκ ἄρ’ οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο.
  15. ἤν δὲ Σεληναίη μὲν ἐφʼ ὡρονόμῳ ἐπιτέλλῃ,
  16. ἐν προτέρῳ δʼ ὥρης ζῴῳ Φαίνων προθέῃσιν,
  17. δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο,
  18. Ἄρης δʼ αὖτʼ ἐφέπηθʼ ὥρης κατόπισθε διώκων,
  19. μήτʼ οὖν Ἀφρογενοῦς μήτʼ εὐφεγγοῦς Φαέθοντος
  20. δερκομένων δείκηλον, ἐφʼ ᾧ Μήνη καθορᾶται,