Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τοιαῦτα δὴ προοίμια τῆς οἰκίσεως ᾄσας καὶ τελῶν ἡμῖν εἰς οἰκιστὰς ὁ τοῦ Δῖός παῖς τε καὶ πιστωσάμενος τοῖς ἔργοις τὴν φήμην αὐτὸς μὲν ὡς τὸν τοκέα τὴν ταχίστην μεταστὰς οὐκ ἔσχε τέλος ἐπιθεῖναι τῷ πόθῳ· ὁ δ’ ἐκεῖνον διαδεξάμενος, μᾶλλον δ’ ἐν πολλοῖς διαδόχοις μόνος ἄξιος τῆς ἐκείνου τάξεως κληρονόμος, Σέλευκος ἀντ’ Ἀλεξάνδρου τῇ πόλει γίνεται τὴν ἀρχὴν ἀνδραγαθίᾳ κτησάμενος καὶ πρότερον καὶ δεύτερον.