Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν.
  2. ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες,
  3. ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης,
  4. ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα.
  5. νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα,
  6. 21
  7. ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες,
  8. καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω.
  9. Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς
  10. ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν,
  11. ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας,
  12. τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει
  13. ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν
  14. ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί,
  15. Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι
  16. καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο
  17. κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ
  18. τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων.
  19. ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον
  20. μακροβίους, γήραι λιπαρῷ θαλέθοντας ἔθηκεν,
  21. εὐκτεάνους, μόχθοισιν ἰαινομένους σφετέροισιν.