Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τιμῶντος οὖν ἦν, οὐ ῥᾳθυ- μοῦντος, καὶ κοσμεῖν ἐπιθυμοῦντος κάλλιον, ἀλλ’ οὐχ ὅλως τὸ κοσμεῖν φεύγοντος ἡ μέχρι τοῦδε σιγή, καὶ πέπρακται μὲν εἰς τοὺς λόγους πλέον οὐδέν, ὡς ἀρκέσαι [*](2 ἀνόητον supra ἀβέλτερον Β2 3 χρὴ Mor 4 ὁ in ἐντιμοτατα in ras P2 | ἐς Ca | τόδε A, γρ τοῦτο in marg 8 δ Re | οὐδ᾿ ex οὐδὲ corr I2 οὐδὲ MB 9 μὲν] καὶ Mor 12 et ας in ἄλλας, νικ in νικᾶ et δεῖ in δεικνύειν Ρ2 in ras 15 τίς ΑΙΒ 16 τοῦ Re e Μο τὸ reliqui libri Mor et restituerunt Iacobs in exemplari et Lect. 339 et Cobetus Mnem. V 106 (Coll. 102) | διατέλους Μο 18 τίς ΑIMO 19 οὖν] μὲν οὖν MBCa μὲν Μο 20 ἀλλ᾿ om Μ 21 κεἰ Iacobs 1. 1. 22 μὴ Mor quod corr Re Anim | οὐδ’ C sed del. et in marg οὐδὲν pos. s, Μ sed οὐδὲν suprascr. m2, Β sed rasura corr ex οὐδὲν, MoCa)
6. Κοινὸν μὲν οὖν τῶν ἐγκωμιαζόντων ἔθος λεί- πεσθαι φάσκειν τὴν αὑτῶν ἀσθένειαν τοῦ μεγέθους τῶν ἔργων οἷς προσάγουσι τὸν λόγον, καὶ συγγνώμην αἰτεῖν παρὰ τῶν ἀκουόντων, εἰ βουλόμενοι τῆς ἀξίας | ἐγγὺς ἐλθεῖν ἄκοντες ἐλάττους γίγνοιντο· ἐγὼ δὲ [*](R 277) ταύτην ἐμαυτῷ ἁπανταχόθεν ἡγοῦμαι προσήκειν, τοῖς δὲ ἄλλοις οὐδ’ ὁθενοῦν, ὁπόσοι πρὸς τήνδε τὴν ὑπό- θεσιν ὥρμησαν.