Oratio 52

Libanius

Libanius, Oratio 52, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ἐκεῖνοι μὲν οὖν τὸ τούτων ποιοῦσιν, οὗτοι δὲ τὸ ᾿κείνων οὐ τολμῶσιν. ἀλλ᾿ οὗτοι μὲν δεηθέντες ἀπῆλθον παραδόντες τῇ μνήμῃ τὴν χάριν, οἱ δ᾿ ἕπονται παρόντες ὑπὲρ ὧν δεδέηνται καὶ νεύουσιν οἱ τὰς βοηθείας ἐπηγγελμένοι τοῖς ἀγωνιξομένοις θαρρεῖν. ποῖον οὖν τοῦτο δικαστήριον ἀρ᾿ οὗ τὸ δικάξειν ἐξελαύνεται; καὶ μήτοι | νόμιξε δύο [*](R III 76) μόνους εἶναι τοὺς τοῦτο δρῶντας οἷς ἡ κοινωνία τοῦ [*](18 cf. p. 9, 1 sq. 20 cf. p. 11, 1) [*](2 διελόμενοι P sed o (1) in ras 2 litt m4 3 δ᾿ Re | αὐτοὺς B 4 αὐτόν I | δ᾿ Re 8 αὐτῶν I αὐτ cum lacuna 2 litt B 9 κάθηνται coni Got et scripsi e P sed ν inser m2, VaB κάθηται reliqui libri edd 13 δίκαιοι A sed οι in ras 5 litt man. rec. | δὲ Re | αὐτοὶ τὰς τοιαύτας εἰσόδους ἐπὶ B) [*](14 τοῖς μὴ] μὴ τοῖς C 15 τῷ om Got 16 δύνανται coni Re Anim 17 κείνων P sed eras κείνων edd 19 οἵ A οἵ P sed add m4 | δὲ Re 22 καὶ om Got)

28
θρόνου, ἀλλὰ βάθρον μὲν καθ’ ἑκατέραν χεῖρα, βάθρον δέ βάθρῳ συνάπτεται καθ’ ἑκάτερον μέρος. ἐπὶ δὴ τούτων τῶν τοσούτων οἶ τοῖς νόμοις ἐχθροὶ τὰ τῶν νόμων ἔξω ζητοῦντες ἀναπηδῶντες, κεκραγότες, οὐ λανθάνοντες ὑπὲρ ὧν εἰσιν ἀφιγμένοι.

αὐτοί τε οὖν οὗτοι καὶ παρ’ ὧν ἐλάττων ἡ τόλμα συρρέουσιν εἰς τἀς καταγωγὰς αὐτοὶ μὲν κρατήσαντες τοῦ μετ’ ἄριστον ὕπνου, ἐκείνοις δέ τοῦτον διακόψαντες τὸν ὕπνον. καὶ βοῇ μέν τοῦτο οὐ ποιοῦσιν οὐδὲ ὀνόματι καλοῦντες, πῶς γάρ; διαλεγόμενοι δέ καὶ λαλοῦντες οὕτως ὡς μὴ εἶναι μηκέτι μηδ’ εἰ σφόδρα βούλοιντο, καθεύδειν. ἀνεγειρόμενοι τοίνυν τεθυμωμένοι κρύ- πτουσι τὸν θυμὸν ὑπὸ μειδιάματι. καὶ τὸ λοιπὸν τῆς ἡμέρας ἐν τῷ περὶ χαρίτων ἀναλίσκεται λόγῳ, τὰ δ’ ὀφειλόμενα γράμμασι γράμματα τῆς τῶν ἀρχόντων χειρὸς οὐδαμοῦ, οἷς δὲ δεῖ τούτων τῶν γραμμάτων, [*](R III 77) προσκαθήμενοι πεινῶσι.