Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τοῦ συμβάντος δὲ πάντα ὀφθαλμόν τε καὶ γνώμην ἐπιστρέ- φοντος καὶ δηλοῦντος ὡς οὐκ ἄνευ θεῶν ἐδρᾶτο, τὸν υἱὸν ἐφ’ ἵππον ἀναβιβάσας ὁ Σέλευκος εἰς τὸ τὴν πτῆσιν ἀπὸ γῆς διώκειν καὶ τῷ χαλινῷ τὸν ἵππον ἰθύνειν πρὸς τὰς ὁδοὺς τοῦ πτεροῦ, βουλόμενος εἰδέναι, τί τοῖς ἡρπασμένοις ὁ ὄρνις χρήσεται.