Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- λυγρὰ δʼ ἄρʼ ἥσσον ἔδωκε τριγώνοις φέγγεσι λεύσσων.
- σχήμασι δʼ οὔποτε τοῖσι δεδορκὼς Ἀφρογένειαν
- παρθενικὴν ἐπέτρεψεν ἅγειν ἐς δώματα νύμφην·
- δηθάκι δʼ ἀσπέρμους αὐτούς καὶ ἄπαιδας ἔτευξεν.
- ἢν δʼ ἄρα καὶ Πυρόεντʼ ἐπιμάρτυρα τοῖσδʼ ἐσαθρήσῃ,
- ἢ ὅγε καὶ Μήνην, εὐνούχους πάμπαν ἔθηκεν.
- Ἑρμείῃ δὲ συνὼν Φαίνων γλώσσης βλάβος ἔρδει,
- καὶ λαλιῆς ἐπέδησʼ, ἤν περ μὴ φοίνιος Ἄρης
- σύμφωνος κατιδὼν λύσῃ κακοεργέα λώβην.
- καὶ δὲ δίκας τετράγωνος ἐὼν κρίσιάς τʼ ἐπιπέμπει,
- καὶ πιναρὴν λασίην τε βροτοῖς ἐπεθρέψατο χαίτην.
- τὼς δʼ ἄρα καὶ διάμετροι. ἀτὰρ χαίρουσι τρίγωνοι,
- σχήμασι δʼ ἐν τούτοισιν ἀεὶ φιλομάντιας ἄνδρας
- καὶ βίβλων κρυφίμων μάλʼ ἐφιεμένους τελέουσιν.
- Ζεὺς δʼ Ἄρεϊ ξυνὴν μὲν ἰών ὁδὸν ἠὲ τρίγωνον
- ἡγεμόνας ῥέζει στρατιῆς νηῶν τε καὶ ἵππων
- καὶ πεζῶν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξεν,
- ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους.
- εἰ δʼ ἄρα μὴ πάμπαν μοίρης ἀγαθῆς τετύχοιεν,
- ἀλλʼ ἀστὴρ ἑτέρωθι νεμεσσήσῃ κακοεργός,
31