Declamatio 48

Libanius

Libanius, Declamatio 48, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καὶ νῦν οὐκ ἐᾷ τούτων εἶναι καιρὸν ὁ δυστυχῶν ἀδελφός, ὁ ἀντειρηκὼς πατήρ, ὁ πεισθεὶς ἐκείνῳ δῆμος. ἀλλ’ ἐπ’ ἀγορᾶς με βούλει στῆναι χαλ- κοῦν οὐδὲ φανῆναι τἀδελφοῦ τολμῶντος ἐπ’ ἀγορᾶς; ἀλλ’ ἐν πρυτανείῳ σιτεῖσθαι τῆς οἴκοι τραπέζης ἐστε- [*](RIV 695) ρημένου τούτου; ἀλλὰ τάλαντα | λαβεῖν προσαι- τοῦντος ἐκείνου; ἀλλὰ κηρύγματος τυχεῖν ἀποκεκηρυγ- μένου τούτου; μή, πρὸς Δῖός, μή με ποιήσῃς περὶ τὴν φύσιν πονηρὸν μηδ’ ἐπιδείξῃς ὀλίγωρον τῶν ἐκείνης νόμων οἳ τοῖς οἰκείοις ταὐτά τε χαίρειν καὶ ταὐτὰ λυπεῖσθαι διώρισαν. συγγενείας δὲ ἀπάσης ἀδελφὸς ἐντιμότατον.

φέρε, εἰ δὲ ἐτεθνήκει νεωστὶ καὶ κατειλήφει τὴν τελευτὴν ἡ νίκη καὶ περὶ δωρεᾶς ὁ δῆμος καθῆστο, ἆρ’ ἄν με δοκεῖς δέξασθαι ταυτὶ τὰ σεμνά, τὸν στέφανον, τὴν εἰκόνα, τἄλλα, ἀλλ’ οὐκ ἂν ἐν χάριτος μέρει τὸ λαβεῖν τινα χρόνον εἰς τὸ πένθος αἰτῆσαι; νῦν τοίνυν οὐ τέθνηκε μέν, ὅ δὲ πολλῷ θα- νάτου βαρύτερον, ἄτιμος περιέρχεται, μᾶλλον δὲ κρύ- πτεται. τί οὖν ὁ καιρὸς ἐπαγγέλλειν παραινεῖ; μετέχειν αὐτῷ τῆς ἀτιμίας καὶ μὴ τρυφᾶν ἐν ἀκαιρίαις ἀδελ- φῶν.

δωρεὰ δὲ πᾶσα τῇ τοῦ λαμβάνοντος ἡδονῇ κρίνεται, τὸ δὲ λυπηρόν, κἂν ἄλλως ᾖ τῶν καλῶν, εἰς τιμωρίαν τελεῖ. αὐτίκα τίς οὐκ ἂν εὔξαιτο στεφάνου [*](16 Her. III 119. Soph. Ant. 911 sq.) [*](14 μὴ δ’ libri edd 15 τε om Ath 16 διώρισε Β 17 τεθνήκει Mos 19 δοκεῖς scripsi δοκῆς libri edd 22 τοίνυν om Re | ὃ] οὐ Mos 27 ἂν Ferr)

623
τυχεῖν ἐπ’ εὐνοίᾳ τῇ πρὸς τὸν δῆμον; ἀλλ’ ἐὰν τὸν ἐν πένθει καθήμενον ἀναστήσας ἄγῃς εἰς ἐκκλησίαν ὡς ἀναρρήσει κοσμήσων, ἐκόλασας τῇ τιμῇ. καὶ τοὺς τυράννους διὰ τοῦτο δυσχεραίνομεν ὅτι πολλάκις τὸν περὶ ταῦτα συνταράττουσι θεσμόν.

πενθῶ δὴ καὶ αὐτὸς ἀδελφὸν ἐξεληλαμένον καὶ τὸν στέφανον ἀπάγει τῆς κεφαλῆς ἡ Τύχη. εἰ γὰρ τῶν ἑταίρων τις, οὓς ἡ κοινωνία τῶν ἀσκημάτων εἰς εὔνοιαν συνδεῖ, τοιούτῳ περιπεπτώκει κακῷ, μετρίως ἂν ὑμῖν ἐνέγκαι δοκῶ τὴν τοῦ γνωρίμου συμφορὰν ἢ προσελθεῖν τοῖς ἀρι- στείας καρποῖς ἐν ταῖς τῶν συνήθων κακοπραγίαις; ὑπὲρ οὗ δὲ νῦν ἱκέτευον, ἀδελφός ἐστιν, ὦ πάτερ. τοῦτο δίκαιον ἔν. συμφοιτητής. τουτὶ δεύτερον. αἰδού- μενός με διὰ τέλους. τουτὶ τρίτον. οὐ γὰρ ἐρῶ θρα- σύν, ὦ πάτερ, ὃν ἔγνων ἐπιεικῆ.

τὸ μὲν οὖν ἄμει- νον ἦν τοῦτον τῆς ἐμῆς μεταλαμβάνειν εὐπραξίας· ἐπεὶ δὲ ἀντέκρουσεν ὁ Φθόνος, δεύτερόν μοι κέρδος αὐτὸ τὸ τῶν τούτου μετασχεῖν | κακῶν. ἄλλα [*](RIV 696) ἄλλος, ὦ δικασταί, τῶν ἠριστευκότων θαυμάζει τε καὶ λαβεῖν ἐπιθυμεῖ, ὁ μὲν αἰχμάλωτον ἐν ὥρᾳ οὖσαν, ὁ δὲ ἐξ αὐτῶν τῶν λαφύρων χρυσόν, ὁ δὲ κτήματα καὶ γεωργίας, ὁ δ’ ἀφ’ ὧν δόξα μᾶλλον ἢ κέρδος. ἐπεθύ- μουν καὶ αὐτὸς ἰδεῖν δι’ ὑμῶν ἐν εἰρήνῃ τὸ γένος. ἔδοξα ληρεῖν, ἥττημαι λόγων. ἐπ’ ἄλλην εἶμι δωρεὰν πρέπουσαν τῷ ἐκείνης ἡμαρτηκότι.

[*](20 Il. α 111 sq.)[*](4 διατοῦτο L 7 ἑτερων L | τίς PAthMosB edd 9 ἡμῖν Mor 10 τῆς ante ἀριστείας Ath 13 συμφοιτητὰς L | αἰδοῦ Mos 14 μοι Β 15 οὖν om Mos 17 Φθόνος scripsi φθόνος libri edd cf. p. 615, 19 18 αὐτὸ τὸ om Ath | τοιού- των Ferr Mor sed in hoc γρ τούτου in marg 21 τῶν om Ath 22 ὅδ’ libri edd 24 λέγων Ath | εἰμὶ LPMos)
624

32. Καὶ μηδεὶς οἰέσθω με τὴν ταλαιπωρίαν ἀγνοεῖν, ἢ τὸν ἐκπεσόντα τῆς οἰκίας δέχεται, τὸν λιμόν, τὴν ἀλουσίαν, τὴν ἀγρυπνίαν, ταπεινότητα, κατήφειαν, ἐσθη- μάτων ἀπορίαν, θρῆνον συνεχῆ. τούτων γὰρ ἐγγὺς ὁ διδάσκαλος καὶ πάντα ἀκριβῶς οἶδα τὰ τῶν εἰς ταῦτα ἡκόντων καὶ οὐδὲν δεῖ με παρὰ σοῦ μαθεῖν ὡς εἰς τὸ βάραθρον μετριώτερον ἐμπεσεῖν ἢ ταύτην ὑπομεῖναι τὴν τύχην. οἴκοθεν ἔχω τὸν παιδευτήν. εἰ δὲ ἠγνόουν τὰ τῆς ἐκβολῆς δεινὰ καὶ οὐ μᾶλλον ἑτέρου τὸ πρᾶγ- μὰ ἐξηπιστάμην, οὐκ ἂν πάντων τὸ μέγιστον ἐποιού- μην ἀποδοῦναι τἀδελφῷ τὴν οἰκίαν.

σὺ δέ με ὧς ἐπ’ ἀγαθόν τι τὴν ἀποκήρυξιν ἐπείγεσθαι νομίζεις, τὸ δὲ οὐχ οὕτως ἔχει. πόθεν; ἀλλ’ οἶδα μὲν ἅπαν τὸ δεινόν, ἐπιθυμῶ δὲ ὅμως τῆς συμφορᾶς. καί μοι δότε τὴν χάριν ταύτην, ἐπειδὴ τὴν προτέραν ἐκωλύθητε. ὁρᾶτε, ὦ δικασταί, τοὺς ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασι ζῆν οὐκ ἀξιοῦντας. οὗτοι μὲν τὸν θάνατον ὧς ἐστὶ δεινὸν οὐκ ἀγνοοῦσιν, εἰσὶ γὰρ τῶν ὑπὲρ σωτηρίας εὐξαμένων πολλάκις, ὅμως δὲ ὀρέγονται τελευτᾶν καὶ τὸν μὲν ἐναντιούμενον ἐχθρόν, τὸν δὲ ἐντιθέντα τὸ ξίφος εὐεργέτην ἡγοῦνται. ταῖς γὰρ τῶν δεομένων ὁτουοῦν ἐπιθυμίαις ὁ συμπράττων φίλος.

καὶ νῦν ἐγὼ τῇ μὲν λύπῃ πρὸς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἥκω, τοῖς δὲ ἐνταῦθα βοηθοῦσιν ἀείμνηστον εἴσομαι τὴν χάριν. εἰ δέ τις ὕστερον ἐπὶ τὸ γέρας ἀφίκοιτο μέμψις, ἐμὸν τοῦτο ἔστω τοῦ βουληθέντος λαβεῖν, ἀλλ’ [*](RIV 697) οὐ τῶν δεδωκότων, οἱ τὴν ἡδονὴν τοῦ τὴν | δω- ρεὰν αἰτοῦντος ἐθεράπευσαν πλέον ἢ τὴν ζημίαν ἐσκό- [*](1 με scripsi ex AthMosB ut coni Re μοι LP edd | τὴν inserui auctore Re om libri edd 10 τὸ om Β 11 οὐ Β) [*](17 ἔστι libri edd)

625
πησαν.

ἤδη τινὰς εἶδον ἐπ’ ἀρρωστήμασιν ἀδελ- φῶν ἑκόντας ἑαυτοὺς ἀποκλείσαντας σιτίων καὶ καθ’ ὅσον ἐξῆν κοινωνήσαντας τῶν δυσχερῶν καὶ δόξαν ἀπὸ τούτου τὴν βελτίστην λαβόντας, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὴν χείρω διαφυγόντας. ὁ γὰρ εἰς τὸ γένος μὴ χρηστὸς τίς ἂν εἴη περὶ τὸν δῆμον καὶ τὴν πόλιν; τοῦτό μοι καὶ νῦν ἡ δωρεὰ βούλεται δεῖ- ξαι πᾶσιν ἀνθρώποις ὧς οὐκ ἀμελῶ χρηστὸς ὢν οὐδὲ φοβεῖν ἔμαθον πολεμίους μόνον, ἀλλὰ καὶ συναλγεῖν ἀδελφοῖς ἠτυχηκόσιν.

εἰ τοίνυν καὶ λῃσταὶ κεκρα- τηκότες ἡμῶν τὸν μὲν ἐν πέδαις εἶχον, ἐμὲ δὲ ἐποι- οῦντο σύσσιτον, καὶ τὸν μὲν ἐπίεζον, ἐμοὶ δὲ παρεῖχον τρυφᾶν, καὶ τῷ μὲν πᾶσαν ἀηδίαν προσῆγον, ἐμοὶ δὲ ἅπασαν ἡδονὴν ἐπόριζον, ἐδεήθην ἂν αὐτῶν μή με τιμωρεῖσθαι τοῖς τερπνοῖς μηδὲ ἐν τῷ θεραπεύειν ἀνιᾶν, ἀλλ’ εἰ κἀκεῖνον λυποῦσι, καὶ ἐμὲ δῆσαι καὶ δοῦναι δωρεὰν τὴν κοινωνίαν τῶν ἀλγεινῶν.

καὶ νῦν, ὦ πάτερ, τὰς αὐτὰς ἀφίημι πρὸς σὲ φωνάς· ἐκ- βέβληκας τὸν ἀδελφόν, ἐμὲ δὲ οὔπω. δέδωκας ἐκεῖνον πενίᾳ, διάγω δὲ ἐγὼ ἐν ἀφθόνοις. εἴ σοι τὰ πρὸς ἐκεῖνον ἄσπονδα, ἐπάφες κἀμὲ τῷ πολέμῳ. μὴ κωλύσῃς τὸν δῆμον δοῦναι δωρεὰν δι’ ἧς ἐπιδειχθήσομαι τι- μῶν τὴν φύσιν.

38. Ἀλλὰ πονηρός φησιν ἐκεῖνος ἐγένετο καὶ ταῦτα παθεῖν ἄξιος. ἐγὼ δέ, εἰ μὲν ἐπιληψόμενος τῆς ἐκβολῆς ἀνέστην καὶ τοιούτοις ἐχρώμην λόγοις. ἄνδρες πολῖται, συκοφαντία μοι τὸν ἀδελφὸν [*](20 cf. p. 601, 20) [*](2 καθόσον Ath 6 μοι Β 10 εἴ τοι Ath 14 μή με Ρ sed με in ras m 2 μήτε L Ferr 15 μὴ δὲ LP Ferr 16 λυποῦντα Ath 17 κοινωνίαν Ρ sed αν in ras m 2 25 εἰ] οὐ Ath 27 πολίται libri edd)

626
ἀπολώλεκε. δίκην δέδωκεν ὧν οὐκ ἠδίκηκεν. ὀξύθυμός ἐστιν ὁ πατήρ. ἀναμαρτήτους ἀξιοῖ τοὺς υἱεῖς εἶναι, πρᾶγμα ἀμήχανον. καὶ κραυγὴ καὶ θόρυβος ἐπεσκότισε τοῖς δικαίοις. δυστυ- χῆς μὲν ὁ νεανίσκος, πονηρὸς δὲ οὐδαμῶς, ὅλως εἰ πρὸς ἀπολογίαν ἔτεινεν ἡ παροῦσά μοι σπουδή, καὶ τότε τὸ κατηγορεῖν οὐκ ἂν ἦν ἔξω καιροῦ· εἰ δὲ τὰς μὲν αἰτίας ἐῶ μένειν, τὸ δὲ μετ’ ἐκείνου πράττειν κακῶς ἥδιον τίθεμαι τοῦ μὴ μόνος ἀπολαύειν τῶν ἀγαθῶν, τίς ἔτι χρεία τῶν ἐγκλημάτων;

ἔδειξας, ὦ πάτερ, τὴν πονηρίαν. ἔπεισας δῆμον φιλάνθρωπον [*](RIV 698) ἀτιμάσαι τὸν Ἔλεον. οὐχ οὕτως | ἐγὼ ἀνόητος ὡς ἀπολογίαν ἔτι ζητεῖν τῆς τοσαύτης ἀρτίως κατ- εγνωσμένης. τί γὰρ οὐκ εἶπον ὧν ἐνῆν; οὐχ ὡς ἡ νεό- τῆς ῥᾷστον ὑπαχθῆναι καὶ ἁμαρτεῖν τοὺς τῷ χρόνῳ μὴ κτωμένους τὴν σύνεσιν; οὐχ ὡς τὸ μηδὲν πλημ- μελεῖν ἐν τοῖς θεοῖς ὥρισται; οὐκ εἶπον ἃ παρ’ ὑμῶν ἀκήκοα πολλάκις, ὅτι τοῦ νόμου φόβος ἐστὶ τὸ βού- λημα καὶ τοὺς νέους δεδοικέναι μὲν ἀξιοῖ τὴν ἐκβολὴν ἐπὶ τῷ σωφρονεῖν, ἀπελαύνεσθαι δὲ οὐκ ἔστι καὶ περι- νοστεῖν ἀοίκους οὔσης οἰκίας ἐφ’ ἁμαρτήμασι φαύλοις; εἰ γὰρ δὴ μεγάλα, τί οὐκ ἀπέκτεινε;

καὶ μὴν καὶ τὸν πατέρα ἠρόμη·ν εἰ τὴν νεότητα ἀναμαρτήτως πεπόρευται, οὐκ ἔχοντος δὲ εἰπεῖν ἠξίουν τὸν αὐτοῦ undefined σ’ [*](4 ἐπεσκότησε Ath ἐπεσκότιζε L 6 comma post σπουδή posui, post κατηγορεῖν quod habent libri edd delevi 7 καὶ om Β | τὸ om Mos 9 μὴ om Β 12 Ἔλεον scripsi ἔλεον libri edd cf. p. 631, 23 13 „fort. τῆς τοσούτοις“ Re 14 οὐχ ὡς Bcripsi coU 1. 16 ut coni Re ὧς οὐχ οὐχὶ (οὐχὶ α Ath) libri edd ἡ om Ath 16 πλημελεῖν LP Ferr 20 οὐκ ἔστι scripsi οὐκ ἔτι LPB Ferr οὐκέτι AthMos Mor Re 22 εἰ] ,,malim ἐπὶ“ Re I μεγάλα scripsi μεγάλης LP Ferr et γρ in marg Mor μεγάλοις AthMosB Mor Re 23 εἰς L Ferr | ἀναμάρτητος Ath Mos sed in hoc τήτως suprascr 24 αὐτοῦ libri edd)

627
πατέρα εἰς ἡμᾶς μιμεῖσθαι, λέγων δὲ ταῦτα ἐρραψῴ- δουν ὀνόματι πατρὸς κατακλυζόμενος.

τί οὖν φημι; δεῖν μήτ’ ἐμοὶ συγχωρεῖν ἀπολογίας μεμνῆσθαι τῷ γε ἡττημένῳ μήτε τούτῳ βλασφημίας τῷ νενικηκότι. πέ- παυται γὰρ ἀμφοῖν ἡ χρεία τῇ χειροτονίᾳ καὶ τῷ βού- λεσθαί με νῦν ἐκπεσεῖν τὸ πεπονηρεῦσθαι τὸν ἀδελφὸν οὐδὲν κοινωνεῖ.

42. Καὶ μὴν ὅσῳπερ ἂν ἐκεῖνον τῷ λόγῳ κατα- σκευάζῃ μιαρόν, τοσούτῳ προνοητέον αὐτῷ τῆς ἐμῆς ἀρετῆς, ὅπως μὴ παντελῶς δυστυχὴς ῇ πατήρ, ἀλλά τὸν μὲν πονηρόν, τὸν δὲ οὐ τοιοῦτον ἔχη. ἂν μὲν τοί- νυν ἐκπέσω καὶ λάβῃ με κοινωνὸν ἑκόντα τῆς ταλαι- πωρίας ἀδελφός, χρηστός, δίκαιος, τὴν φύσιν αἰδού- μενος, πάνθ’ ὅσα κάλλιστα ἀκούσομαι καὶ δι’ ἐμοῦ σὺ ζηλωτὸς ὁ γονεύς· ἂν δέ, ὃ μὴ γένοιτο μηδὲ ἔστω, τὸ κατ’ ἐμαυτὸν προελόμενος ὑπερβῶ τὸ ἐκείνου, πονηρός, ὠμός, ἀσεβής, οὐ θεοὺς εἰδώς, οὐ νέμεσιν, πάντα τὰ χείριστα ἀκούσομαι καὶ δι’ ἐμοῦ πάλιν ἐν ὀνείδεσιν ὁ πατήρ.

μὴ τοίνυν ἀνάσχῃ | διπλῆν ὀδύνην [*](RIV 699) ἐπὶ σὲ βαδίζουσαν, ἀλλὰ ἀποκήρυξιν ἀποκηρύξει παρα- μύθησαι τῇ παρούσῃ τὴν προτέραν, τῇ παρ’ ἐμοῦ τὴν παρὰ σοῦ. ἡ μὲν γὰρ σημεῖον ἦν πονηρίας σοῦ παι- δός, ἡ δὲ καλοκαγαθίας σοῦ παιδός.

μετριώτερον [*](1 cf. ad t. II 113,2) [*](5 ἀμφοῖν om Β 8 κατασκευάζῃ reposui e libris κατα- σκευάζει Ferr Mor κατασκευάζειν Re 9 τοσοῦτον Ath 15 ζηλωτὴσ Ath | μὴ δὲ LP Ferr μὴ δὲ Ath | ἔσται Ath 16 προελόμενος scripsi auctore lacobsio Lect προειδόμενος libri edd sed „malim προϊδόμενος“ Re | τὸ ’κείνου Ath 17 τὰ om Ath 20 ἐπὶ σὲ scripsi auctore Re ἐπὶ σοὶ LPMosB edd ἐπιπεσεῖν Ath)

628
δεῖ σε νομίσαι τὰ περὶ τοὺς υἱεῖς ἐξ ἡμισείας ἀσχημο- νεῖν ἢ τελέως ὄψει μεστὴν αὐτίκα τὴν πόλιν τοιούτων ῥημάτων· πάνυ γε. οὐ γὰρ πάντα ἀγαθὸς ἀρι- στεύς, ὃς τοὺς μὲν πολεμίους τῆς χώρας ἐξ- ἔβαλε, τὸν δὲ ἀδελφὸν οὐκ ἐπανήγαγεν οἴκαδε. εὐτυχίαν ἥρπασεν ἐν τοῖς ὅπλοις, οὐκ ἀρετὴν ἐπεδείξατο. εἰ δὲ ἀρετὴν ἤσκει, πάντως ἂν ἐπ- έθηκε τῷ τροπαίῳ τὴν περὶ τὸ γένος ἐπανόρ- θωσιν.

45. Ἡ δὲ αἴτησις, ὦ πάτερ, καὶ τὸ ἡττᾶσθαι δοκεῖν μικρὸν ἔχει τὸν ψόγον; ῥᾴδιον γὰρ εὑρεῖν καὶ κατ’ ἐκείνης λόγον· πλάσμα ἦν ἡ δωρεὰ καὶ τέχνη, ῥήματα φιλάνθρωπα, γνώμη δὲ οὐ τοιαύτη. σχῆμα εὐπρεπές, οὐκ ἀληθείας ἔργον. ἐξεχλεύ- ασε τὸν ταλαίπωρον ἀδελφόν, ἀλλ’ οὐκ ἐξεί- λετο τῶν κακῶν. ἤνεγκεν αὐτῷ τὴν δυστυχίαν εἰς μέσον, ἀνελεῖν δὲ οὐκ ἐζήτησεν. ἀφωσιώ- σατο πρὸς τοὺς πολλούς, εἰρωνεύσατο, πράττει δὲ ὅπως ἀθάνατον ἑστήξει τὸ μῖσος. οὐ γὰρ αὐτὸς καὶ τὰ πρῶτα συνεσκεύασεν; οὐ γὰρ ἐκ τῆς τούτου κακοηθείας ὁ ἀδελφὸς ἐλήλαται καὶ διαβολαῖς ἡ φύσις ἠδίκηται;

εἰ δὲ ἄλλοθέν ποθεν ταῦτα προσεπεπτώκει καὶ οὐκ ἠρέσκετο τῇ συμφορᾷ, ταχέως ἂν ἔλυσε τὸ δεινὸν ἱκε- [*](1 cf. p. 535, 5; t. VI 477, 13. Aristid. in reg. I p. 108, 3. Dind. (i II 260,12 Keil.); Chor. tyrann. p. 69,19 Boiss. 14 Poll. VI 199. Hesych. s. v. ἐκγελιώσαιμι 17 cf. t. IV 239, 21) [*](1 νομίσαι om Ath 5 οἴκαδε οὐκ ἐπανήγαγεν Ath 6 γὰρ post εὐτυχίαν L edd delevi 11 ῥᾴδιον γὰρ Mor sed γρ ἢ ῥᾴδιον in marg 16 τὴν] τε L Ferr 19 ὅπ(??) L 28 συνεπεπτώκει Β | ἤρεσκε Ath)

629
τείαις, ἀντιβολίαις, δεήσεσεν, ὀδυρμοῖς, δά- κρυσιν, ἀεὶ παρών, συνών, συνδιαιτώμενος. μέγα δ’ ἂν ἴσχυσε πρὸς διαλλαγὰς καὶ τὸ παρὰ πότον στενάξαντα ἀνακαλέσαι τὸν ἀδελφόν. ἀλλ’ οὐκ ἐποίησε τούτων οὐδὲν ἢ πάντως ἂν μετ- ἐστήσατο τὸν γονέα τῆς ὀργῆς. οὐ γὰρ δὴ τῶν θηρίων ἀγριώτερος ἂν ἦν οὐδὲ πλέον τὸν υἱὸν ἢ τοὺς πολεμίους μισῶν, οἷς πολλάκις μεθ’ ἡμῶν ἐσπείσατο σὺν ὅπλοις ἐπελθοῦσιν, Ἥλιε, καὶ πολὺ τῶν πολιτῶν ἀναλωκόσι καὶ σπεύ- δοῦσι κατασκάψαι τὴν | πόλιν.

τοῦτο [*](RIV 700) γὰρ ἀνθρώπινον καὶ ἀσφαλὲς τὸ μηδαμοῦ τὸ μέτρον ἐκβαίνειν. κεκράτηκας πολεμίων. σπεῖ- σαι. παῖδα ἐσωφρόνισας ἐκβαλών. ἀναλάμβανε. ὁ δὲ σεμνὸς ἀριστεὺς τῇ μὲν αἰτήσει χρηστὸς ὤφθη, τῷ δ’ ἀτυχήσας μὴ χαλεπῆναι φαῦλος καὶ τὸν ἐφ’ οἷς ἐπήγγειλεν ἔπαινον οἷς οὐ πεί- σας πρᾴως ἤνεγκεν ἐξήλειψεν.

ἀλλὰ τί ἐχρῆν ποιεῖν; φυγεῖν οὕτως ἀνελεῆ πατέρα, μισῆσαι πικρίαν ἄπαυστον, μετατάξασθαι πρὸς τὸν ἀτυ- χοῦντα ἀδελφόν, ἡδίω νομίσαι τὴν μετὰ τού- του πενίαν τῆς τοῦ πατρὸς περιουσίας.

49. Ἵνα δὴ μὴ τοιαύταις ὑποψίαις ἐνέχωμαι, κατ’ ἐμαυτοῦ γράφω τὴν ἐκβολήν. κερδανεῖς δὲ καὶ αὐτός, 03 πάτερ, ἐν τῷ τὸν γράφοντα ἐμὲ ταῦτα εἶναι. τίνα [*](1 ἀντιβολαῖς Ath 9 ἡμῶν scripsi e libris ὑμῶν edd | ἤδη coni Mor νὴ Δία lacobs Add 119 Lect at cf. ad p. 693, 7 ἡμετέραν praetulerim 10 πολλούς Β | ἀνηλωκόσι AthB 12 τὸ(2) del P 2 16 ἀτυχήσας scripsi e Β ἀτυχήσαντι LP AthMos edd sed „fort. ἀτυχήσαντα“ Re 17 ἐπήγγελλεν LP Mos Ferr | οὐ om Ath 20 ἄψαυστον Β 21 ἡδίων Β 24 δὲ om Β)

630
τρόπον ἐγώ σε λελύπηκα μὴ μισῶν τὸν ἀδελφὸν καὶ δίκην ὀφείλων σοι τῆς πρὸς ἐκεῖνον εὐνοίας;

ἤδη καὶ τοὺς ἐκπολεμώσαντάς σε πρὸς ἐκεῖνον ἔτι καὶ νῦν ὁρῶ παρὰ σοὶ δυναμένους. οἶδα τοίνυν ὡς οὗτοι τὴν αὐτὴν προσοίσουσι μηχανὴν καὶ τοσούτῳ ῥᾷον παρά- ξουσιν, ὅσῳ συνείθικας εὐχερῶς ἀποκηρύττειν καὶ τολ- μᾶν ἐν δικαστηρίῳ βοᾶν· ἀλλότριον ὅν γεγέννηκα ποιοῦμαι. οὐκ ἀνθέξεις τοῖς σοφισταῖς τούτοις, ὦ πάτερ, οὐδ’ ἂν σφόδρα ἐθέλῃς τὴν ἀριστείαν αἰδεῖσθαι.

51. βούλει σοι προείπω καὶ τὰ ῥήματα τῶν γοήτων; ἐχθρὸν ἔνδον ἔχων οὐκ ᾔδεις. ἐπὶ σαυτῷ τὸν παῖδα ἔτρεφες. πατραλοίας ἡμῖν ὁ γενναῖος. ταῖν χεροῖν οὐχ ἥψατο, ῥήμασι δὲ ἐρείδων οὐκ ἀνῆκε. πρᾳότερος ἐθέλει· τῶν γερόντων εἶναι δοκεῖν. πορευέσθω παρ’ ἐκεῖνον ὅν περὶ πλεί- ονος ποιεῖται. δότω δίκην τῆς ὕβρεως. δεῖξον ὡς χαλεπαίνεις, ὧς οὐκ εἰκότα ἀκήκοας.

τοι- ούτοις οἰχήσονται εὐθύς <σε>, α οἶδα, λαβόντες τοῖς δεσι καὶ οὐδὲν ἐμποδιεῖ τὸ τρόπαιον, ὁ κρότος, τὸ τῆς [*](RIV 701) ἀριστείας ἀξίωμα τὸ ἐκ τῶν | τοιούτων ἔργων κρείττω αὐτῆς τῆς ἀποκηρύξεως τοῖς νόμοις εἶναι, καὶ [*](2 ὀφείλειν με σοὶ Ath | ἤδη om Ath „malim οὐχὶ “ Re 3 σε om Ath σοι Β 5 ταράξουσιν Ferr et γρ in marg Mor 7 ἀλλότριος Mor Re 13 τοῖν Ath Mor | ἐρεί- δων scripsi e Ρ sed ι supra εἰ, Β coll Arist. eq. 627 cura la- cobsio Anth. Pal. III 64 Lect ἐρίδων LAthMos edd sed „num ἐρεθίζων an ἐρεσχελῶν?“ Re 14 πραότερος L Ferr 17 χαλεπαίνεις, ὧς om Ferr | εἰκότα scripsi ut coni Mor εἰδότα (ἠδότα α L) libri edd | τοιούτοις Ρ sed γρ τούτοις suprascr, Mor sed γρ τούτοις in utroque in marg τούτοις Β 18 οἰχή- σονται scripsi e PAthB ἠχήσονται LMos edd sed σε κατηχή- σονται coni Re | σε inserui om libri edd | φευδέσι L 19 κρότος scripsi coll p 638, 6; 618, 22 φόνος libri edd sed τῶν <τῶν πολεμίων> ὁ φόνος coni Re 20 τῶν ante ἐκ Ath 21 αὐτῆς τῆς scripsi τῆς αὐτῆς libri edd sed τῆς σεμνῆς (aut καλῆς) coni Re)

631
γὰρ τοιοῦτόν τι πέπυσμαι, ὀργὴ γάρ, ἡνίκα ἂν ὑπερ- ζέσῃ, τὸν λογισμὸν παρώσασα φέρεται ῇ ἂν τύχῃ.