Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἢ σὺ νομίζεις, Θεμιστόκλεις, ὅτι μισότεκνός τις ὢν ἐγὼ καὶ Σκύθης τὸν τρόπον καὶ τῆς φύσεως ἀλιτήριος καὶ τὸ μή σοι συνοικεῖν | εὐδαιμονίαν [*]( IV 380) τιθέμενος ἐδεήθην τότε δικαστῶν; οὐκ ἔστιν. ἀνὴρ Ἕλλην, Ἀθηναῖος, τῆς ἡμερωτάτης πόλεως, ἐν τοῖς ἤθεσι τῆς δημοκρατίας τραφείς, ὃν ἐγέννησα, ὅν ἀνέ- θρεψα, ὅν ἐν ταῖς ἐμαυτοῦ χερσὶν οὐκ ὀλιγάκις ἤνεγκα, ἐν ᾧ τὰς τοῦ γήρως εἶχον ἐπικουρίας, τοῦτον ὁρῶν εὔτα- κτον, κόσμιον, σώφρονα, τοῖς ὅλοις ἄμεμπτον ἐμίσουν. ἐξήλαυνον, ἐποίουν ἀλλότριον; ποῖον φάρμακον πιών; ἐκ ποίας μανίας κατ’ ἐμαυτοῦ φέρων τὴν πληγήν;