Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

πόθεν οὖν τῷ πλήθει τῶν ἰατρῶν στενοχωρούμεθα; τί δὲ μάτην οὗτοι κατὰ τὴν πόλιν στρέφονται; πόθεν δὲ πλουτεῖν νομίζουσιν; ἢ πόθεν τὸ κέρδος αὐτοῖς; οὐκ ἀφ’ ὧν παραμυθοῦνται τοὺς [*](RIV 666) κάμνοντας; οὐκοῦν τὰ κατ’ αὐτοὺς οἴχεται, εἰ | μόνος ὁ Ἀσκληπιὸς χρήματα λήψεται;

42. Ἀλλ’ ἐπὶ μεγάλοις, φησίν, ὁ Ἀσκληπιὸς ἰᾶται καὶ δεῖ μεγάλας τἀς ἐπαγγελίας ἐπ’ αὐτῷ ποιεῖσθαι. τοῦτο νῦν πρῶτον ἀκήκοα. ἐγὼ μὲν γὰρ αὐτὸν καὶ παρέχειν ἑτέροις ὑπελάμβανον. οὐκοῦν οὐ- δὲν ἡμῶν οἱ θεοὶ βελτίους. εἶτα καὶ πόσον ἐχρῆν ἐπ- αγγείλασθαι; μὴ γὰρ ἀθανασίαν ἡμῖν δεδώρηται; μὴ γὰρ συνῆψέ με φυγόντα τὴν νόσον τοῖς κρείττοσι; πά- λῖν ἡμῖν ὁ θάνατος ἐλπίζεται. προσδοκῶ καὶ δευτέραν νόσον ἄνθρωπος ὤν. οὐκοῦν πάλιν καὶ ἐφ’ ἑτέρῳ δεῖ στένειν ταλάντῳ;

εἰ δ’ ἐπιλείψει με ταῖς νόσοις τὰ τάλαντα, πόθεν ἡ σωτηρία λοιπόν; ἢ καὶ τὰς ἀπὸ [*](1 ὦ — 4 ἀντέδωκας praemissis verbis ἔνα ἀντὶ τοῦ καὶ διὰ τοῦτο, ὅπερ καὶ μετὰ παρεληλυθότος συντάσσεται. Λιβάνιος citat Andr. Lopad. lex. Vind. p. 105,8 ed. Nauck 3 ἴνα) καί Β I „malim δυστυχεστέραν“ Re | ὑγίειαν La 5 δὲ om La) [*](9 τρέφονται La 11 οὐκ οὖν La 12 χρήματα — 13 Ἀ- σκληπιὸς om La 13 ὁ ἀσκληπιὸς φησὶν Β 14 δ’ cum ras 2 litt Β 16 οὐδὲ Μ 17 εἶτα <τί> α καὶ πόσον coni Lect 19 μοι MVa sed οἱ in ἑ corr My Va 2, et γρ in marg Mor 21 πάλιν καὶ ἐφ’ ἑτέρῳ δεῖ scripsi e CrHVLa καὶ ἐφ’ ἑτέρῳ πάλιν δεῖ MVa edd καὶ ἐφ’ ἑτέρῳ δεῖ πάλιν Β)

137
τῶν συγγενῶν ἀναθήσεις οὐσίας; πόσου τὴν ὑγείαν ὑπολαμβάνεις ἀξίαν; ἐγὼ μὲν γὰρ αὐτὴν οὐδὲ δραχμῆς ἂν ἐπριάμην, σὲ δὲ καὶ δευτέραν ἐχρῆν ἐπιθεῖναι καί, εἴγ’ ἔτι μεῖζον ἐβούλου μανῆναι, μνᾶν ὅλην. πόσα σοι βούλει ταλάντου πρίωμαι σώματα;

πολέμους ἀναδέ- χονταί τινες ὑπὲρ ἑτέρων <καὶ> α παρατάττονται ἔνα δραχμὴν κομίσωνται. τί δὲ οἶ τὴν θάλατταν πλέ- οντες; οὐ μικροῦ κέρδους ἕνεκεν μεγάλους ἀναμετροῦν- ται κινδύνους; εἰσὶ δὲ οἳ καὶ τροφῆς ἕνεκα μόνης, ἔνα τὴν ἀπὸ τῆς γαστρὸς ἀνάγκην παραμυθήσωνται, ἐπαφῆκαν αὑτοὺς ἀλλοτρίοις ἐγκλήμασιν. ἀλλὰ τί ταῦ- τα; μάτην γὰρ νῦν φθέγγομαι πρὸς ἄνδρα οὐδὲν ἕτε- ρον τῶν κατὰ τὸν βίον ἣ τὴν ἀπὸ τῆς φιλοτιμίας μανίαν ἐπιστάμενον.

45. Ἀλλ’ ἔτι σοι, φησί, περίεστι χρήματα καὶ μετὰ τὸ τάλαντον. εἶτα τί σοι τούτων μέλει; ἢ ποῖος οὗτος ἀπολογίας τρόπος; ἢ δάκνει σε τὸ λειπό- [*](1 πόσου — 3 ἐπριάμην ad versus comoediae Atticae πόσου σὺ τὴν ὑγίειαν ἀξίαν ὑπολαμβάνεις; | ἐγὼ γὰρ αὐτὴν οὐδ’ ἂν ἐπρι- άμην δραχμῆς revocabat Kockius Com. Att. fr. III 663 | ὑγίειαν La 4 εἴ γ’· ἔτι scripsi e Μ sed in hoc in ras y εἴ γέ τι Β εἴτ’ ἔτι CrHVVaLa Re εἴ τέ τι Ferr Mor | ἐβούλου Va sed γρ ἐβουλόμην in marg m 2 ἐβουλόμην CrHV sed in hoc μὴν in ras m2, La | ἀπώλεσα post ὅλην Β | σοι Μ sed οἱ in ras y 5 πριῶμαι La 6 colon post τινες libri edd delevi | καὶ inserui om libri edd 1 οἱ — 9 κινδύνους praemissis ver- bis ἀναμετροῦνται ἀντὶ τοῦ ὑφίστανται. Λιβάνιος citat Andr. Lopad. lex. Vind. p. 5, 6 ed. Nauck 7 πλέοντες scripsi auctore Cobeto Coll 299 τολμῶντες libri Lopad edd 8 οὐ scripsi e Lopad cum Nauckio εἰ La οἳ reliqui libri edd | ἕνεκα Β εἵνεκα Va Lopad | μεγάλους om Lopad 9 signum interrogationis posui cum Nauckio punctum libri edd | ἕνεκα soripsi e CrHVaLa ἕνεκεν VMB edd 10 καὶ ante τὴν V | τῆς om Μ 11 αὐτοὺς CrHVVa sed in hoc ’ ante ’ m 2, La edd 12 νυνὶ La 16 μέλλει Va sed λ(1) eras 17 καὶ ante τὸ Μ edd delevi)

138
μένον, ὅτι μὴ καὶ τοῦτο τῷ ταλάντῳ προσέθηκας; μὴ γὰρ ἐφ’ ἐνὶ ταλάντῳ μόνον λελύπημαι; μὴ γάρ μοι περὶ τοῦτο μόνον τὴν ζημίαν ἔστησας; ἐγένετ’ ἂν ἤδη μοι διπλοῦν τῇ τοῦ τόκου προσθήκῃ καὶ πάλιν μεῖζον [*](RIV 667) | εἰς ὕστερον. συναύξεσθαι γὰρ τῷ χρόνῳ χρή- μάτα πέφυκεν.

ὁρᾷς τῆς ἀδικίας τὸ μέγεθος; μέχρι τελευτῆς ἔχω τὴν βλάβην. ἐγὼ δ’ εἰς τοσοῦτον ἤδη προέρχομαι ὧς μηδὲ τῶν θεῶν αὐτῶν ἀπέχεσθαι. εἰ γὰρ αὐτοῖς ὁ πλοῦτος περισπούδαστον καὶ διὰ τοῦτον εὐδαίμονες εἶναί τινες νομίζονται, πόσῳ μᾶλλον ἡμᾶς προσήκει δάκνεσθαι καὶ μισεῖν τοὺς κἂν πρὸς ὀλί- γον τι βλάπτοντας;

πόσα τεμένη κατὰ τὴν πόλιν ὑπάρχειν οἴεσθε ἢ πόσα τῶν θεῶν ἱερά; πολλά. τί οὖν; ποῦ συντρέχουσιν ἅπαντες ἐν νόσῳ; ποῦ δὲ μᾶλλον παρεῖναι τοὺς θεοὺς ὑπολαμβάνουσιν; ὅπου πλείονα καὶ τὰ ἀναθήματα βλέπουσιν. ἐν μὲν γὰρ τοῖς ἄλλοις οἴκοις ἔνθα μηδέν ἐστιν ἰδεῖν πλού- του σύμβολον οὐδένα τῶν θεῶν χρηματίζειν πειθό- [*](9 cf. p. 109, 1) [*](18 χρηματίζειν] φαίνεσθαι suprascr My) [*](2 μόνῳ Β et γρ in marg Mor | λελύπημαι — 3 μόνον in- serui e LaB om CrHVMVa edd 3 τούτου La | τὴν ζημίαν μόνην (sed η in ο corr m 2) ἀνέστησας Va 5 εἰς ὕστερον scripsi e CrSVa et γρ in marg Mor ἐς ὕστερον Β εἰσύστερον VLa ἐσύστερον Μ edd | συναύξεσθαι reposui e libris συναυ- ξάνεσθαι edd et Kockius Com. Att. fr. III 663 qui haec verba ad versus comoediae Atticae συναυξάνεσθαι τῷ χρόνῳ τὰ χρή- ματα|πέφυκεν revocabat 7 δὲ La 8 προέρχομαι scripsi ut coni Re προσέρχομαι libri edd | μὴ δὲ HVaB | αὐτὸν Μ Bed ὁ in co corr y | ἀπέχεσθαι Va sed εὑ supra ε(1) m 2 ἀπεύχεσθαι CrHV 9 διατοῦτον Β 11 κἂν in καὶ corr ras Va 12 τι βλάπτοντας scripsi e V τί βλάπτοντας Η βλά- πτοντας τί VaB βλάπτοντας MLa edd scriptura in Cr incerta) [*](13 τί οὖν inserui e La om reliqui libri sed scriptura in Cr incerta, edd 14 „malim ποῦ δὲ συντρέχουσιν;“ Re 17 ἐστιν Va sed ἑ in ras m 2 18 τὸν θεὸν CrHV)

139
μέθᾳ· ἔνθα δὲ πολλὰ τεκμήρια πλούτου καὶ περίεργος ἐσθὴς καὶ φιάλαι καὶ θυμιατήρια καὶ χρυσῷ στίλβων ὄροφος, ἐκεῖ, κἂν ἀπῶσιν οἱ θεοί, ὡς πρὸς παρόντας εὐχόμεθα καὶ φαινομένους καὶ λαλεῖν δοκοῦντας. ἔστι μὲν γὰρ ὁ πλοῦτος καὶ ἄλλως καλόν, πολλὴν δὲ τοῖς κεκτημένοις αὐτὸν εὐδαιμονίαν χαρίζεται.

φέρε γάρ, εἰ <δίκην> α ἦσαν δύο πρὸς ἀλλήλους ἔχοντες τινες ἢ ῥήτορες καὶ ὁ μὲν ἄγαν ἦν πένης, ὁ δὲ πλού- σιος, τίς ἀπῆλθε τὸ πλέον ἔχων; τίνι δὲ πλέονες μαρ- τυρεῖν ἐθέλουσι; ποῦ δὲ οἱ πάντες προστρέχουσι; τίνα δὲ μᾶλλον ἐπαινοῦσι λέγοντα; μετὰ τίνος δὲ τὸ δί- καιον φαίνεται; ὁ μὲν εὐκτήμων νενίκηκε κρίσιν πολ- λάκις ἄδικον, ἀπῆλθε δὲ μετὰ τῆς δίκης ὁ | πέ- [*](RIV 668) νῆς, καὶ κατ’ ἐγνωσμένος ἂν τύχη. τοσούτων τοίνυν ἐκ τοῦ πλούτου γινομένων τοῖς ἀνθρώποις καλῶν ἐγὼ μετὰ τῶν χρημάτων καὶ τὴν παρρησίαν ἀπολώλεκα.

49. Ἀλλ’, ὦ Δήλιε καὶ Παιὰν Ἄπολλον, ἤδη γὰρ καὶ κατὰ σοῦ λέγειν ἄρχομαι, τί φιλοκερδῆ τῷ γέ- νει τὸν Ἀσκληπιὸν ἔφηνας; οὐδὲν τοῦ πατρὸς μεμί- [*](4 sq. cf. p. 10, 2 sq.; 107, 10 sq.) [*](2 χρυσὸς La 4 εὐδοκοῦντας Β 5 μὲν om Β | ἄλλος Va 6 γάρ, εἰ <δίκην> α ἦσαν scripsi γὰρ εἰ ἦσαν Β εἰ εἴησαν reliqui libri sed scriptura in Cr incerta, edd 7 εἴησαν δύο πρὸς Mor sed γρ εἴησαν πρὸς in marg | „post δύο deest δίκην aut ἐχθρῶς aut simile quid“ Re 8 ἦν ἄγαν La 9 πλείονες Va πλέον Β 10 οἱ om VaB 11 δὲ om HV La scriptura in Cr incerta 13 καὶ Re | δίκης scripsi e La et γρ in marg Mor ut coni Re νίκης HV καταδίκης MVaB edd scriptura in Cr incerta | ὁ πένης κατ’ ἐγνωσμένος, ἂν τύχη (at iudicum tamen sententia absolutus) coni Re 15 γιγνομένων La 17 Δήλιε Mor δῆμε libri Ferr et γρ in marg Mor | καὶ om Β I καὶ ante Ἄπολλον Μ edd sed om γρ in marg Mor 18 τῷ] „videtur ἐναντίως vel ἀνομοίως vel tale quid deesse haud consentanee cum moribus “ Re θνητῷ lacobs App Pors 328 Lect at cf. Greg. Cypr. p. 157, 16 19 ἔφηνας scripsi e CrHV LaB et γρ in marg Mor ἀπέφηνας MFa Mor Re πέφηνας Ferr)

140
μηται. σὺ μὲν γὰρ εὔωνον τὴν μαντείαν ἔχεις ὀβολοῦ πολλάκις τὸν χρησμὸν ἀντιδιδοὺς καὶ τὰ ἐκ τῆς μαν- τείας ἀγαθά, τοῦτον δὲ φιλάνθρωπόν τινες ὀνομάζου- σιν, ἴσως οἱ νόσου μὴ πεπειραμένοι.

50. Ἀλλὰ μάτην γάρ, ὡς ἔοικεν, ὀδύρομαι ταῦτα, ἔνα καὶ τὸν παρὰ τῶν ἱερέων ὀφλήσω γέλωτα τούτου με τὰ πάντα λυμηναμένου. ὅθεν ἀφ’ ἡμῶν βαδιζέτω. ἀλλότριός ἐστι τοῦ γένους, κατ’ οὐδὲν ἐμοὶ παραπλή- σιος. οὐδὲν τῶν τοῦ πατρὸς μιμεῖται. ὅν ἀγαπῶ βίον μεμίσηκε.

μὴ γὰρ ἐγώ σε νῦν ἀπείργω; ταύτην ἤνεγκεν Ἀσκληπιός σοι τὴν ψῆφον. ἐκεῖνός σε τῶν ἡμετέρων ἐκβέβληκεν. ἐκείνῳ δικάζου, ἐκεῖνον γράφου. μηδὲν καθ’ ἡμῶν ἀγανάκτει. <ὑπὸ> α σοῦ, ὦ παῖ, ἐκβέβλημαι, πρῶτος ἠδίκημαι. βάδιζε τοιγαροῦν παρὰ τὸν Ἀσκληπιόν, εἰ δοκεῖ. ἐκεῖνός σοι τοῦ λοιποῦ πατήρ. ὂν ἀγαπᾷς, τοῦτον ὅρα. οὐ λείψει σοι παρ’ αὐτῷ τρο- [*](1 τὴν om Β 2 ἀντιδοὺς LaB 3 δὲ scripsi auctore Re καὶ libri edd τάχα καὶ τοῦτον lacobs Lect | εἶναι ante τινὲς MVa edd unde εἰκῆ efficiendum censuit Re cui oblocutus est lacobsius Add 225 | τινες om γρ in marg Mor 4 ἴσως οἱ μὴ νόσου scripsi e CrHVLaB οἱ νόσου ἴσως μὴ MVa edd) [*](6 περὶ Va 7 μὲν La μετὰ Β Ferr | τὰ om Β τοῦ HVVa sed in hoc del m 2 et rw ταλάντω in marg m 2 γρ μέ του in marg Mor | πάντα] τε in ras 3 litt Va 2 „malim aut μοι legi aut μετὰ τούτου μοι τὰ πάντα λυμηναμένων ut ad ἱε- ρέων redeat“ a Re | ὑμῶν Mor 10 μεμίσηκεν Η | ἐγώ σε scripsi ex HVLaB ἔγωγε νῦν σε MVa edd scriptura in Cr incerta 11 σοι om MVaB Ferr | ἐκεῖνος — 12 δικάζου prae- missis verbis δικάζομαι ἀντὶ τοῦ ἐγκλητεύω καὶ κατηγορῶ. Λι- βάνιος citat Andr. Lopad. lex. Vind. p. 48, 1 ed. Nauck 12 ἐκβέβληται. ἐκεῖνο δικάζων Lopad 13 ὑπὸ inserui om libri edd | πρῶτος Va sed σ in ν corr m 2 14 τοιγαροῦν scripsi ex HVLa et γρ in marg Mor τοίνυν MVaB edd scriptura in Cr incerta 15 ἐκεῖνος — πατήρ praemissis verbis τοῦ λοιποῦ ἀντὶ τοῦ εἰς τὸ ἐξῆς. Λιβάνιος citat Lopad. lex. Vind. p. 174, 3 ed. Nauck Ι τουλοιποῦ Va sed ~ eras, Β 16 λείψη Η Ι σοι om Η αὐτῷ Bcripsi αὐτοῦ (αὐ Va) libri edd | ποτὸς καὶ ante τροφή Μ edd sed om γρ in marg Mor, καὶ VaLaB)

141
φή. I ἀρκέσει σοι πολλῷ χρόνῳ τὸ τάλαντον. εἰ [*](RIV 669) δ’ ἄμεινον διοικεῖν ἐπίσταται, ζητείτω καὶ χρήστας τόκου πλείονας, ἴνα καὶ τὸ τάλαντον κατὰ χώραν μένῃ καὶ ἡ ἀπὸ τοῦ τόκου ἐνυπάρχῃ τροφή.

[*](1 ἀρκέσει Va sed ρκε in ras m2 ἀσκήσει Μ sed μεταχει- ρίσεται suprascr y, LaB Mor Re scriptura in Cr incerta | εἰ δ’ — 3 πλείονας praemissis verbis δανειστὴς ὁ ἕνεκεν τόκου παρέχων χρήματα, χρήστης ὁ χωρὶς τόκου, καταχρηστικῶς δὲ καὶ ὁ ἕνεκεν τόκου. Λιβάνιος citat Lopad. lex. Vind. p. 43, 10 ed. Nauck 2 καὶ om F | χρήστας τόκου scripsi ex HVLa χρήστας τόκων Lopad τόκου χρήστας MVaB edd scriptura in Cr incerta 4 τροφῆ La)
142
[*](p. 4 pr)

1. Εἰκός, ὦ ἄνδρες, τοὺς πλείους τῶν ἔξωθεν ἑστηκότων καὶ οἷς οὐδὲν ὅλως τοῦ παρόντος ἀγῶνος μέτεστι, μάλιστα δὲ πάντων οἶς καὶ παίδων πατράσιν ὑπῆρξε γενέσθαι οὐκ ἀποστῆναι τοῦ μὴ σφοδρῶς ἐγ- κεῖσθαι ταῖς κατ’ ἐμοῦ λοιδορίαις καὶ τὰ δεινότατα προφέρειν ἐμοί, οὐ μόνον ὅτι οὐκ ἔφερον ἡσυχῆ τὴν ἀποκήρυξιν δέξασθαι ἀγαπήσας πᾶν ὅ τι περὶ ἐμοῦ ἔδοξε τῷ γεγεννηκότι, ἀλλ’ ὅτι καὶ εἰς δικαστήριον ἀπήντησα καὶ ἐπεκαλεσάμην τοὺς νόμους καὶ ᾑρετισά- μην εἰς ἀγῶνα λόγων ἐλθεῖν τῷ πατρί.

καὶ γὰρ οἱ χρηστοὶ πατέρες βούλονται τοῖς σφῶν τέκνοις πρὸς αὑτοὺς ἄδειαν εἷναι οὐμενοῦν οὐδ’ ὅσην πρὸς δεσπό- τας τοῖς δούλοις, εἴπερ ἐκείνοις μέν, τοῖς ἀργυρωνή- τοις λέγω, ὅταν οἱ κύριοι μὴ μέτρια δρῶσιν αὐτούς, ἔστι καὶ δίκην ἐπιβοήσασθαι καὶ καταφυγεῖν πρὸς τὸ [*](L = Codex Leidensis Gr. F. 49) [*](V = Vaticanus gr. 933 fol. 342 ΙΙ)) [*](pr = editio princeps Milleri cf. p. 115) [*](14 sq. Choric. Mus. Rhen. XLIX 488, 31 sq.) [*](1 φιλαργύρου νοσοῦντος ὁ παῖς ηὔξατο τάλαντον δώσειν ἐὰν αὖθις ὑγιῆ ἀπολάβῃ τὸν πατέρα· ὁ δὲ ἀνενεγκὼν ἀποκηρύττει τὸν παῖδα· ὁ δὲ παῖς ἀπολογεῖται· μελετῶμεν τὸν παῖδα V 16 αὐτοὺς LVpr Ι comma post εἷναι LVpr delevi cum Kurtzio I οὐμενοῦν? Kurtz cf. Lib. t. V 383, 6)

143
βῆμα καὶ τῆς ἐντεῦθεν φιλανθρωπίας μὴ διαμαρτεῖν, ἐπεὶ μηδ’ ἐφεῖται παρὰ τῶν νόμων ἅπασα κατὰ τῶν τοιούτων ἐξουσία τοῖς κεκτημένοις, υἱέσι δὲ πάντα καρτεροῦσι μὴ ἐξεῖναι ὅλως ποιεῖν πλὴν τοῦ στέγειν οὐδέν, οὔκουν οὐδ’ ὅσον γρύξαι βιαζομένους.

πλὴν ἐπειδήπερ ἐλαφρόν ἐστι τοὺς ἐκτὸς συμφορῶν τοὺς δυστυχοῦντας καὶ σωφρονίζειν καὶ νουθετεῖν καὶ ἅπερ χρὴ δεῖξαι, καὶ πᾶς τις ἤδη διδάσκαλος ἀρετῆς, ὅσα γ’ ἐκ τῶν λόγων, τί καινὸν εἰ δή τινες τῶν ἐμῶν κακῶν μηδὲν αἰσθανόμενοι ἢ καὶ ὅλως ἀγνοοῦντες ὅσον τὸ πάσχειν ἀδίκως εἰς ἔκστασιν τῶν δεόντων, συνίστανται κατ’ ἐμοῦ προσθέμενοι τῷ πατρὶ καὶ τὴν ἀποκήρυξιν ἐπισπεύδουσιν; ἀπειρία γὰρ πραγμάτων πολλοὺς πολλάκις σφάλλεσθαι ποιεῖ τοῦ καθήκοντος.

ὧν γε δὴ χάριν καὶ ὑμεῖς αὐτοὺς μετὰ τῆς σφῶν ἀπειρίας πολλὰ χαίρειν εἰπόντες τὸ νόμιμον ὑμῖν ἀρ- χῆθεν καὶ σύνηθες τὸν ἀεὶ χρόνον κἀνταῦθα δει- κνύναι οἴεσθε δεῖν, ὥστ’ ἀκούειν μὲν εὐμενῶς ἑκατέρων τῶν λόγων, φαίνεσθαι δὲ πρὸ τῆς ψήφου χαλεπαίνον- τας εἴτε χαριζομένους τῶν ἀγωνιζομένων μηδέποτε μηδενί.

εἰ δὲ καὶ νῦν πρώτως παῖς παρ’ ὑμῖν ἀγω- νίζεται πρὸς πατέρα καὶ οὔποτε τῶν ἄνωθεν ἡμερῶν, μὴ θαυμάσητε μηδαμῶς. καινοτομεῖ γὰρ ὁ χρόνος ἀεὶ καὶ νῦν μὲν δείκνυσι ταῦτα, νῦν δὲ ταῦτα, καὶ μετ’ ὀλίγον ἕτερα, καὶ μετ’ ἐκεῖν’ ἄλλα, καὶ οὕτω διὰ παντὸς κρύπτων μὲν ἀεὶ τὰ φανέντα, ἄγων δ’ εἰς μέ- σον ἀντὶ τῶν ἀπιόντων ἕτερα. οὐκοῦν οὐ πόρρω τῆς [*](5 στέγειν οὐδέν scripsi e V στέγειν. οὐδὲν L στέγειν; οὐδὲν pr στέγειν, οὐδὲν Kurtz cf. p. 146,11 8 ἅπερ χρὴ δεῖξαι scripsi auctore Kurtzio ἀπόχρη δόξαι LVpr 11 ἔκτασιν pr 14 πολλοὺς scripsi πολλὰ LVpr 19 φαίνεσθε L sed ἑ in αι corr m 2 25 μετολίγον LV 26 διαπαντὸς· V | ἐς Lpr)

144
τοῦ χρόνου φύσεως τοῦτο.

καὶ χρή γε ὑμᾶς μὴ περὶ τούτου, εἴτε πρόσφατον εἴτε καὶ πάλαι ἠργμένον τὸ πρᾶγμα, σκοπεῖν, τί γὰρ τῷ τοῦ δικαίου λόγῳ τοῦτό γε διαφέρει; ἀλλ’ ἀκριβῶς διασκεψαμένους, ἐπὰν κἀμοῦ λέγοντος ἀκροάσησθε, πότερα δίκαιά γε καρτερῶ ταῦτα ἢ μὴ δίκαια ἐλαυνόμενος τῶν πατρῴων, διδά- σκειν ἐμέ· τοῦτο γάρ, εἴπερ ἄλλο τι, προσῆκον ὑμῖν τοῖς δικάζουσι.

χωρὶς δὲ τούτου οὐ δυσμεναίνων ἐγὼ τῷ πατρὶ καὶ ἀντεπεξιέναι σκοπούμενος ἀντιλέγειν ἐπιχειρῶ, ἀλλ’ ὥσπερ ἐκεῖνος δικαίαν ἐθέλων εἷναι τὴν ἀποκήρυξιν ὑμῖν τοῦ πράγματος ἐχρήσατο δι- κασταῖς εἰς μέσους τὰς αἰτίας προθεὶς καὶ τῷ λόγῳ ἐπάρας εἰς δύναμιν, οὕτω δεῖν οἶμαι κἀμὲ ποιῆσαι, στῆναι κατὰ τῶν ἐγκλημάτων καὶ ἀποσκευάσασθαι πειραθῆναι, κἄν τι λέγειν δόξω, τῶν δικαίων ἐννόμως τυχεῖν, ἂν δὲ κρατήσῃ τὰ τοῦ πατρός, στέρξαι τε τὴν [*](p. 5 pr) καταδίκην καὶ ἀπιέναι κατῃσχυμμένον, | κατεγνω- κότα καὶ αὐτὸν ἐμαυτοῦ.

ὅτι δὲ καὶ ἄκων εἶναι εἰς τοὺς παρόντας λόγους κατέστην ἐγώ, οὐδεὶς ἀντερεῖ. τὸ γὰρ ἠδικῆσθαι δόξαι ὧς οὐδεὶς οὐδέπω τῶν ἄλλων καὶ εὐεργέτου μὲν ἔργα ἔχειν δεικνύναι, ἀντὶ δὲ τού- των ἀκούειν ἄμα καὶ πάσχειν τὰ τῶν ἐπιβούλων καὶ λυμεώνων βίᾳ συνωθεῖ πρὸς τὸ βῆμα καὶ πείθει ἀποσκευασάμενον τὴν αἰδῶ ἢν εἶχον ἐκ νέου πρὸς τὸν πατέρα ὁμόσε τοῖς λόγοις ἰέναι. ταύτῃ τοι, κἄν τι λελέξεται δόξαν ἔχον κατὰ τοῦ γεγεννηκότος εἰρῆσθαι, συγγνώμην αἰτῶ καὶ πρὸς τοῦ πατρὸς καὶ πρὸς ὑμῶν καὶ πρὸς τῶν ἄλλων ἀπάντων, ὧς οὔτι ἑκόντος ἐμοῦ [*](25 Eur. Or. 921. Plat. rep. X p. 610 C) [*](4 διαφέρει scripsi διαφέροι LVpr 8 δικάζουσιν pr) [*](17 κατῃσχυμένον L)

145
τοιοῦτον ῥηθήσεται, τῆς δὲ συνεχείας τῶν λόγων τάχα καὶ μέχρι τοιούτου παρασῦραι μελλούσης.

πλὴν ἐπειδὴ κἀμοὶ λέγειν ἐφεῖται καὶ καιρὸς ἤδη τοῦ ἀγῶ- νος γενέσθαι, εὐξαίμην ἂν ἡδέως πρὸς ἄλλον τινά, μὴ πρὸς τοῦτον, εἶναί μοι τὴν διαφοράν, ἦ γὰρ ἂν ἦν χρήσασθαι τοῖς ἐμαυτοῦ ἀδεῶς, νυνὶ δ’ ἀνάγκη τῆς δυνάμεως ἑκόντα καθυφιέναι καὶ φείδεσθαι τῶν λό- γων, ὧν εἰρημένων, ὡς ἐμαυτὸν πείθω, ῥᾳδίως ἂν ὑπῆρξε κρατῆσαι καὶ οὐ τὸ πλεῖστον τῶν ψήφων, τὰς πάσας δὲ ῥᾳδίως ἀπολαβεῖν. συμβήσεται δ’ ἔμοιγε τοῦτον ἐνδιδόναι τὸν τρόπον καὶ τῆς ἰσχύος ὑπο- χαλᾶν, ἐπειδήπερ νίκην ἣν ἄν τις φέροι κατὰ πατρὸς ἥττης ἀπάσης χαλεπωτέραν ἔγωγε τίθεμαι καὶ ἀνε- κτότερον ἡττώμενον μετ’ αἰσχύνης ἀπιέναι τῶν ὧδε ἢ δικαιότερον πεφηνότα τοῖς λόγοις τοῦ τεκόντος ὑπερ- τερῆσαι.