Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἔγκυον ὠδίνουσιν ἑὸν μόρον ἐντὸς ἔχοντες.
- Ἄρεα δʼ ἢν λείψασα Σεληναίη φορέοιτο,
- ἀνέρας ἐκτήκει κρυφίμων ἄπο πολλάκι νούσων,
- ἥπατος ἢ σπληνὸς τρυχουμένου ἠὲ νεφροῖο,
- ἢ κραδίην παρέτριψε νοήμονα, μητέρα βουλῆς,
- πνεύμονά θʼ ἑλκήεντα, κακὴν νόσον ἀνθρώποισιν,
- οἵπερ δὴ μογέοντες ἀποπτύουσιν ὄλεθρον
- βηχὸς ἀνιάτοισιν ἐλαυνόμενοι στροφάλιγξιν,
- λεπταλέοι θυμοῖσι καὶ ἀδρανέες μελέεσσιν
- πίνοντες καὶ ἔδοντες, ἀειθανὲς ἦτορ ἔχοντες. [*](A)[*](28)
- Ἄρης ἡμερινοῖσι μεσουρανέων τάδε ῥέζει·
- πρῶτον μὲν γονέων βίον ὥλεσε, καὶ λέχος αὐτῶν
- χωρίζει θανάτῳ κακῷ ἠὲ διχοστασίῃσιν·
- αὐτοὺς δʼ ἐν πολλοῖσιν ἐγύμνασε πήμασιν αἰεί,
- θλίψεσιν οὐλομέναις τε καὶ ἀργαλέαις πενίῃσιν,
- κινδύνοις, βλαβέεσσι, δανείσμασιν, ἐνδείῃσιν·
- πολλάκι καὶ θανάτῳ στυγεροῦ θνήσκουσι σιδήρου
- ἄστεγοι ἠδʼ ἀγύναιοι ἄτεκνοί τʼ ἐν νεότητι. [*](E) [*](29)---
- ἀνέρας ἐκτήκει πολλάκις ἐκ κρυφίμων,
- πολλάκι δʼ ὠκυμόρους στυγερῷ διόλεσσε σιδήρῳ·