Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εἰ δὲ μεσουρανέοι, πατρώια πάντʼ ἐκέδασσεν,
  2. δηθάκι δʼ οὐδʼ ὅσσον κλήρου παρὰ πατρὸς ἔνειμεν,
  3. πρήξεις δʼ ἀπροκόπους καὶ νωχελέας μάλα τεύχει,
  4. ἔργα δὲ καὶ τέχνας χειρῶν ἐξαίνυται ἀνδρῶν
  5. ψυχῶν θʼ, ἥντινα πρῆξιν ἐνὶ στέρνοισιν ἕλωνται,
  6. δυστεκνίην δʼ ὤπασσε, κασιγνήτων τʼ ἀπάμερσεν.
  7. ὀρφανίην δʼ ὑπόγειος ἐὼν ἀπὸ πατρὸς ἔτευξεν
  8. πάμπαν νηπιάχοις, κλῆρόν τʼ ἔρραισεν ἀίστως,
  9. ὃν θνήσκων ἔλιπεν γενέτης, αὐτοὶ δʼ ὑπὸ νούσου
  10. κάμνουσʼ, ἔν τε κρύει πυρετῷ τʼ αἴθωνι μογεῦσιν,
  11. ἐν δʼ ἀγορῇ κρίσιας καὶ νείκεα δηρὸν ὄπασσεν.
  12. Ζεὺς δʼ ὥρην ἐφέπωνἐρικυδέας ἂνδρας ἔθηκεν
  13. ἐν δήμοις, πάτρῃσί τʼ ἐνὶ σφετέρῃσιν ἀγητούς,
  14. πρὸς δʼ ἔτι καὶ πρήξει μεγαλαυχέας, ἐν βιότῳ τε
  15. ἀφνειούς, βασιλεῦσι φίλους μάλα τιμήεντας.
  16. 22
  17. ταὐτὰ δέ τʼ ἐκτελέσει μέσον οὐρανὸν ἀμφιπολεύων·
  18. κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,
  19. τερπωλῆς τεύχων λαῶν ἡγήτορας ἄνδρας.
  20. δύνων δʼ εὐκτεάνους, ὀλοὸς δὲ τέκνοισιν ἐτύχθη·
  21. θάπτει γὰρ κεδνάς τʼ ἀλόχους παῖδάς τʼ ἀλεγεινούς·