Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ τί λέγω τοὺς παῖδας; ἀλλὰ τὴν μεγάλην ταύτην καὶ θαυμαστὴν ναυμαχίαν πῶς συνήγαγες; ἆρ’ ἑκόντων Ἑλλήνων καὶ βουλομένων συμπλέκεσθαι; καὶ μὴν ἐδέ- δοκτο φεύγειν καὶ ζητεῖν αἰσχρὰν σωτηρίαν, | [*](RIV 379) ἀλλ’ ὅμως ταῦτα ἐγνωκότας ἔδειξας ἐξαίφνης ἐν μέσῳ τῶν βαρβάρων ὥστ’ ἀνάγκην εἶναι ναυμαχεῖν. καὶ οἷς ἔδρων οὐχὶ βουληθέντες ἐνίκων καὶ ὧν ἔλαβον ἄν, εἰ προῄσθοντο, παρὰ σοῦ δίκην, ἀντὶ τούτων σὲ σω- τἤρᾳ τῆς Ἑλλάδος καλοῦσιν. οὕτως οὐδὲν θαυμαστὸν τὸ αὐτὸ καὶ βαρὺ τοῖς ποιοῦσιν εἷναι καὶ λυσιτελέστα- τον. καὶ νῦν μή μοι τοῦτο λέγε μόνον, ὡς οὐκ ἂν βουλοίμην καὶ ἄκοντι χαριζόμενος ἐν οἷς χαρίζῃ λυπεῖς, ἀλλ’ εἰ μὴ καλὸν ἀκολουθῆσαι τοῖς τῷ πατρὶ δοκοῦσι καὶ δοῦναι χάριν ἐν τῷ λαβεῖν.

19. Τί δὲ καὶ τοσοῦτον μεμφόμενος ἥκεις ἐναντιω- [*](4 Dem. p. 539,24 10 cf. p. 72, 3 et 73,8. Her. VIII 75 sq. 1 οἰκείαν I 3 τοῖς ἀκουσίοις I | τοῖς om I 4 λυσιτε- λήσοντα B | τοὺς(1) om L sed in ras 4 litt in qua οὑς m 2 τοὺς(3) om I num delendum? 5 εἰς φροντιστήριον I 6 γινό- μενοι I 9 συνήγαγεν I sed γες suprascr m 2 | ἑκόντων scripsi cum lacobsio Add 201 Lect 117 Cobeto Coll 293 ἑκόντων τῶν Ma ἐκ τῶν reliqui libri edd 10 ἑλλήνων Lau sed λην in ras m 2 ἐθελόντων Gasda | καὶ(1) om in ras 1 litti 14 av om I) [*](15 προίσταντο I 16 ἐλπίδος ILau 17 καὶ βαρὺ post ποιοῦσι Ma, post εἶναι Β 18 μή τι τοιοῦτο I 20 κακὸν I 22 comma post δὲ CMaBLLau edd delevi cum lacobsio )

468
σόμενος; ἀντεῖπόν σου ταῖς δημηγορίαις; ἤλγησα τοῖς κατορθώμασιν; ἐφθόνησα τοῖς ἐπαίνοις; ἐξήνεγκά τι πρὸς τοὺς ἐναντίους τῶν ἀπορρήτων; εἰπὲ τὸ ἀδίκημα. ἔλεγξόν με πονηρὸν περὶ σεαυτόν.

20. Ἀπεκήρυξάς με, φησί, καὶ τῆς οἰκίας ἐξέ- βαλες. λυπηρὸν τοῦτο, Θεμιστόκλεις, καὶ βαρὺ τοῖς παθοῦσιν. ἀνῃρήσθω τοίνυν τοῦτο τὸ λυπηρὸν τήμερον. εἰ μὲν γὰρ οὐκ ἠνιῶμεν τότε, τί χαλεπαίνεις; εἰ δ’ ἐλυ- ποῦμεν, ἐνταῦθα στήτω τὸ πρᾶγμα. σὺ δὲ ποιεῖς ἄτο- πον ἐν ἐγκλήματι μὲν προφέρων τὴν ἀποκήρυξιν, αὐτὴν δὲ ταύτην ὅπως μενεῖ ποιῶν καὶ δι’ ὁμοίας ὀργῆς ἀμφότερα λαμβάνων, τό τε τῆς οἰκίας ἀπελθεῖν τό τε αὖθις ἐκεῖσε ἄγεσθαι, ὥσπερ ἂν εἴ τις τὸν ὧν ἀπεστέρησε χρημάτων ταῦτα ἀποδιδόντα πάλιν δυσμενῆ κρίνοι παραπλησίως ἔν τε ἐκείνῳ καὶ τούτῳ.

21. Χωρὶς δὲ τούτων, ὅταν τὴν ἀποκήρυξιν λέγη, πόθεν ἐπὶ ταύτην ἦλθον, ἐρωτᾶτε αὐτόν. κἂν μὲν ὠμότητα ἐμὴν εὕρητε καὶ θυμὸν λόγον οὐκ ἔχοντα, ἐξέστω Θεμιστοκλεῖ μὴ μόνον φεύγειν τὴν οἰκίαν, ἀλλὰ [*](10 cf. t. I 276,4. Dem. p. ;]11,2) [*](Anth Pal III 296 | ἐναντιωσόμενος praemisso κείμενον in marg Ma 3 ἐναντιωσάμενος I) [*](1 σου scripsi e MaB cum Gasda σοι reliqui libri edd τῆς δημηγορίας ILau 3 τῶν om I | ἀπορρήτων | sed γρ ἀπόρρητον suprascv ’ 4 δεῖξον C | σεαυτῷ C 5 ἐξέβαλλες I sed λ secuiidum inser m 2, Re 6 καὶ βαρὺ θεμιστόκλεις I) [*](7 ποθοῦσιν | παθοῦσι CmaL edd 8 ἠνιῶμεν scripsi e C C coll. p. 469,3 ἠνίων reliqui libri edd | ἐλυπούμην ILau ἐλύπουν Cobet Coll 293 10 ἐν inserui auctore Re „f. ἐν ἐγκλήματι id est ἐν ἐγκλήματος μέρει, aut ὧς ἔγκλημά τι” om libri edd 11 μενεῖ scripsi cum Gasda μένοι B μένῃ CMaLI edd μέλλῃ Lau | ποιῶν L sed ι in ras m3 12 τότε LLau 13 τ’ Ma B | ἂν om MalLau | τὸν] τῶν ILau | ἂν post ὧν CILau 17 ἦλθον scripsi e CB coll. p. 463, 21 et 473, 7 ἦλθεν MaLILau edd)

469
καὶ δίκην ἑτέραν ἢν βούλεται λαμβάνειν· ἂν δὲ παρὰ τούτῳ τὸ τῆς αἰτίας ᾖ καὶ ὁ μὲν ἀναγκάσας ὁ παῖς, ὁ δὲ ἠναγκασμένος ἐγώ, συγγνώμην ἐχέτω τοῖς βιασθεῖσιν ἡμῖν.