Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

γνοὺς δέ, ὅθεν τε ὥρμηντο, καὶ τὰς τύχας ὑφ’ ὧν ἐκομίσθησαν, καὶ θαυμάσας τὸ συμμῖξαι βουληθῆναι μᾶλλον ἢ παριόντα λαθεῖν, οὐχ ὡς ἀπαιτεῖν δίκαιος ὢν χάριτας τοὺς τὴν αὑτοῦ χοντας, ἀλλ’ ὡς ἂν αὐτὸς ἐκείνοις ὀφείλων τῆς ἐνοι- κήσεως οὕτω διετέθη τὴν γνώμην. σημεῖον δέ, δῶρα δοὺς ὥσπερ εὐεργέτας ἀπέπεμψε.