Declamatio 39
Libanius
Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
καὶ τούτων, ὦ πάτερ, γιγνομένων ἔστιν ὅτε ἐμεμψάμην ἢ κατεβόησα τῆς γυναικὸς ὡς ἂν οὐ τἀμὰ προτιμώσης, ἀλλὰ μεριζομένης ἀκριβῶς εἰς ἐμέ τε καὶ σέ; ἀλλ’ ἐάν τίς μου καταμαρτυρήσῃ παρελθὼν ἢ δοῦλος ἢ ἐλεύθε- ρος, γράψον, εἴπερ οἷόν τε, τούτου χαλεπώτερον κατὰ τῶν παίδων νόμον.
[*](1 διαταῦτα ΜοΒ 4 δικαστής MaClMLaurlB Mor scriptura in Cr incerta 7 ἐλάβομεν — 8 ἠδίκουν in marg Μο | ἤγομεν HMoMaCl scriptura in Cr incerta 8 τι om ΗΜο scriptura in Cr incerta | μεταταῦτα ΜΙΒ 9 ἐμαυτῶ Cl 10 πρὸς αὐτὸν om, ἔργων inser Ι 14 προιοῦσα MLaurlB Mor scriptura in Cr incerta 15 ἐθεράπευσεν scripsi e Ma ClLaur ἐθεράπευεν ΗΜοΜΙΒ edd scriptura in Cr incerta | προὔπεμψεν scripsi e CrHMoclLaur προὔπεμπεν ΜΙΒ edd προὔπεμπον Ma 17 τὰ ἐκείνης MaCl 18 ὅτ᾿ MaCl 21 καταμαρτυρήσῃ μου I | μου Cl sed υ ex ι corr m 3 22 οἷοντε Β εἰ οντε Laur οἷός τε Re)14. Οὕτως οὖν ὑποπεπτωκότος ἐμοῦ τοῖς σοῖς βου- λεύμασι καὶ οὐδενὸς ἐμαυτὸν ποιοῦντος κύριον, ἀλλὰ σοὶ πάντων ἀπλῶς παρακεχωρηκότος τίς αἰτία τοῦ κα- λοῦ τούτου νόμου; τί τούτοις δίδως ὑποπτεύειν ὡς ἔστι τις ἡμῖν ἐπὶ τῆς οἰκίας πόλεμος δεόμενος ὀξείας σφαγῆς ἣν δεῖ πεπρᾶχθαι πρίν τινα εἰδέναι διότι;
15. ἀλλ’ εἰ καὶ μὴ τὸν νόμον τιθείς, νῦν γε ἡνίκα τέθεικας, ἔλεγξον τὴν ἐμὴν κακίαν καὶ τὰς αἰτίας ὅρι- σον καὶ μὴ δίδου τοῖς περιεστηκόσιν ἄλλα ἄλλοις νο- μίζειν. ἢ οὐκ οἴει τούτων πολλούς, τοὺς μὲν πρὸς ἑαυτὸν ἕκαστον, τοὺς δὲ πρὸς ἀλλήλους, πολλὰ τοιαῦ- τα λέγειν ἃ οὐκ ἄν ποτε ἐγὼ φθεγξαίμην; ἃ γὰρ οὐδ’ ἀκοῦσαι φορητόν, πῶς ἂν ταῦτα εἰπεῖν ὑπομείναιμι; πλὴν τοσοῦτον ἐρῶ ὅτι τούτων οἱ μὲν ἀδικεῖν ἐμὲ νομίζουσι καὶ πρὸς τοῦτον σὲ τὸν νόμον ἁμαρτάνοντα ἐπηρκέναι, ἕτεροι δέ γε ἴσως ἀδικεῖσθαί μέ φασι καὶ δυστυχεῖν καὶ διὰ τοῦτο μισεῖσθαι.
παρελώμεθα τῶν πολλῶν τὰς ὑπονοίας εἰπόντες τὰ τοῦ παιδὸς πο- νηρεύματα. ἀλλ’ οὐκ ἐθέλεις; οὐκοῦν ἱκανή μοι τοῦτο ἀπολογία; καὶ διὰ τοῦτό γε ἤδη τοῦ νόμου κειμένου [*](2 ἐμαυτοῦ HMo Bcriptura in Cr incerta, ut in sequenti- bus quorurn ne finis quidem qui in folio 75 r fuerit dici potest) [*](4 γὰρ post τί Β 5 τίς ΗΜοΜa | τῆς om Μο 6 δι’ ὅτι Η διατί Laur 7 μὴ καὶ Ma sed μὴ del et ὅτε μὴ post καὶ inser m2 ClMLaurl Mor | τιθείς Ma sed in ἐτίθεις corr m2) [*](9 ἄλλ’ Μο 12 οὐκ ΗΜο 14 πλὴν] 15 νομί- ζουσιν 1 | καὶ — 16 ἐπηρκέναι om Ι | ἁμαρτάνοντα Ma sed ας in marg m 2 ἁμαρτάνοντος Μ 16 ἐπηρκέναι scripsi ἡκέναι libri edd sed ,,videtur leg. καὶ πρὸς τοῦτό σε βλέποντα τὸν νό- μον ὀργῇ ἁμαρτάνοντα τεθεικέναι“ Re ἐφηκέναι lacobs Lect γε om MaClI | με om Οἶ’ inser Ma 3 17 δυστυχῆ I | δια- τοῦτο ΗΜοΒ 18 τἀς τῶν πολλῶν ὑπονοίας Ι | εἰπόντος σοῦ τὰ Μο Re 19 οὐκἂν Ι | τούτων Β 20 διατοὐτό Η ΜοΜa)
τούτου τοίνυν ἀκούων ἀναγινώσκοντος νό- μον κρίσεως ἀποστεροῦντα τοὺς παῖδας καὶ φάσκοντος οὐκ ἄλλως εὖ οἰκήσεσθαι τὴν πόλιν καὶ ὑμᾶς ἀνασχο- μένους ὁρῶν ἥκειν ἡγησάμην καὶ ἐμαυτῷ καιρὸν θεῖ- ναι νόμον, ὂν τὸ πάλαι θεῖναι βουλόμενος, ὅπερ ἀρ- χόμενος ἔφην, οὐκ οἶδ’ ὅπως οὐκ ἐθάρρησα. καὶ σκο- πεῖτε, πρὸς Δῖός, εἰ μὴ καλὸς καὶ πρέπων τῇ πόλει καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸν γάμον ὁμολογῶν.
18. Τῷ καταλαβόντι φησὶ μοιχὸν ἐπὶ τῇ γυναικὶ κτείνειν εὐθὺς ἐξεῖναι τὸν ὑβρίζοντα. ἀλλ’ ὁ πατὴρ ἀγανακτεῖ καὶ ἀντερῶν ἥκει. διὰ τί, πάτερ, οὐ μέτεστί μοι τοῦ νομοθετεῖν; ἄτιμος ἐν τῇ πόλει περιέρχομαι καὶ δέομαι κύπτειν εἰς γῆν; ἐγὼ δὲ τῶν μεγίστων ἐμαυτὸν ἀξιῶ καὶ νόμους γράφω.