Oratio 52

Libanius

Libanius, Oratio 52, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

ᾧ μὲν οὖν ὁμιλεῖ τις, τοῦτον ἂν ἕλοι· οὗ δ’ ἀφέστηκε, πῶς ἂν τούτῳ προσβάλοι; κακὰ μὲν οὖν ὁ κακῶς [ἂν] ἄρχων δράσει, [*](3 cf. p. 9, 10. Od. α 208 5 cf. Dem. fals. leg. § 194 p. 402, 2 13 cf. t. I 152, 14 15 cf. p. 10, 1 21 Aesch. Tim. § 57 p. 80, 19 R) [*](1 σφὰς Ρ sed ’ in ~ corr m 2 2 την Β | πείσωσι λιπα- ροῦντες, ταῦτα ΡΙΒ Got 5 λόγου — 10 ἄγοντα omisso δὲ citat Macar fol. 91 v 6 ἂν δυνηθείη] δύναται Macar 9 καὶ τίς Got 11 εἴξαι ΙΒ Got 14 ἐπαφήσων Va 15 „αὐτὰς si bene habet, necesse est ut etiam ἠκόνηνται δὲ αἱ γλῶτταί τισιν legatur. Sed probabilius penes me est leg. esse αὑτοὺς“ Re | τᾶλλα Α 18 κερδάναι scripsi κερδάνας libri edd 20 δέ Re | τοῦτο Β τοῦτον Got 21 προσβάλλοι Β προσβάλλει I | κακὸς Β | ἂν cancellavi | δράσοι Β)

37
κἂν μηδεὶς εἰσίῃ, πλείω δὲ εἰσιόντων, τά μὲν ἐκείνοις, τὰ δὲ αὐτῷ διδοὺς οὐκ ὄντα τοῖς δι᾿ ἐκείνων ἴσα. οὕτως οὐκ ἔνι μὴ ταῖς εἰσόδοις ἀκολουθῆσαι βλάβην.

25. Καὶ μὴν ὠφέλειάν φησιν ἐνεῖναι δεικνυμένων | παρὰ τῶν εἰσιόντων ἃ μὴ σφόδρα ἂν ἐκεῖνος ἴδοι. [*](R III 89) καὶ τί τοῦτο ἔστι; πῶς μὲν ἂν λάθοι; πῶς δ’ οὐκ ἂν καταφανὲς γένοιτο τῶν μὲν πόρρωθεν ἀνωμολογημένων τῶν περὶ τὸν φόρον, τῶν περὶ τὰς δίκας, τῶν περὶ τὰς θεωρίας τῶν δ’ ἀπροσδοκήτων πευθῆσί τε δι- οικουμένων καὶ πολλαχόθεν τὴν διδαχὴν ἐχόντων.

εἰ δὲ δὴ καὶ συνεχῆ κοινωνὸν ἀπάντων ἔχειν ἄξιον, ἔστιν ὁ παρεδρεύων ἀναγκαίαν ἔχων τοῖς πράγ- μασιν εὔνοιαν· οἶδε γὰρ ἐν ταῖς διαμαρτίαις πρῶτος ὑφέξων λόγον. δύο | τοίνυν γνώμαις τῆς ἀρχῆς κυβερνωμένης τί ἂν ἑτέρων δέοι; καὶ γὰρ εὐφροσύνην αὐξῆσαι καὶ ἀθυμίαν κοιμίσαι δύναιτ’ ἂν ὁ μονονοὺ συμπεφυκώς.