Declamatio 39

Libanius

Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ὡς τοίνυν ἐδέδοκτο γαμεῖν, οὐδ’ ἐν τοῖς ἐξῆς ἔστιν εἰπεῖν ὡς ἐγώ τι τοῦτον ἐλύπουν. οὐ γὰρ ὁ μὲν ἑτέραν ἐβούλετο λαμβάνειν, ἐγὼ δὲ ἄλλην οὐδ’ εἰς ἔριν ἦλθον αὐτῷ περὶ τούτων οὐδ’ ἐζυγομάχουν, τοσοῦτον δὲ ἠρόμην μόνον· ἐκ σωφρόνων δέ ἐστιν, ὦ πάτερ, καὶ μεμελέτηκε σωφρονεῖν; ᾔδειν γάρ, ὦ ἄνδρες δικασταί, ὅτι τούτου μὲν τοῦ καλοῦ τος καὶ πενία γυναικὸς καὶ δυσείδεια κοῦφον καὶ ὅ τι ἂν εἴποι τις, ἀπόντος δὲ καὶ πλοῦτος καὶ ὥρα καὶ γένος οὐδὲ μικρὸν εἰς παραμυθίαν μέρος.

τί γὰρ ἄν τις ἀγαθὸν ἀντιθείη τοσούτῳ κακῷ; τῷ δ’ ἄν τις ἐνέγκαι τηλικαύτην πληγήν; ἦ δεινὸν μὲν ἂν ἦν, εἰ καὶ λανθά- νεῖν ἐδύνατο, νῦν δ’ ἄμα τε πράττεται καὶ θρυλεῖται καὶ ὁ πρῶτος αἰσθόμενος ἄλλῳ μηνύει κἀκεῖνος ἑτέρῳ καὶ οὗτος ἄλλῳ. καὶ οὕτως ὁ λόγος εἰς ἀγορὰν ἐλθὼν [*](2 γῆ Μο sed τ suprascr m 2 3 οὐδὲν Μο 4 ἐγὼ τί Η) [*](5 ἠβούλετο Ma | γαμεῖν CrHMo | οὐδεὶς Μο 6 τοῦτον Μ 9 τούτου — 301,1 ᾄδεται citat Macarius fol. 78 v et usque ad 10 κοῦφον praeraissis verbis δυσειδία ἐπὶ εἴδους τοῦ ἐν τῷ προσώπου Λιβάνιος Andr. Lopadiota lex. Vindob. s. v. δυσειδής p. 44, 8 ed. Nauck | τούτου καλοῦ] τοῦ μὲν τῆς σωφροσύνης κα- λοῦ Macar 10 δυσείδεια scripsi e MaCl sed in hoc είδεια ex ειδία corr m 3 δυσειδία CrHMoMLaurlB Lopad Macar edd | ὅτι ΗΜοΙ 11 εἴποι scripsi e MoMaClIB Macar εἴπῃ θ’ HMLaur edd 12 οὐδὲ om Ι I τί — 13 ἐνέγκαι] οὐδὲ γάρ ἐστιν ἀγαθὸν ὅπερ ἂν ἀντιθείη τις τοσούτῳ κακῷ οὐδὲ τρόπος καθ’ ὃν ἄν τις ἐνέγκαι Macar 13 ἀντιθείη ἀγαθὸν Ι | ,,malim τί δ’ ἀντεισενέγκαι τηλικαύτῃ πληγῆ“ Re | ἐνέγκῃ Μο 14 ἣ Η ΜοΜa Macar ἢ Cl sed in ἥ corr m 2, Ι scriptura in Cr incerta) [*](15 τε om Μο | πεπράττεται Μο πέπρακται Macar | θρυλεῖται scripsi ex HMaCl Macar θρυλλεῖται MoMLaurlB edd scrip- tura in Cr incerta 16 πρῶτος seripsi ex HMoMaClI Macar πρώτως MLaurB edd scriptura in Cr incerta 17 οὕτως scripsi e Cl ut coni Re ότως Macar οὗτος reliqui libri edd)

301
ᾄδεται.

διὰ ταῦτα, ὦ ἄνδρες δικασταί, τῶν ἄλλων οὐδενὸς μνησθεὶς ὑπὲρ σωφροσύνης ἐδεόμην μανθά- νειν. ὁ δὲ ἄγριον εἰς ἐμὲ βλέψας ἐγώ φησι τούτων γέγονα δοκιμαστής, ἐγὼ τὴν κόρην οἶδα. θάρρει περὶ τῆς ἀρεσκούσης ἐμοί. ταῦτα ἀκούσας ἡσύχαζον καὶ ἄφωνος ἦν καὶ ἄμην δεῖν τῇ τούτου γνώμῃ γα- μεῖν. ἐλάβομεν τὴν νύμφην, ἠγάγομεν, εἴχομεν. ἆρ’ οὖν τι μετὰ ταῦτα ἠδίκουν; εἰπάτω.

12. Καὶ οὐ τῶν ἐμαυτοῦ γε μόνον, ἀλλὰ καὶ τῶν τῆς γυναικὸς πρὸς αὐτὸν ἔργων ἕτοιμος ἐγὼ ποιεῖσθαι τὴν ἐξέτασιν. οὐχ ὁμοίως ἀμφοῖν ἐπεμελήθη; οὐχ ὥσπερ τῶν ἐμῶν, οὕτω καὶ τῶν σῶν ἐφρόντισε, τροφῆς, ἐσθῆ- τος, εὐνῆς; οὐχ ἡδονῆς ἐκοινώνησέ σοι | καθάπερ [*](RIV 572) ἡ μήτηρ πρότερον; οὐκ εἰσιόντα ἔξωθεν προσιοῦσα ἐθεράπευσεν; οὐκ ἐξιόντα προὔπεμψεν εὐχομένη ταχέως ἐπανελθεῖν; οὐκ ἄδηλόν σοι κατέστησε τῆς ἐμῆς μη- τρὸς τὴν τελευτὴν πάντα ποιοῦσα τἀκείνης;