Declamatio 3

Libanius

Libanius, Declamatio 3, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

1. Εἰ μὲν ἐβούλετο Ἀλέξανδρος, ὦ Τρῶες, [*](RIV 3) καὶ κατὰ μικρὸν εἶναι δίκαιος, οὔτ’ ἐκκλησίας ἔδει νῦν οὔθ’ ὅπλων οὔτε πρεσβείας, ἀλλ’ ἡμεῖς τ’ ἂν οἴκοι διετρίβομεν ἐν πᾶσιν ἀγαθοῖς ὑμῖν τ’ ἂν ἔξω φόβων καθειστήκει τὰ πράγματα· ἐπειδὴ δὲ τὴν τοῦ δικαίου τάξιν δευτέραν πεποίηται τῆς ἡδονῆς, ἥκομεν, ὦ Τρῶες, ἀδικήσοντες μὲν οὐδένα, τὰ δὲ ἡμέτερα αὐτῶν κομιού- μενοι, ἐάνπερ ἄρα ἐξῇ.

τὸ μὲν οὖν στρατόπεδον τῶν Ἀχαιῶν ἀπὸ τῶν τειχῶν ὁρᾶτε δήπου καὶ τὸ πλῆ- θος ὅσον καὶ τῆς παρασκευῆς τὸ μέγεθος, ἡμεῖς δὲ τοσαύτῃ προνοίᾳ κεχρήμεθα τοῦ μηδὲν ἀνεπιεικὲς ποι- εῖν, ὥστε τὰ ὅπλα παραστήσαντες προτέροις χρώμεθα [*](12 Thuc. ΙΙΙ 66, 1) [*](1 Ἡ μελέτη] Ὁ λόγος Pa om reliqui libri 2 μὲν in ras Cf δὲ καὶ HV sed in hoc del et μὲν suprascr m 2 | ὁ ἀλέξανδρος V 3 καὶ scripsi e La Va κἂν reliqui libri sed inser My Ma 3, edd | κατὰ inser Pa 2 μετὰ Er et γρ in marg Mor | οὐτ’ ἐκκλη- σἰας ex οὔτε ἐκκλησίας corr Ma 3 οὔτ’· ἂν ἐκκλησίας Pa οὐτ’ — 4 ὅπλων] οὔθ’ ὅπλων ἔδει νῦν οὔτ’ ἐκκλησίας Vi et γρ suprascr Pa 2 οὐθ’ ὅπλων οὔτ’ ἐκκλησίας ἔδει νῦν Μ | ἔδει νῦν reposui e HVCBPaMViMaCL νῦν ἔδει La Va edd 4 τὲ MaCl et suprascr γρ Pa 2 5 ἐν inser οἱ et in marg La s om HVVa Er | τὲ HLaMVi et suprascr Pa 2 τε V | φόβου C Mor sed in hoc γρ φόβων in marg 6 ἐπεὶ BLaMViMaCl et suprascr Pa 2 8 δ᾿ BPa sed in hoc δὲ suprascr m 2 | δίκαια MaCl 9 ἐάνπερ] ἂν MaCl et suprascr Pa 2 et γρ in marg Mor | ἐξῆ Pa sed βούλησθε suprascr m 2 βούλοισθε Β sed γρ ἐξῆ suprascr, MuCl γρ βούλησθε in marg Mor 10 ἐλλήνων Pa sed ἀχαιῶν suprascr m 2, et γρ in marg Mor | ὁρᾶται Pa 11 τε LaVi 12 χρώμεθα in marg Vi 2 et suprascr γρ Pa 2 et Er Mor sed in hoc γρ κεχρήμεθα in marg 12 ἂν ἀπεικὸς ΒΜ et γρ in marg Ma 2 et suprascr Pa 2 γρ ἀπεικὸς in marg Mor | πράττειν MaCl 13 καὶ ante τὰ edd delevi)

202
τοῖς λόγοις, ἔν’ εἰ μὲν ἐκ πρεσβείας τῶν δικαίων τύχοι- μεν, εὐθὺς ἀπίωμεν, εἰ δὲ μή, τά γε δεύτερα πράττω- μεν. οὔτε γὰρ εἰς ἔργον παραχρῆμα καθίστασθαι τῶν ἡμετέρων τρόπων ἀπράκτου τε τῆς πρεσβείας ἀπελ- θούσης ἡσυχάζειν οὐκ ἔνεστιν. ἔστι τοίνυν ἐφ’ ὑμῖν ἢ περὶ πλείονος ποιήσασθαι τὴν ἡδονὴν Ἀλεξάνδρου τῆς [*](R IV 4) ὑμετέρας αὐτῶν | ἀσφαλείας ἢ μετὰ τῆς Ἑλένης ἀπηλλάχθαι καὶ τοῦ πολέμου.

3. Μέχρι μὲν οὖν τῆς παρούσης ἡμέρας Ἀλεξάνδρῳ μόνῳ τὴν ἁρπαγὴν λογιζόμεθα καὶ τῶν εἰς ἡμᾶς ἠσελ- γημένων οὐδὲν ὑπὸ τοῦ κοινοῦ τῶν Τρώων πεποιῆσθαι νομίζομεν, τὸ δὲ τῆς νῦν ἐκκλησίας τέλος ἤ βεβαιώσει ταύτην τὴν δόξαν ἢ τὸ μὲν ἔργον ἐκείνου, τὸ δὲ βού- λευμα κοινὸν ἀπάντων ἀποδείξει. ἐν μὲν γὰρ τῷ τὴν Ἀλεξάνδρου θεραπεύειν χάριν κοινωνεῖν ἐστι τῶν πε- πραγμένων, ἐν δὲ τῷ καὶ παρὰ τὴν ἐκείνου γνώμην μέτριόν τι ποιεῖν ἐθέλειν ἐν ἐκείνῳ τὴν μέμψιν ὁρί- ζειν.