Declamatio 39

Libanius

Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἴθι δή, ὦ πάτερ, | ἀπαλλαγεὶς τῶν ἔνδον, δὸς σαυτὸν ὅλον τοῖς [*](RIV 580) κοινοῖς καὶ τὴν γυναῖκα τῷ νόμῳ. συνεχῆ ποιοῦ τὴν πολιτείαν καὶ νόμισον ἄλλος γεγονέναι τήμερον. προσ- ἐρχου τῷ δήμῳ, λέγε γνώμας ἐν τῇ βουλῇ, πρέσβευε, στρατήγει, ποίησαί τινα καλὴν ἀποδημίαν. μέλει μέν σοι τῆς ἐμῆς γυναικός, οἶδα καὶ οἵδε πάντες τοῦτο ἴσασι καλῶς ὧς πολὺ τῶν ἄλλων κηδεστῶν ἐν τοῖς [*](9 cf. p. 298, 15) [*](14 ἐπίλογος Μο) [*](1 ὥστε MaCl 2 αὐτὴ Η 3 καὶ om MaCl | τοῦτο μἐν- τοι scripsi ex HMo τοῦτο μέν μοι MaCl μέντοι τοῦτο ΜΒ Laurl edd 5 γυνὴ Cl 7 τῆς γυναικὸς om ΗΜο | ἱκανῶς Mor 8 τῆς ante σωφροσύνης Β 9 ἐπὶ Η 10 ἔτι post τὴν inser I | νυνὶ MaCl 11 ἂν om Μ | νόουσ H νόμων Μο 12 δ’ ΜΒ Mor 13 κωλύω Ι 14 ὦ om HMo 15 δοὺς ΜΙ Mor 16 num <ἐφεὶς> τὴν γυναῖκα τῷ νόμῳ εχῆ? | ποίου ΗΜο 17 καὶ inser Ma 2 | γέγονε Ι 18 γνώμας scripsi ex HMoMaClMB γνώμην Laurl edd 19 ποίησον Η MaCl I τὰ κοινὰ ΗΜο | μέλει scripsi ex HMoMBLaur cum la- cobsio Lect μέλλει MaClI edd 20 οἴ γε Ι 21 ἴσασιν | ἐν τοῖς om Ι)

314
πρὸς ἐκείνην διήνεγκας, ἀλλ’ ἱκανὴν ἐκεῖθεν δόξαν ἐσχηκὼς κτῆσαι τὴν ἀπὸ τῶν μειζόνων, ἄλλως θ’ ὅτε καὶ παῖδα παρέσχου τῇ πόλει νόμους δυνάμενον γρά- φειν.

ἐγώ σοι συλλήψομαι τῶν πολιτευμάτων οὐδὲ μικρὸν χωριζόμενος, συνεξιὼν οἴκοθεν, συνεισιὼν οἴ- καδε, μονονοὺ συμπεφυκώς, δουλεύων ταύτην τὴν ἡδίστην δουλείαν, ἂν ἄρα ἀναμάρτητος εἶναί σοι δόξω καὶ μὴ πρῶτος πατέρων κατ’ ἐμοῦ χρήσῃ τῷ νόμῳ.

42. καὶ δῆτα ἀναστὰς λέγε τούτων ἐναντίον, τί ποιῶν καὶ τί μὴ ποιῶν ἐγὼ διαφεύξομαί σου τὴν δεξιάν; κἂν μὴ πείθωμαι πᾶν ὅσον καλόν, ἀπόκτεινον. οὐ δεῖ με- μνῆσθαί με χωρίων; οὐ μεμνήσομαι. οὐ δεῖ προσ- άπτεσθαι χρημάτων; οὐ προσάψομαι. οὐ δεῖ προστάττειν οἰκέταις; οὐκ ἐπιτάξω. λῄδιον δεῖ φοροῦντα ἀνέχεσθαι; ἀνέξομαι. λιμώττοντα φέρειν; οἴσω. σιγᾶν; οὐ φθέγξο- μαι. χαμαὶ καθεύδειν; τοῦτο ποιήσω. πάντα σοι χαρι- οῦμαι ταῦτα. καὶ οὐκ ὄψει με περὶ ταῦτα θρασύν. μοι- χοὺς δὲ ἐξέστω μοι μισεῖν καὶ νόμους κατ’ αὐτῶν γράφειν.

φήσει δέ με καὶ τἄλλα ὁ πατὴρ φαιδρό- τερον γεγονέναι καὶ οὐκ ἀηδῆ συγγενέσθαι. νῦν μὲν [*](14 Men. com. IV 332, 507 M (III 256, 1028 K)) [*](2 ὅτε Laur 3 καὶ om Ι 1 παράσχοις Μο 4 ,,fort μικρὸν ἐμοὶ χαριζόμενος" Re 5 μικρὰ Β | οἴκοθεν — 6 δου- λεύων in marg Μα 2 6 καὶ ante μονονοὺ Μο 2 | πεφυκὼς ΜΙ Mor 1 ἣν Μ | σοι inser Ma 2 om Οἶ’ 9 δῆτ’ Μο 11 πείθομαι H | πᾶν ὅσα καλὸν Μο πᾶν ὅσον καλῶν Ma sed πάνθ’ ὅσα καλὰ suprascr m 2 σὸν καλόν Laurl | εἰ Mo 12 με inser Ma 3 | χωρἷαν Η Ι οὐ — 14 οὐκ ἔπι in marg Ma 2 om Cl) [*](13 οὐ δεῖ] οὐδὲ ΗΜο 14 λήδων scripsi auctore Re λῄδιον Laurl λινἰδιον HMoMaClMB edd 16 σοι om Ι 17 τοι post ταῦτά HLaur, σοι Ι | οὐκ inser Ma 2 | βραδύν coni Mor num βαρύν? 18 μοι om Μο | νόμον Ma sed οὑς supra ον m2 19 φησὶ HMo | τἆλλα HMo 20 ἀειδῆ H)

315
γὰρ | ἐπιτιμᾷ πολλάκις· τί σκυθρωπάζεις, ὦ [*](RIV 581) τέκνον; τί τοῖς πενθοῦσιν ἔοικας; ἐγὼ δὲ τότε μὲν ἔλεγον οὐδέν, νῦν δὲ φράσω· τὸν νόμον τοῦτον, ὦ πάτερ, κατὰ τῶν μοιχῶν θεῖναι μὲν βουλόμενος, ἀεὶ δὲ μέλλων ἐβαρυνόμην καὶ ὥσπερ ὠδίνων ἤλγουν τὴν καρδίαν· εἰ δὲ κυρωθείη τήμερον καὶ συγχωρήσαις καὶ τοῦτο ὑπομείναις, ὄψει μειδιῶντα τὸν κατηφῆ, ὄψει βλέποντα ἐλεύθερον τὸν κατεπτηχότα.

ἐποίει δέ με λογισμός τις τοιοῦτον, ὡς μὲν ἂν σὺ φαίης, εὐήθης, ἐποίει δ’ οὖν. ᾤμην ἐνδεέστερον τὸν παλαιὸν νόμον ὀργίζεσθαι τοῖς μοιχοῖς, ὡς καὶ τοὺς πολλοὺς ἐπ’ ἀλ- λοτρίους παρακαλεῖσθαι γάμους, τοὺς μὲν δοῦναι δυ- ναμένους, τοὺς δὲ πιστευομένους. μετὰ δὴ τοῦτον τὸν νόμον οὐκέτ’ ὄψει με τὸν ἔμπροσθεν, ἀλλ’ οἶον εἰκὸς τὸν ὑπὲρ γυναικὸς ἱκανῶς τεθαρρηκότα.

45. Σὺ μὲν κήρυττε, πάτερ, τοῖς περιεστηκόσι του- τοισὶ νέοις ὅτι, ὦ παῖδες, φυλάττεσθε τὰς τῶν πατέρων ὀργάς, ἐγὼ δὲ ἀντικηρύξω καὶ αὐτὸς καὶ πρεσβυτέρῳ καὶ νέῳ καὶ ξένῳ καὶ πολίτῃ καὶ παιδὶ καὶ πατρί· σωφρόνει καὶ φρίττε τὴν τοῦ γεγα- μηκότος δεξιὰν ὡς τῆς αὐτῆς εὐνῆς δεξομένης [*](2 δὲ om Μο 4 ὦ πάτερ om Laur | κατὰ om Μο | ὃν οὐκ post μοιχῶν HLaur ὃν MaCl, ἕνεκεν Μο ἐνθεῖναι HMaClLaurl 10 ἐπεὶ Mor sed γρ ἐποίει in marg punctum post οὖν posui ex Η colon Μο om reliqui libri edd 11 τοὺς inserui ex ΗΜΟΜa Οἶ’ om MBLaur I edd 12 δὲ Η | δυναμένου Ma 13 μὴ ante πιστευομένους et in marg inser Ma 2 14 οὐκ ἔτι ὢ 15 ἤδη post ἱκανῶς ὢ, pro ἱκανῶς Πα | ἱκανῶς om Ι 16 πάτερ om Μο 17 νέοις in marg Mo 2 18 ἀντικηρύξω Β ἀντικηρύττω ΗΜο ἀνακηρύξω Ι | ὃ ante καὶ(2) HMo 19 καὶ νέῳ om H MoMaClI 20 καὶ om Μ | δὲ post σωφρόνει Ι | φρίττε scripsi ex HMoMaClMBi et γρ in marg Mor φύλαττε Laur edd | πᾶς post φρίττε Ι 21 εὐνῆς δεξομένης scripsi cum lacobsio Lect νῦν εἰςδεξομἐνης libri edd sed εὐνῆς συνεισομένης coni Re)

316
καὶ τὴν ὕβριν καὶ τὴν σφαγήν. ἐγὼ δὲ πρῶτος σιδηροφορῶν βιώσομαι κἂν ὁντιναοῦν λάβω, τῷ σιδή- ρῳ χρήσομαι καὶ οὐδὲν ἔσται μοι παίδων αἰδεσιμώτε- ρον, ἀλλ’ ἀκονησάμενος τὸ ξίφος ἔχων ἀναπαύσομαι καὶ φανέντ’ ὃς ποθὲν μοιχοῦ τοῦ πατρὸς δεήσομαι βοηθεῖν.

[*](1 τὴν (2) om Laur | δὲ om HMoB 2 ὁντινοῦν ΜοΜαΜ BLaurl edd 3 οὐδὲν — αἰδεσιμώτερον] οὐδείς μοι ἔσται αἰδέσιμος Ι | αἰδεσιμώτερος MoMaCl 5 ποθὲν scripsi e Ma ClLaur 1 (??) Β ποτε ΗΜοΜ edd | μοιχὸν Ma sed ὂν in οῦ corr m3 τοῦ μοιχοῦ Μ | προσδεήσομαιc HMoI)