Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
καὶ ταῦτα ἀκούων ἡδόμην τε καὶ τῶν ἐλπίδων εἰς λύσιν τῆς ἀποκηρύξεως ἀνέμενον τὸ τέλος. ὃ καλῶς ποιοῦν ἥκει. μέγας ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, Θεμιστοκλῆς ἐν βου- λαῖς, ἐν ἔργοις, ἐν λόγοις, ἐν ὅπλοις, ἐν γῇ, ἐν θα- λάττῃ, ἐν τοῖς Ἕλλησιν, ἐν τοῖς βαρβάροις. καὶ διὰ τὴν τούτου γνώμην οἷς ἠκολουθοῦμεν ἡγεμόσι, τού- των πεφήναμεν βελτίους. λύεται δὴ μετὰ τῶν κοινῶν φόβων καὶ τῆς ἀποκηρύξεως ἡ γνῶσις καὶ τὸ εἰκὸς ὁ καιρὸς λαμβάνει. ὥσπερ γὰρ πρότερον ἐκείνων ἴδει τῶν τοῦτον | σωφρονιούντων, οὕτω νῦν τῆς RIV 378 ἀρετῆς ἀνωμολογημένης πεπαῦσθαι χρὴ ταῦτα ὧν πρό- τερον ἔδει.
15. Ἀλλ’ οὐ βούλομαί φησιν. ἀλλὰ βουλήθητι. τὸ γὰρ ἐθέλειν ἄμεινον, ἔνθα ἂν ᾖ τὸ μὴ βούλεσθαι [*](3 Plat. Gorg. p. 494 C 14 Thuc. I 94 sq.) [*](1 γινομένων I 3 νικόκλεις I | εἶδ’ C 4 εἰ Ma sed ς Spdd m 5 6 ἐμβέβληται CMa 8 κίνησιν C | καὶ τοιαῦτα ἃ ἀκούων coni Re 10 ποιοῦν Lau sed ποίων in marg 12 ἐν ὅπλοις ἐν λόγοις Ma sed ἐν λόγοις ἐν ὅπλοις corr m 2 13 τοῖς bis om I 14 τούτων e τούτου corr Lau 15 δὴ scripsi e MaB δὲ reliqui libri edd 18 τοιοῦτον Ma | σω- φρονιούντων scripsi cum Cobeto Coll 293 σωφρονούντων libri edd σωφρονιζόντων Gasda | οὕτως ἐν τοῖς Ma 21 φὴς Ma 22 μὴ om Ma)