Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. χωλοί, μουνόποδες, ξύλινον προσκείμενοι ἄρθρον,
  2. λύπην αἰείμνηστον ἐὸν πόδα παπταίνοντες.
  3. [*](B)[*](25)
  4. Ἆρες Ἄρες, κακοεργὲ καὶ ἀνδράσι καὶ μακάρεσσιν
  5. καὶ πόλεσιν καὶ νηυσὶ καὶ ἠέρι καὶ πελάγεσσιν
  6. καὶ καρποῖς γαίης τε καὶ εὐρείθροις ποταμοῖσιν·
  7. εἵνεκα σεῦ πόλιες μὲν ὑπαὶ πυρὸς ἐμπίμπρανται,
  8. καὶ νῆες πελάγεσσιν ἐπιπλώουσαι ὄλοντο,
  9. καὶ ποταμοὶ ξηροῖσιν ἀνύδατοι ἐν στομάτεσσιν,
  10. δένδρεά τʼ ὠλεσίκαρπα καὶ ἀνέρες αἰνογένεθλοι·
  11. οὓς μὲν γὰρ μογερῶς πυρικαέας ὤλεσας ἄνδρας,
  12. οὓς δὲ καὶ ὠμοβόροισιν ἕλωρ θήρεσσιν ἔδωκας,
  13. ἄλλον δʼ ἀκλειῶς μετέωρον ἀνεσταύρωσας,
  14. οὗ τέτατʼἀνδροφόνοις περὶ δούρασιν ἡλοπαγὴς χείρ·
  15. νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν αἰγίοχος Ζεύς,
  16. οὐδʼ Ἥρη μήτηρ, ἀλλ’ οὔρεα πικρά σʼ ἔτικτεν, ---
  17. 91
    [*](E 26 — — — — — —)
  18. καὶ Λύσσα στυγερὴ καὶ Χάος οὐλόμενον.
  19. [*](A)[*](27)
  20. Εἰ δὲ Κρόνονλείψειε Σεληναίη κατὰ μοῖραν,
  21. τεύχει ῥευματικοὺς ἡδ’ ἀσθενέας κατὰ σάρκα,
  22. τεύχει δʼ ἀργαλέους ὑδρογάστορας, οἳ καὶ ἔπειτα
  23. ὀστέα χαυνωθέντες ἀφʼ ὕδατος οὐλομένοιο