Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἦν ἄρα, ὡς ἔοικεν, ἐπιτυχεῖν ὑγείας, ὦ δικά- ζοντες, παντὸς ὧς εἰπεῖν θανάτου χαλεπωτέρας, ὅπερ μοι συμβέβηκε τὰ νῦν διὰ τὸν χρηστὸν υἱὸν τουτονὶ τὴν ἀμείνω νόσον ἀντὶ κακῆς ὑγείας ἀλλάξασθαι. οὐ μὴν ἀλλ’, ἐπεὶ τῷ πλείονι τέθνηκα λογισμῷ καὶ δοκῶ μὲν περιεῖναι, οἴχομαι δὲ τῷ τοῦ ταλάντου πόθῳ, παρ’ ὑμᾶς ἀπήντηκα ἀπελάσασθαι τοῦτον τῆς οἰκίας ἐθέλων, καθάπερ οὗτος ἐμοῦ τὸ τάλαντον. καὶ δέομαι, τὴν χάριν ἐπινεύσατε, ἵνα μὴ πρὸς λύπῃ ζημίαν <λάβω> ἔνα μὴ καὶ ταύτην δυστυχήσω τὴν ἐπήρειαν τουτονὶ τρέφειν ἀναγκαζόμενος.

ὁ μὲν οὖν θεὸς ἀπὸ τῶν ἡμετέρων πλούσιος, ἐγὼ δὲ καινότερα δυστυχῶν περι- ορῶμαι πρὸ τελευτῆς κληρονομούμενος. ὃν γὰρ εἶχον κλῆρον περιών, τοῦτον ὧς τεθνηκὼς ἀπολώλεκα τῷ τῆς εὐχῆς τρόπῳ. ἐπειδὴ δὲ τούτων αἴτιος οὗτος, ἀκουσάτω μετὰ παρρησίας <μου λέγοντος> | ὡς οὐκ ἔστι μοι [*](RIV 656) [*](2 τὸ προοίμιον ἐκ περιουσίας M) [*](1 Ἡ μελέτη om B Φιλάργυρος ἀποκηρύττων Mor Re 2 ὑγείας scripsi e VaB ὑγιείας OrRVMLa edd cf. 1. 5; p. 120,7 et 19; 128,9; 129,10 et 11 et 13 et 17; 130, 1 et 3 et 7 et 12; 131,7; 135,8 et 10 et 13 et 18; 136,3; 137,1 | γρ δικασταὶ in marg Mor 4 τανῦν CrVMVaB edd 5 τῆς ante κακῆς M edd | ὑγείας La sed εἰ ex ἴ’ corr f ὑγιείας CrHVM edd 6 πλέονι CrHVM edd 7 ὂν ante περιεῖναι La | πόθῳ scripsi πάθει libri sed γρ πόθῳ in marg Fa, edd 8 τοῦτον ante τῆς inserui e B, ante ἐθέλων M edd om CrHVVaLa 10 τῆ λοιπὴ Β I λάβω inserui coll Dem. p. 155, 13 om libri edd aed „videtur ἀπενέγκωμαι vel tale quid deesse“ a Re λάβωμαι Lect 134 Not. crit. ad Lib. apol. p. 29 11 ἴνα μὴ om B | καὶ om M | δυστυχήσω τὴν om La 15 περιιὼν M 16 „num ἀτόπῳ?“ Re | ἐπεὶ MVaB | ἀκούσατε B 17 μου λέγοντος in- serui, ut λέγοντος ἐμοῦ aut saltim λέγοντος inserendum coni Re ἀκούσατω καὶ μου Lect) τὰ τῆς (om Not) ἀπορρήσιος lacobs Lect Not l. l. | οὐκ ἔστι scripsi e CrHLaB et γρ in marg Mor οὐκέτι VMVa edd)

120
παῖς, ἐπειδὴ μηδὲ τὸ τάλαντον. συναπώλεσα γὰρ τῷ τα- λάντῳ τὸν παῖδα.

οἶ μὲν οὖν ἄλλοι πάντες ὅσοι τὴν οἰκουμένην οἰκοῦσιν ἄνθρωποι ἀπὸ τῶν κρειττόνων τὴν εὐτυχίαν ἔχουσι καὶ δέονται τῶν θεῶν τὴν ἀμείνω τύχην ἐλπίζοντες, ἐγὼ δὲ ὁ δείλαιος καὶ τῶν ἐμαυτοῦ δι’ αὐτοὺς ἀπεστέρημαι· γεγένημαι γὰρ ἀντὶ πλουσίου πένης. ἤδη τὴν ὑγείαν μέμφομαι καὶ ποθῶ τὴν νόσον. ἐν ἐκείνῃ μὲν γὰρ εὐδαίμων ἦν, νῦν δὲ δὴ νοσεῖν ἄρχομαι. οὐδὲν γάρ μοι τῶν κατὰ τὴν οἰκίαν σώζεται.