Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀλλʼ αὕτως δίνῃσιν ὀιόμεθά σφεας ἄστρων
  2. κυκλοῦσθαι, τάπερ αὐτὸς ἀτειρὴς αἰὲν ἀγινεῖ
  3. οὐρανὸς ἐν στροφάλιγγι περὶ χθόνα δῖαν ἐλίσσων.
  4. ἦ γὰρ δὴ τὸν μέν τε Βορήιον ἀστέρεςἌρκτου
  5. μείζονος, ἣν Ἑλίκην ἐλάται νηῶν ὀνόμηναν,
  6. ἀμφιχαράσσονται ῥοίζῳ στρωφώμενοι αἰεί,
  7. οἵτε οἱ ἀκροτάτοισι φαείνονται περὶ ποσσίν·
  8. ἄντυξ δʼ οὖ κύκλοιο μέσην διὰ χεῖρα Βοώτου
  9. τέμνει ὑπʼ ἀγκῶνος σκαιοῦ, κεφαλῆς τε Δράκοντος
  10. ἀκροτάτης ψαύει, στέρνον θʼ ὕπο Κηφέος εἶσιν
  11. καὶ κλεινῆς ἀλόχοιο παραὶ ποσὶ Κασσιεπείης.
  12. κύκλος δʼ, ὅστε τρέπει θ έρεος πυριλαμπέος ὥρην,
  13. ἀστέρι δινεύοντι περιγράφεται κατʼ Ὄλυμπον
  14. 6
  15. Καρκίνου ὀγδοάτης μοίρης ἔπι παμφαίνοντι·
  16. κεῖται δὲ τμήγων μέσσον διὰ Καρκίνον αὐτόν,
  17. ξανθήν τʼ αὐχενίην χαίτην χαροποῖο Λέοντος,
  18. σπεῖράν τε πρώτην Ὄφιος, βριαροῦ τʼ Ὀφιούχου
  19. ὤμους, Ὄρνιθός τε δέρην τανυσιπτερύγοιο,
  20. καὶ πόδας Ἱππείους, χειρός τʼ ἀγκῶνα βορείου
  21. Ἀνδρομέδης, καρπόν τε χερὸς λαιὴν δέ τε κνήμην