Declamatio 39
Libanius
Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
τί δὲ καὶ φεύγει δικαστήριον ὁ πατήρ; εἴποι τις ἄν. τὸ γὰρ ἔγκλημα τοῦ δώσοντος δήπουθεν, οὐ τοῦ ληψομένου τὴν δίκην. λέγε, φησί, τὴν αἰτίαν, ἔλεγξον, ὅρα διδόντα δίκην. ἀλλ’ οὐδὲν λέγεις τηλικοῦτον. παῦσαι θυμούμενος. ὀργῇ δὲ ζεούσῃ πατέ- ρων οὐκ ἐξέδωκαν οἱ νόμοι τὴν νεότητα τῆς πόλεως εἰδότες ὅτι κρατεῖ πολλάκις ὀργὴ λογισμῶν.
ἀλλ’ αἰσχρὸν διηγεῖσθαι παίδων ἁμαρτήματα πατρά- σι. σφαγὴ δὲ καλοῦ τινος γίνεται τεκμήριον; καὶ ἐν μὲν τῷ δικαστηρίῳ τοῦτο δόξας ἀδικεῖν ὅπερ ἡδί- κηκε μόνον ὁ παῖς ἀποθανεῖται, κρίσεως δὲ μὴ γεγενη- μένης οὐδὲν ὅ τι οὐκ ἠδικηκέναι δόξει. τοῖς γὰρ τὴν οὖσαν οὐκ εἰδόσιν αἰτίαν πᾶν εἰκάζειν ἀνάγκη. καὶ [*](2 οὐδὲ Οἶ’ 3 ἄκριτος scripsi ex ΗΜοΜa sed in hoc γρ ἀκρίτως suprascr m 3, Cl sed ς e ν corr, BLaur ἄκριτον Ι ἀκρίτως Μ edd | καλῶν Ι 4 δὲ ΗΜο | τῆς(2) om ΗΜοΙ | ἄνευ κρίσεως om Β 5 ἀποθανεῖται ἂν MaClI | τὴν αἰτίαν in marg Cl 3 6 φεύγοι Laur | ὁ om ΗΒ 7 τίς Η τὶς ΜΟ | δώσοντος scripsi e B δόντος reliqui libri edd 8 οὐ] ᾒ Mo | δώσοντος λέγε —9 δίκην om Μορ | λέγε scripsi ex HBLaurl ut coni Re λέγει MoMaClM Re | τὴν scripsi ex HMaClBI τινὰ ΜοΜ Laur Re 9 διδόντας Μο sed ’ς eras 10 „fort παῦσαι ovr" Re I λοιπὸν post παῦσαι Ι | Ὀργῆ — 12 λογισμῶν citat auctor florilegii Neapolitani fol. 285 r | ὀργῆς δὲ ζεούσης Ma 11 τῆς] τὴν Re 12 ἀλλ’ om HMo 13 αἰσχρὸν — 18 ἀνάγκη citat floril. Neapol. l. l. | ἀδικήματα Ma sed ἁμαρτήματα suprascr m 3 Cl 14 γίγνεται Β | μὴ Μο 15 τούτω HMoCl sed in hoc in τοῦτο corr m 2 16 ἀποφανεῖται Μο | δὲ om I | γενο- μένης Laur 17 οὐδὲν om Laurl Ι οὐδὲν ὅ τι om Cl in marg inser Ma 3 | ὅτι ΗΜο | οὐδ’ Laurl 18 πᾶν in lac 3 litt om Η)
διὰ μὲν δὴ ταῦτα οἱ παλαιοὶ νόμοι κρίσιν ἐποί- ησαν καὶ οὐκ ἀπεστέρησαν ἀστοὺς ὧν τοῖς οἰκέταις μετέδωκαν, οὐδένα γοῦν οἰκέτην, ὦ πάτερ, ἄκριτον ἀποκτενεῖς, ἀλλ’ ὅμως ἐκεῖνα τὰ ἀρχαῖα καὶ μακρῷ βεβαιωθέντα χρόνῳ πάντα ὕθλον ἀπέφηνας καὶ πε- ποίηκας τῶν παίδων τοὺς πατέρας σφαγέας. οὐδεὶς ἐναντιοῦταί σου τῷ νόμῳ. κρατείτω μετὰ τῶν ἄλλων τῶν φονικῶν ἢ, εἰ βούλει γε, καὶ πρὸ ἐκείνων ἐπαι- νείσθω. τοῦτ’ αὐτὸ μέντοι πεποίηκεν ὁδὸν τῷ κατὰ τῶν μοιχῶν νόμῳ. καὶ τοσούτῳ ῥᾷον ἐμοὶ τοῦτον ἢ σοὶ θεῖναι τὸν πρότερον ἐκεῖνον, ὅσῳ πρὸς παράδειγμα | μὲν ἐγὼ βλέπων γράφω, σὺ δὲ καινότατα πάν- [*](RIV 576) τῶν ἠξίους. παίδων οὖν ἀκρίτων ἀποθανουμένων μοι- χῷ τὸ ἴσον οὐκ ἐπικείσεται;
27. Τί γὰρ κωλύει, φησί, τὸν εἰλημμένον κρί- νειν; ἐγώ σοι πρὸς τοῦτο ἀποκρινοῦμαι, πάτερ. πρῶ- τον μὲν βαρὺ τῷ πάσχοντι τοσοῦτον κακὸν ὁρῶντι [*](3 cf. Greg. Cypr. supra p. 143, 2 sq. 6 cf. t. IV 895, 10 R; t. II 549,17; III 55,14) [*](16 ἀντίληψις Μο) [*](1 οὕτος Ι | ἄνευ ante τοῦ Η 3 ἀστούς scripsi αὐτοὺς libri sed ex αὐτοῖς corr Cl 3, edd τούς υἱοὺς lacobs Lect | τοῖς οἰκέταις — 4 οἰκέτην om ΗΜο | τοῖς οἰκέταις Cl sed e τούς οἰ- οἰκέτας corr m 3 4 ὦ πάτερ, ἄκριτον scripsi e MaClB ἄκριτον ΗΜο ἄκριτον ὦ πάτερ MLaurl edd 5 ἀποκτενεῖς Η ἀποκτείνεις Μο 6 χρόνῳ βεβαιωθέντα Ι | ὕθλον Μο sed del et ἆθλόν in marg οἶθλον Cl 8 σοι Ma sed σου suprascr m 3, Cll 9 τῶν inserui ex ΗΜοΜαΟΙΒΜΙ om Laur edd I πρὸς Μο 11 τοσούτω ὢ sed σ ex ι corr m 3 τοσοῦτο Laur) [*](15 ἶσον HMa 16 φησι κωλύει Μο | κωλύει om Η | κρίνει Μο 17 (??) Β | πρῶτον] τῶ Η τὸ Μο 18 ὁρῶντα ΗΜο et lacobs Ach Τ 660)
πολλὰ γὰρ τῶν ἀδικημάτων ἀκοῦσαι μέν ἐστιν ἀπίθανα, πράττεται δέ. καὶ εἰ μὲν καὶ νῦν γίνεταί τι τοιοῦτον, ἔξεστι ζητεῖν. αἱ γοῦν τραγῳδίαι γέμουσι παραδόξων κακῶν. ἃ οὐ χρὴ νομίζειν ἐπ’ ἐκείνων ἑστάναι τῶν χρόνων. τῆς γὰρ αὐτῆς οὔσης φύσεως εἰκός τοι καὶ τὰ αὐτὰ τολμᾶσθαι.