Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- Περσέος, ὑστάτιόν τε ποδὸς θέναρ Ἡνιόχοιο,
- καὶ βριαρῶν Διδύμων δύο σὺν χείρεσσι κάρηνα.
- αὐτὰρ ἰσημ ἐρινόν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ
- ἀστέρος ἐκ μεσάτοιο χαρασσόμενον Κριοῖο,
- κεῖθεν δʼ αὖ παραμειβόμενον Ταύρου πόδας ἄκρους,
- καὶ καλὴν ζώνην θηροκτόνου Ὠρίωνος,
- Ὕδρης θʼ ὁλκὸν ἀπειρεσίης, Κρητῆρά τε μέσσον,
- ἐξῆς δʼ ἀκροτάτου στολμοῦ ψαύοντ’ ἐρατεινῆς
- Παρθένου, ἰοβόλου τε διὲκ χηλῆς περόωντα
- Σκορπίου, ἰγνύας τε διακρίνοντʼ Ὀφιούχου,
- καὶ χαίτης ἄκρης ἐπαφώμενον ὠκέος Ἵππου,
- μέσσον τʼ ἀμφοτέροισιν ἐν Ἰχθύσι δινεύοντα.
- χειμερίου δὲ τροπῆς κύκλον θοοῦ Αἰγοκερῆος
- σκέπτεο πὰρ μέσσοιο διεκπερόωντʼ ἐπὶ γοῦνα
- ἀμφότερ Ὑδροχόου, καὶ Κήτεος εἰναλίοιο
- οὐρήν, ἠδὲ Λαγωοῦ ἀπὸ στέρνων ἐπὶ μέσσα
- νισσόμενον, πρώτους τε πόδας Κυνός, ἠδὲ καὶ Ἀργοῦς
- ποντοπόρου τέμνοντα διʼ αἰθέρος ἄκρα κόρυμβα,
- Κενταύρου τʼ ὤμους νοτίους, κέντρον τʼ ὀλοοῖο
- Σκορπίου, ἠδὲ βιὸν στέρνων μέτα Τξευτῆρος.