Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οἷς μὲν γὰρ ἐβοήθησε, τούτους τῶν ἐχθρῶν μείζους ἐποίησεν· οὓς δὲ ἐποίησεν ἰσχυρούς, ὑπὸ ὑπὸ των ἐπεβουλεύετο. σωθεὶς δὲ ἐκ μέσης τῆς πάγης | [*](R 298) πάλιν ἑτέροις βοηθῶν ἐθαυμάζετο. τυχὼν δὲ τούτων δικαίων ἐν τῷ μέρει τὴν χάριν ἀπελάμβανεν. ἡ δὲ χάρις ἦν κομίσασθαι ταῦτα ὧν ἐξέπεσεν ἀδικούμενος.