Oratio 46

Libanius

Libanius, Oratio 46, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

καὶ ἔδει μὲν ἐν τῷ πευθῆνι τοῦτο ἑστάναι, νῦν δὲ πᾶς ἀφ’ ὁτουοῦν σχήματος τῶν βασιλείων μετέχων καὶ οὗτος ἀξιοῖ τῶν αὐτῶν ἀπο- λαύειν, τοσούτῳ μετριώτεροι τῶν πευθήνων ὄντες, ὅσῳ φασὶ δώσειν, εἰ καὶ ψευδεῖς αἰ ὑποσχέσεις. καὶ ὑπὲρ τούτων οἶδα πολλὰ τραύματα καὶ δάκρυα γεγενημένα τοῦ στενωποῦ ταῦτά με διδάσκοντος τοῦ ἐν τῷ βου- [*](R II 472) λευτηρίῳ. πολλοὶ γοῦν λόγοι τοῖς ὀδυρμοῖς Ι τῶν παιομένων διεκόπησαν. τί οὖν θαυμαστόν, εἰ παρὰ τῶν κλοπῶν τῶν τοιούτων ἔπραξάν τι περὶ τὰ σταθμὰ τοιοῦτον οἷον οὐκ ἄν, εἰ μὴ ταῦτα ἔπασχον;

[*](2 Οd. δ 616. ο 116 3 cf. p. 42, 20 et add t. II 294,10; 297,11 7 cf. t. II 544,7 11 cf. p. 296,24 et ad p. 280,12)[*](18 cf. p. 347,16; t. Ι 318,18)[*](2 δ’ Re 5 καὶ ᾖ Μor sed κἂν ᾖ coni | ἐστιν Ρ 7 συβαριτικῆ Ρ sed η in ras m2 8 δ’ Re 9 οἱ θ’ Β 10 δ’ Re 13 ὅτου οὖν Α edd ὁτοοῦν Ι 14 βασιλειῶν CA sed in hoc ~ eras, Ι | οὗτος V Re οὕτως reliqui libri edd 18 ταῦτα μεταδιδάσκοντος V 19 γ’ οὖν Α | τῶν om in lac 3—4 a litt Β τοῖς reliqui libri Mor τοῖς τῶν Re 21 „post τοιούτων deesse videtur ἀναγκασθέντες aut διδαχθέντες“ Re at cf. t. Ι 245,7; 275,12 | στάθμα ΑΡΒ)
387

17. Ἀλλ’ ἐνταῦθα μὲν χλαμύδες καὶ ἀναξυρίδες καὶ ὄνομα πολεμίων, εἰ καὶ μὴ κινδύνων ἔρως, τῶν δὲ κηφήνων τούτων τίς ἂν ἐνέγκαι τὰς γαστέρας τῶν ἐν ἀργίᾳ τὴν ἑτέρων ταλαιπωρίαν ἐσθιόντων; τίνας δὴ λέγω τούτους; οἷς ἔργον ἒν τοῦτο τὰς τῶν κρα- τούντων λέγειν ἐν τοῖς θεάτροις εὐφημίας. ἐν γὰρ δὴ τοῖς θεάτροις ἔχουσι τὴν ἰσχὺν δεσποτείαν τῶν ἀγοραίων ἔχοντες διὰ τὴν ἐν ταῖς φωναῖς ἐξουσίαν. καὶ τὸ ἔθνος τοῦτο σκηπτοὺς ἀφιᾶσι καθ’ ὧν ἂν ἐθέ λοιεν καὶ ἐβόησαν καὶ ἔπεισαν, οἱ δέ εἰσιν ἐν κακοῖς. καὶ τὸ κακῶς Ι ῥηθὲν πέπαυται. δεῖ δὴ προσ- [*](R II 473) κυνεῖν τούτους ἢ ἀπολωλέναι.

τὸ δὲ προσκυνεῖν τί ἐστιν; αἰτεῖν, λαμβάνειν· πάλιν αἰτεῖν, πάλιν βάνειν ἢ πέμποντας τοὺς τοῦτο ποιήσοντας ἢ αὐτοὺς προσιόντας. κἂν ἀπορίαν αἰτιάσηταί τις, ὅτι μὴ δανεί- ζεται, λυπεῖ· τοῖς δὲ ἀνιαθεῖσι τούτοις ἐν τοῖς θεάτροις ἡ τιμωρία. ἐκεῖνα δὲ πολλοῖς ἀνοίγεται. καὶ στρα- τιῶται διαθέουσι σβεννύοντες πῦρ, ξύλα διαρριπτοῦν- τες, οὐδὲν ἐῶντες μένειν, πάντα ἀνατρέποντες. τίς ἂν ἐνέγκαι τετρακοσίους λύκους; πῶς ἔνι, βασιλεῦ, καὶ τούτοις ὑπηρετεῖν καὶ τῶν ἄλλων μηδὲν παρακινεῖν; ὁ γὰρ ἀξιῶν ἄμφω γίγνεσθαι παραπλήσιον ποιεῖ τῷ τινα στερῆσαί τε τοῖν ποδοῖν καὶ κελεύειν βαδίζειν.

[*](3 cf. p. a 369, 21 6 cf. ad p. a 369, 16 8 cf. p. 34,16 20 cf. p. 298,24; 303,10)[*](2 πολεμίων scripsi e V πολέμων reliqui libri edd 3 τις Re | ἐνέγκοι Mor 4 τὰς et ταλαιπωρίας C 5 δὲ Mor | ἐν τούτῳ Mor 11 πεπίστευται Re Anim 13 πάλιν—λαμβά- νειν in marg add C2 14 ποιήσαντας Mor Ι αὐτοὶ προσιόντες Mor 16 δ᾿ Re 21 μηδέν Β Re μηδεῖν CPI μὴ δεῖν AVaV μηδένα Mor sed γρ μὴ δεῖν in marg 22 γίνεσθαι Β Mor γενέσθαι Re Ι τὸ Ι 23 τε om V)
388

19. Ἀλλὰ ταῦτα μὲν κἂν ἀρνήσαιτό τις, ἐκεῖνο δὲ [*](R II 474) οὐκ ἔστι τῶν πραγμάτων βοώντων. | ἀπεδείχθη καταγωγὴ τοῖς Ἰοῦσιν ἐφ’ ἵππων ὁδὸν ἢ πολλὴν ἢ οὐ πολλήν. τῇ δ’, οἶμαι, καταγωγῇ ταύτῃ δεῖ κλινῶν ἐστρωμένων, τραπεζῶν, τῶν ἐπὶ τούτων ἐκπωμάτων, ὀψοποιῶν, τῶν ὑπολυσόντων, τῶν ἀπονιψόντων, τῶν πόρνας ἀξόντων, τῶν ἰατρούς, εἰ δεήσειε. πάντα δὴ ταῦτα καὶ ἔτι πλείω τίνες οἱ παρέχοντες; οὗτοι οἱ μαστιγούμενοι. κἂν συντρίψῃ τούτων ἢ καί τις ὑφέ- λῆταί τι, τοὺς αὐτοὺς εἶναι δεῖ χορηγούς. καὶ πολλοὶ τῶν διακόνων ὀργῇ τῶν αὐτοῦ καταλυσάντων ἀδίκῳ περιπεσόντες ἀπέθανον, καὶ δεῖ χρήμασι πείσαντα τοὺς τούτων γονεῖς σεσῶσθαι. αὕτη ἡ καταγωγή, βασιλεῦ, κατὰ τῶν καπήλων ἐκτίσθη καὶ ὅ τι ἂν ἐνέγκῃ Ι [*](R II 475) τὸ καπηλεῖον, τούτου τὸ πλέον ἐκεῖσε πεπόρευται. πρὸς γὰρ αὖ τοῖς ἄλλοις σεσυλῆσθαι φάσκοντες οὐδὲν τοιοῦτο πεπονθότες διὰ τῶν μισθωτῶν ἐπὶ τοὺς καπή- λους ἰόντες σείουσι.

20. Καιρὸς δὴ τῶν γιγνομένων ἐν ταῖς τῶν στρα- τηγῶν διαδοχαῖς ἐνταῦθα μνησθῆναι, βασιλεῦ. τίς οὖν ἡ ζημία; κεναὶ- τράπεζαι, <κενοὶ> πίθοι. τὰ μὲν πωλεῖ μὲν ὁ πεπαυμένος ὁμοίᾳ καὶ αὐτὸς ἁρπαγῇ κτησάμενος, κτᾶται δ’ ὁ τὴν ἀρχὴν ἐκδεξάμενος, εἰς τὴν ἡμέραν βλέπων ἐν ᾗ καὶ αὐτὸς ταῦτα ἀποδώσεται.

[*](2 ἕξι Μοr sed γρ ἔξεστι in marg 3 καταγωγὴ in lac 3—4 litt om V 4 τῇ δὲ Re τῇδε Mor Ι κλινῶν, στρωμνῶν?)[*](5 τούτοις Β 9 καὶ Mor Ι συντρίψῃ scripsi συντριβῇ libri edd 12 πείσαντα Mor sed γρ πείσαντας in marg 14 ὅτι ΙΒ et γρ in marg Mor 15 πορεύεται V περπερεύεται Mor)[*](17 τοιοῦτον Β 21 κενοί inserui | τα Ι 23 δὲ Re δί’ Mor | ὃ Mor | ὀ εἰς Mor 24 ἀποδώσεται Α sed ω ex o corr m2)
389

21. Τούτοις οὐκ ἂν προσθείην τὴν εἰς τοὺς χοὐς ἐπικουρίαν μηνὸς ἑκάστου γιγνομένην πολλάκις· καὶ γὰρ εἰ δαπάνης ἐστὶ καὶ τοῦτο, ἀλλ’ ἑκουσίου τε καὶ φερούσης τοῖς προιεμένοις ἡδονήν. οὐ γὰρ κατα- ρῶνται τοῖς Ι λαμβάνουσιν, ἀλλ’ εὐφραίνονται δι- [*](R II 476) δόντες βλεπούσαις ὡς εἰπεῖν ταῖς ἑαυτῶν δεξιαῖς εἰς οὐ βλεπούσας τὰς ἐκείνων καὶ κατὰ τοῦτο πλανωμένας. ταυτὶ μὲν οὖν οὐ λογίζομαι, οὐδὲ γὰρ ἐκεῖνοί ποτε· νέους δὲ ἀντὶ γερόντων κίονας τίς οὐκ οἶδε μετὰ βλάβης τῆς τούτων ἀντικαθισταμένους ἢ βαρυτέραις ἕλξεσιν; ἄμφω γὰρ ἐκείνων, καὶ ἢ μεταφέρειν αὑτοὺς ἀπὸ τῶν τεχνῶν ἐκεῖσε δεῖ ἢ τούτων ἐχομένους μισθῷ πράττειν ἐκεῖνο. καὶ τούτου πολὺ χαλεπώτερον οἱ ὀχετοὶ τὸ πλάτος Ι αὑτῶν κομιζόμενοι δι’ ἐκείνων. [*](R II 477) ὧν οὐκ ὀλίγοι ζῶντες καταβαίνοντες ἀνιμῶνται νεκροί, καὶ προσήκει τὸν οὐκ ἀπολούμενον ἐν ἑτέρου κινδυ- νεύειν σώματι, μισθοῦ πάλιν σώματι.

22. Λεγέσθω τοίνυν καὶ τὸ τἄλλα πάντα νενικηκός. τοῦτο δέ ἐστιν ὁ ἀφόρητος φόρος, ἄργυρος καὶ χρυσός, φρίττειν προσιούσας ποιῶν τὰς δεινὰς πεντετηρίδας. ὄνομα μὲν γὰρ εὐπρεπὲς ἀπὸ τῶν ἐμπόρων τῷ πόρῳ τούτῳ, τῇ θαλάττῃ δὲ ἐκείνων εἰς διάδυσιν χρωμένων [*](19 Zos. II 38. Cod. Theod. XIII 1, 1 sq. cum commentario Gothofredi) [*](4 ταῖς προιεμέναις C τῆς προιεμένης Mor 5 τοῖς om libri Mor inser Re | εὐφραίνοντες Va Mor 7 βλεπούσαις Mor sed γρ βλεπούσης in marg 8 ἐκείνη C 10 βαρυτέραις scripsi βραχυτέραις libri edd βραδυτέραις coni Re 11 καὶ εἰ Mor sed γρ εἰ καὶ in marg Ι αὑτοὺς Re αὐτοὺς libri Mor) [*](14 αὑτῶν Re αὐτῶν libri Mor 15 καταβάντες Re 17 σώματι (1) del? Ι πάλιν σώματι cancellavit Mor 18 τἆλλα C τἆλλα Α Ι κεκινηκός APIBV Μου sed in hoc γρ νενικηκός 22 διάθεσιν coni Re at cf. ad p. 413,2; p. 390,2)

390
[*](R II 478) οἷς | μόλις ἄρτον προσφέρουσιν αἰ χεῖρες, ἀπόλ- λυνται. διαφεύγει δὲ οὐδὲ ὁ νευρορράφος. οὓς ἐγὼ πολλάκις εἶδον τὴν σμίλην εἰς οὐρανὸν αἴροντας ὀμνύν- τας ἐν αὐτῇ τὰ πάντα εἶναί σφισιν. οὐ μὴν τοῦτό γε αὐτοὺς ἀπαλλάττει τῶν ἐγκειμένων καὶ ὑλακτούν- των καὶ μόνον οὐ δακνόντων.

23. Οὗτος ὁ καιρός, ὦ βασιλεῦ, πλείω τὴν δουλείαν καθίστησιν ἐκβάλλων ἐλευθερίας τοὺς ὑπὸ τῶν γονέων πωλουμένους, οὐχ ἵνα αὐτοῖς δέξηται τὴν τιμὴν τὸ κιβώτιον, ἀλλ’ ἵνα αὐτὴν ἴδωσιν εἰς τὴν τοῦ γοντος δεξιὰν ἐρχομένην. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν, ὡς οὐκ ἐχρῆν γε λαμβάνειν, τοῦ πολέμου δεομένου χρημάτων, ἀφ’ ὧν ἔνι καὶ κρατεῖν πολεμίων καὶ σώζειν τοὺς ὑπηκόους, ἀλλ’ ὅτι τοῖς ταῦτα φέρουσιν ἀνάγκη σκοπεῖν, ὅθεν ἂν καὶ φέροιεν. καὶ τὸν εἰσπράτ- τοντα προσήκει καὶ παρορᾶν τι δύνασθαι ποιοῦντα [*](R II 479) τοὺς πιεζομένους Ι φέρειν· ὡς ὁ στρέφων καὶ βασανίζων τὰ μέτρα κατὰ τοῦ φόρου τοῦτο ποιεῖ. δεῖ δέ, ὦ βασιλεῦ, μὴ λίαν τῶν λίαν πεινώντων ἐπι- μελεῖσθαι πλείω τῶν νεύρων τοῦ πολέμου ποιούμε- νον πρόνοιαν.

ἐνταῦθα μὲν οὖν οὔσης τοιαύτης ἀμοιβῆς οὐδὲν μεταστατέον, τὰς δ’ ἄλλας βλάβας οὐ περιοπτέον. ὧν τὴν ῥηθησομένην ἀδικωτάτην εὑρήσεις. [*](12 cf. t. II 436,1; 473,1) [*](1 ἄρτου Mor 2 ὁ om PVaB Mor 5 αὐτοὺς Ρ sed οὑς ex ὂν corr m2, VaB αὐτῶν C αὐτὸν AIV Ι ἀπαλλάτ- τειν C | ἐγκωμίων Mor 6 μονονοὺ Re 10 ἵν᾿ Re 13 δεομένων C 16 τι om Ι τὸ Mor sed γρ τί in marg | τοιαῦτα Mor 17 τρέφων V 19 λίαν (2) om V 20 πλείω scripsi πλέω libri edd 21 μὲν] δὲ Mor | οὖν om IVaB Mor, in marg add P2, et in textu inser P3 22 δὲ Re)

391
ποῦ γὰρ δίκαιον τοὺς ἄρχοντας ἥμισυ θέντας τῆς τιμῆς ἑστιᾶσθαι καὶ τὸν πλουτοῦντα τὰ τοῦ πενομένου βάνειν καὶ ὂν ἐτάχθη ποιεῖν εὐδαιμονέστερον, τοῦτον ποιεῖν ἀθλιώτερον καὶ τὰ παρὰ σοῦ τρέπειν εἰς τὴν οὐσίαν, ἐσθίειν δὲ τὰς τῶν ἀγοραίων σάρκας καὶ καθεύδειν μετὰ τοιοῦτον δεῖπνον καὶ φίλους καλεῖν ἐπὶ τὰ ἀλλότρια;

εἶτα τοσαύτῃ λῃστείᾳ καὶ κακοῖς ὑπηρεσίαν ὄνομα μετέθεντο ὡς ταύτῃ τοῖς βλαπτο- μένοις Ι ἀφαιρήσοντές τι τῆς βλάβης, ὥσπερ ἂν εἴ [*](R II 480) τις τὴν μοιχείαν φιλίαν προσαγορεύοι. καὶ περὶ τού- τῶν τῶν λημμάτων πυνθανόμενοι τῶν μαγείρων οὐ καταδύονται. ἃ κερδαίνειν εἰ βουλόμενον ἰδιώτην γραψάμενός τις ἐπέδειξεν, οἵας ἂν ὁ δικάζων ἀφῆκε φωνὰς τυραννίδα τὸ πρᾶγμα καλῶν. ἀλλ’ ὅμως ὧν τιμωρίαν ἐλάμβανον ἄν, ταῦτα τολμῶντες ἀδικεῖν σω- φρονίζειν ἑτέρους φασί.

26. Τί οὖν ἐκ πάντων μοι τῶν εἰρημένων, ὦ βασιλεῦ, δείκνυται; ὅτι χρῆν τουτονὶ τὸν γενναῖον, τὸν πολλάκις δὴ τεθεαμένον τὸν Θύμβριν καὶ τῶν ἐν ώμῃ Ι πιόντα πηγῶν μὴ πρότερον ἅψασθαι τῶν R II 481 μέτρων, πρὶν ἤ ῥύσασθαι τῆς καταδρομῆς τοὺς καπή- [*](1 cf. p. 219, 10. t. II 387, 13; 403,12) [*](3 τὃν C sed τ in ras 1 litt | ἐτέχθη Mor 4 τό Re | τὴν om Ι 5 ἀγορέων C Mor qui ἀγοραίων coni 6 μετὰ om V | ποιεῖν C 7 λῃστεία ΙΒ 8 ὑπηρεσίαν scripsi ὑπηρέσια libri ὑπηρεσίας edd Ι μεταθέντας Mor ἔθεντο Cobet Coll. 136 Coll. t. II p. 503, 11 R at cf. Dem. cor. p. 320,13. Plat. Crat. p. a 384 D Ι ταύτῃ γε Β τούτῳ Mor 9 ἀφαιρήσον(??) V ἀφαιρήσονταί Ι 10 προσαγορεύει Mor 12 βουλόμενον εἰ Mor 13 γραψόμενός Ι 15 ἐλάμβανεν C 16 ἑτέρας Mor) [*](19 τεθαμμένον Mor qui τεθαμένον coni, quod Koenius Greg. Cor. p. 223 ed. Lips. correxit)

392
λους. οὓς ἔδει καλέσαντα μανθάνειν ὀδυρομένων τὰς εἰσβολὰς οὐκ ἐπὶ τὰς ἀμπέλους, τὸ τῶν Λακεδαιμονίων, ἀλλ’ ἐπ’ αὐτὸν τὸν οἶνον καὶ τοὺς πίθους. νῦν δ’, ὃ μὲν ἦν δίκαιον, τὸ παῦσαι τὰς βλάβας, ἔπειτα εὐθύνειν τοὺς καπήλους, εἴασεν, ἀφεὶς δὲ τὸ πρότερον ἧκεν ἐπὶ τὸ δεύτερον.