Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

οὐ μὴν ἀλλ’ εἰ ἐμοὶ μὲν ταῦτα ἥδιστα, τούτῳ δὲ ἐγίγνετο βλαβερά, λόγον ἂν εἶχεν ὑμῖν ἡ πρὸς τὸν εὐεργέτην χάρις· ἐπειδὴ δὲ οἷς ἂν αὐτὸς ἡσθείην, ταῦτα τούτῳ λυσιτε- λοῦντα φανήσεται, μὴ κατὰ Θεμιστοκλέους, ὦ ἄνδρες Ἀθηναῖοι, τιμήσητε τὴν Θεμιστοκλέους δόξαν μηδὲ θῆσθε ψῆφον ᾗ νῦν οὗτος ἡσθεὶς μετὰ ταῦτα μέμψε- τᾶι.