Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἠὲ καὶ ἄνδρας ἔτευξε γυναικείοισιν ἐπ᾿ ἔργοις,
  2. ἐξ ὧν χρήματα πολλὰ καὶ εὐφροσύνην πόρεν ἐσθλήν
  3. δηθάκι δʼ οὖθ’ ὑποτάσσει ὑπʼ ἀσχολίῃσι τυράννων
  4. ἢ μεγάλων ἀνδρῶν, οἷσι κράτος ἶσον ἄναξιν.
  5. Ζεὺς δʼ ἄρʼ ἐν Ἑρμείαο τόποις πολύολβον ἔθηκεν,
  6. εὐκλέʼ ἐπιφροσύνης ἕνεκεν, βασιλήιον ὄλβον
  7. νωμῶντʼ ἐν χείρεσσι, καὶ ἐκ πολίων ἐθνέων τε
  8. χρήματα καὶ δασμούς συναγειρόμενον βασιλεῦσιν,
  9. ἐν δʼ ἔργων πρήξει μέγʼ ὑπείροχον, ἐν δʼ ἄρα τοῖσιν
  10. κεκλόμενον, μέγα δʼ αὖτε νόῳ φρονέοντα, καὶ ἐσθλὴν
  11. κτῆσιν ἀπʼ ἀσχολίης βιότου φορέοντα πτρὸς οἴκους.
  12. ἔμπαλι δʼ Ἑρμείης δόμῳ εὐφεγγοῦς Φαέθοντος
  13. παιδείης πραπίδεσσι σοφῆς παιδεύματʼ ἔχοντας,
  14. παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων,
  15. ἢ δίφρῳ ἑζομένους, ὅθι τʼ ἀργύρου ἐστὶν ἀμοιβή,
  16. 12
  17. ἠὲ νόμων θεσμῶν τʼ ἐπιίστορας, ὧν ἕνε αἰεὶ
  18. πειθὼ ὁμῶς κῦδός τε κατὰ πτόλιας μέγʼ ἔχουσιν,
  19. ῥητῆρας μύθων τε καὶ εἰν ἀγορῇσιν ἀρίστους
  20. νείκεα τʼ ἰθύνειν καὶ τειρομένοισιν ἀρήγειν,
  21. ἔν τε δικασπολίῃσιν ἐριδμαίνοντας ἔπεσσιν,