Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ δ’ πεύων τε καὶ ἀναβλέπων ἄγεται πρὸς τὴν Ἠμαθίαν ὑπὸ τῆς πτήσεως. οἷ δὴ κατάρας ὁ ἀετὸς ἐπὶ τὸν βωμὸν ἔθηκε τὸν τοῦ Βοττιαίου Δῖός, ὃν ἱδρυσάμενος ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξ- άνδρου πρὸς τὸν οἰκισμὸν ὁρμὴ τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς μαντείας οἰκιστὴς ἐγίγνετο.