Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
τούτων, ὦ ἄνδρες δικασταί, γιγνομένων πολλοί μοι προσιόντες καὶ τῶν ἀναγκαίων καὶ τῶν ἐπιτηδείων εὖγε, ὦ Νεόκλεις, ἔλεγον. καλῶς εἶδες ὅθεν ἂν ἐπανορθώσαις τὸν υἱόν. εἰς δέον, ὡς ἔοικε, πάντα ἐκεῖνά σοι πέπρακται. μεγάλας φροντίδας εἰς τὸν νοῦν ἐμβέβληκε καὶ προσδέ- χεται κίνησιν Περσικὴν καὶ πῶς ἂν τὴν προσ- βολὴν ἀποκρούσαιτο σκοπεῖ.