Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὧν ἄπο πλοῦτον ἀπειρέσιον καὶ χρήματʼ ἄγειραν·
  2. ἄλλοι δʼ αὖτε πέλονται ἀπαγγελέες βασιλήων,
  3. πίστιν τʼ ἀμφὶ δίκῃσι θεμιστοπόλων ἀπʼ ἀνάκτων
  4. ἴσχουσιν, κείνοις σφετέρῳ νόῳ ἰθύνοντες.
  5. ἐν δʼ ἄρα τοι Παφίης Ἄρης οἴκοισι βεβηκὼς
  6. ἀλλοτρίων λεχέων κρυπτοὺς λυμάντορας ἔρδει,
  7. δώροις ἡδὲ δόλοισιν ὀπιπεύοντας ἑταίρων
  8. εὐνέτιδας πηῶν τε, καὶ αἴσχεα μακρὰ τελοῦντας·
  9. ἀλλʼ ἄρα κἀκείνων βιότοις ὀλέθρους ἐπάγουσιν,
  10. καὶ ἑὰς κεδνὰς ἀλόχους ὀλέκουσι χέρεσσιν,
  11. δύσγαμα νυμφεύοντες ἀπʼ ἀλλοτρίων ὑμεναίων.
  12. ζώοις δʼ οὖ Πυρόεντος ἐπεμβεβαυῖα Κυθήρη
  13. δυσγαμίην τεύχει τε καὶ ἐκ λεχέων μάλʼ ἀνίας·
  14. ἢ γὰρ ἄγοντʼ ἀλόχους, ὧν ἄργυρον ὦνον ἔδωκαν,
  15. δμωίδας, αἵτʼ αὐτούς μάχλοις ἔργοισιν ἔπεισαν,
  16. ἠὲ πολυμνήστῃσι συνευνῶσιν φιλότητας
  17. αἰεὶ κλεπτομέναις, ὧν εἵνεκα δηριόωσιν·
  18. οὐ γὰρ ταὶ τίουσʼ οὐδʼ αὖ φιλέουσι συνεύνους·
  19. τῷ δὴ καὶ κρίσιας καὶ νείκεα πολλάκις ἔσχον
  20. σύν σφετέραις ἀλόχοισι, καὶ ἀλλήλους ἀθέριξαν --- καὶ αὐτῶν εἵνεκα δηθὰ