Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δὴ τόθʼ ὑπʼ ὠδίνεσσι βρέφη θλιφθέντʼ ὀλοῇσιν
  2. νηδύος ἐξέλκουσι διαμελεϊστὶ ταμόντες.
  3. εἰ δʼ ἄρα καὶ δίχα κέντρου ἔοι ζώοισιν ἐπʼ ἄλλοις
  4. τὼς Μήνη κερόεσσα, τόσον τεχθὲν χρόνον ἠῶ
  5. ἀθρήσει, μέχρις ἄν κε Σεληναίη ἀφίκηται.
  6. εἰ δʼ ἄρ’ ὑπὲρ κέντροιο Σεληναίη βεβαυῖα
  7. τὴν αὐτὴν ἐπέχῃ μοῖραν πολεμοκλόνῳ Ἄρῃ,
  8. ἢ ζῶον κατὰ ταὐτὸν ἢ ἀντιπέρηθεν ἰόντι,
  9. αὐτίκα δὴ πρώτῃσιν ὑπʼ ὠδίνεσσιν ὄλισθον
  10. μητέρος ἄγχι ποδοῖιν ἐπʼ ὀξέα κεκληγυίης.
  11. ἢν δὲ γονῆς ἀ γα θ οὶ τελέθωσʼ ἐπιμάρτυροι ὥρῃ,
  12. ἔκθετον ἐκ μεγάρου τοκέων βρέφος εὐθὺς ἐτύχθη·
  13. κἢν μὲν Ζεὺς Μήνην σφετέραις ἀκτῖσιν ἀθρήσῃ,
  14. ἀνήρ, ὅς μιν ἀνείλεθʼ, ἐὸν ποιήσατο παῖδα,
  15. ἢ ἑτέρῳ δῶκεν τεκέων τητωμένῳ ἀνδρί,
  16. ὅς θέμενος μεγάροις ἶσον γονίμοισι τίεσκεν.
  17. ἢν δʼ ὀλοὸς Φαίνων λεύσσῃ περιφεγγέα Μήνην,
  18. ῥιφθὲν ἀπὸ λεχέων, ἑτέρου δʼ ὑπὸ χείρεσι θρεφθὲν
  19. ἀτμενίης δούλειον ὑπὸ ζυγὸν αἴνʼ ἀνέτλησεν.
  20. καὶ δὲ Κρόνου περάτηθεν ἀθρειομένου ὑπὲρ ὥρης