Declamatio 40

Libanius

Libanius, Declamatio 40, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

77. ποσάκις, δοκεῖ σοι, περὶ τούτων ἐκείνοις διείλεγ- μαι; ποσάκις τὸν νυμφίον, ποσάκις τὴν παῖδα καται- δέσειν ταῦτα λέγων ἐδόκουν; εἴ σοι δεῖ χρημάτων πλειόνων, ὦ παῖ, καὶ κλήρου μείζονος, ὁ πατὴρ [*](9 sq. Sopat. l. l. 1. p. 231,9 sq. 18 cf. p. 363,6 et p. 338,19) [*](2 μὴ δ’ libri Ferr | ἐλθεῖν Vi | ὅλως inser Va 2 | ὡς om Va) [*](3 τίς MaClViVa | ὧς Pa sed πῶς in marg, Ma sed in πῶς corr m 2, Mor sed γρ πῶς in marg πῶς L ,,malim οὕτως“ Re | ,,malim οὕτως“ Re | ἐπὶ κενῆς coni Re at cf. t. IV 811, 33 R | καινοῖς B Va 6 τί LMaClViBVa edd 6 ἶσον MaClViVa) [*](8 νόμος καὶ φύσις Vi 9 ἄν φησιν in ras Ma 3 11 καινῷ Ma sed ιν e κ corr m 3, BVa | σοι inserui e LPaMaClViVa om Β edd | σκευωρουμένοις Vi 12 καὶ om B Va 13 ἐκακούρ- γουν — μοιχῶν in marg Ma 3 | τῶν om Vi 14 μοιχὸν BVa | πάλαι Ma sed άλαι in ras m 3 15 πρὸς BVa | ὑμῶν Β 16 κληρονομησάμενοι BVa 18 καταιδέσειν LMa sed έ in ras LMa3 19 λέγειν ViB)

363
ἐγώ σοι τὰ δυνατὰ προσεπιδαψιλεύσομαι καὶ τὸ περιττὸν τοῦ πόθου προσαναπληρώσω. μό- νον ἐξ ἑκόντων αἴτει καὶ λάμβανε καὶ παῦσαι τὸ γένος αἰσχύνουσα. ἀναλόγισαι τὸ τῆς φήμης | αἰσχρόν. εἰ δ’ οὖν, ἀλλ’ ἐμὲ τὸν πατέρα [*](RIV 610) καταίδεσαι, εἰ δ’ οὐκ ἐμέ, τούς γε νόμους φοβήθητι. ἐγώ σοι πατήρ, τὰ δὲ τοῦ πατρὸς ὑμῶν τῶν παίδων κειμήλια. μικρὸν ἔτι μοι τὸ βιώσιμον ὑπολείπεται καὶ τετελευτηκότος κερ- δανεῖς ὑπὸ νόμοις ἃ νῦν βιάζῃ προαφαιρεῖν ὧς αἴσχιστα.

ταῦτα καὶ τὰ τοιαῦτα νῦν μὲν τῆσ- δε, νῦν δ’ ἐκείνου κατ’ ἐπᾴδων ἐν μέρει ληρεῖν ἐδό- κουν. οἶ δ’ ὧν ἔσπευδον σκαιωρεῖν οὐκ ἐπαύοντο. παῦσαι καὶ σύ, πρὸς θεῶν, ὦ κατήγορε. τί καὶ τοῦ παρόντος δαίμονος βαρύτερος ἡμῖν ἀναπέφηνας; ὶκα- νῶς ἔχω θρηνήσας ἐμαυτὸν τῆς συμφορᾶς, ἱκανῶς ἔχω τοῦ πάθους ἀποκλαυσάμενος. μὴ γίνου πατρὸς πρὸς τοὺς παῖδας φιλοστοργότερος. μὴ φαίνου καὶ νόμων φιλανθρωπότερος. ἴα πεσεῖν οὓς ὁ πατὴρ μετὰ καὶ τῶν νόμων οὐκ ᾤκτειρεν. εἴ σοι τὰ τῶν παίδων οἰ- κτρά, πολὺ χείρω τὰ τοῦ πατρὸς λόγισαι. οἱ μὲν γὰρ μετὰ τῆς ψυχῆς καὶ τὴν αἴσθησιν προσαφῄρηνται, ἐγὼ δ’ ὁ δείλαιος νῦν μὲν πονηροὺς τοὺς παῖδας ἀνακα- λοῦμαι, νῦν δ’ ἐμαυτὸν ἀπάντων πατέρων ἐπὶ τῇ [*](4 cf. p. 331,17; 344,17 9 Eur. Alc. 650 22 Plat. apol. p. 40 C) [*](3 ἔτι Β 8 ὑμῶν Ma sed ὑ in ras m 3 9 κερδανοῖς Cl) [*](10 βιάζει MaClVi 11 ὧς τάχιστα Β | punctum post τοι- αὐτὰ edd sed delendum vidit Mor Not 13 οἱ δ’ scripsi e ἁ Vi οἵδ’ LPaMaBVa edd | σκευωρεῖν Mor Re cf. ad p. 325, 15) [*](18 φιλοστοργὧτερος BVa 23 πονηρὰ ἁ 24 ἐπὶ τῇ γονὴ scripsi ἐπὶ τὴν γονὴν libri edd sed ,,aut ἐπὶ τῇ γονῇ leg. videtur aut κατὰ τὴν γονήν“ Re)

364
γονῇ ἀτυχέστατον ἀποκλαίομαι.

ὁσάκις τὴν δεξιὰν ὄψομαι, μνημονεύω τοῦ ξίφους, φαντάζομαι τὴν σφα- γὴν καὶ τὴν ἐπὶ τούτοις ἀπαιδίαν ἀπολοφύρομαι, ὡς ἦν μέν ποτε πατὴρ ἐγὼ καὶ παῖδες ἐκεῖνοι καὶ τὰ τῆς ἐλπίδος φαιδρὰ παῖδας ἑτέρους ἀπὸ τῆς παιδὸς ὄψε- σθαι καὶ πάππος μετὰ καὶ τοῦ πατὴρ ἀκοῦσαι, καὶ πάντα τἄλλα τὰ τῆς τύχης λαμπρά. ἀλλ’ ἀντέπνευσέ τις δαίμων βάσκανος, ἴνα μὴ λέγω τοὺς παῖδας, καὶ τὰ μὲν προσόντα ἀπόλωλε, τὰ δ’ ἐλπιζόμενα προσαπ- ὄλωλε καὶ νῦν μὲν ἐπ’ οὐ καλοῖς ἑάλωσαν καὶ πεπτώ- κασιν, ἐγὼ δ’, ὡς μὴ ὤφελον, περιλέλειμμαι μόνος μετὰ τῆς τύχης ἔρημος παίδων, ἐκκεκομμένος τἀς ἐλ- πίδας, περιῃρημένος τὰ φίλτατα.

80. Ὡς ἀνομοίαν, ὦ θεοί, τὴν ἡμέραν εἶδον ἐκεί- νῆν, ὁπότε παστάδα ἐκόσμουν καὶ πῦρ πρὸ τῆς παιδὸς [*](RIV 611) ὑπανεῖχον | γαμήλιον. τότε πατὴρ ἐκαλούμην ἐγὼ καὶ θυγάτηρ ἐκείνη καὶ τρόπον ἕτερον παῖς ὁ νυμφίος. ἀλλ’ οὔτε παῖδες ἐκεῖνοι μετὰ τὸν γάμον τὸν δυστυχῆ, τὸν ἐπάρατον οὔτ’ ἐγὼ πατὴρ ἔτι καλοῦμαι. ἐκεῖνον τὸν γάμον Τελχῖνες ἐζεύξαντο, ἐκείνην τὴν παστάδα Ἐριννύες ἐπήξαντο. τάφος ἦν ὁ γάμος ἐκεῖνος καὶ Πυριφλεγέθων αἱ δᾷδες καὶ Κωκυτὸς ὁ ὑμέναιος.