Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ καὶ ἀποκλίνωσιν ὑπ᾿ αὐγὰς Ἠελίοιο,
  2. σὺν τοίοις ἄνδρεσσιν ἀεὶ στρωφῶνται, ὑπʼ αὐτοῖς
  3. στεργόμενοι φιλίῃσιν, ὑπείροχον εὖχος ἔχοντες·
  4. πάντες δʼ εὐκτέανοι καὶ ἀπείριτον ὄλβον ἔχουσιν.
  5. μείονα δʼ ἐσθλὰ διδοῦσιν, ἐπὴν τετράγωνοι ἔωσιν.
  6. πάγχυ δʼ ἀνωμαλίην βιότου διάμετροι ἐόντες
  7. ἀνθρώποις τεύχουσ’, ὁτὲ μὲν πενίην, ὁτὲ δʼ ὄλβον
  8. πυκνὸν ἀμειβόμενοι, αἰεί γε μὲν ἄρκιʼ ἔνειμαν.
  9. σὺν Διὶ δʼ Ἀφρογένεια βίῳ χαίροντας ἀμόχθως
  10. εὐπρήκτους τε τίθησιν, ἐυφροσύναις τε γάμοιο
  11. τερπομένους· τοὺς γάρ τε φίλαι τίουσιν ὅμευνοι,
  12. ἐκ δʼ ἄρα λιτοτέρων πολυόλβους αὐταὶ ἔθηκαν·
  13. 32
  14. καὶ δὲ καὶ εὐτεκνίη σφιν ἐνὶ μεγάροισιν ὀπηδεῖ.
  15. καὶ δʼ ἄλλαις πρὸς Ζῆνʼ ἐπιμ αρτυρίῃσι τάδʼ ἔρδει.
  16. ἐσθλὸς καὶ Στίλβοντι συνὼν μεγάλου Διὸς ἀστήρ,
  17. σχήμασί τʼ ἐν πόντε σσιν ὁρῶν θοὸν Ἑρμάωνα·
  18. τρισμάκαρας τεύχει γάρ, ἀεὶ βασιλήιον ὄλβον
  19. νωμῶντας, χρυσόν τʼ ἐθνέων ἄπο δασμολογοῦντας,
  20. κεκ λομένους τʼ  ἐπὶτοῖσιν, ἀκουομένους θʼ ὑπὸπολλῶν·
  21. οἱ δέ τʼ ἀριγνώτων ἀνδρῶν πλοῦτον διέπουσιν,