Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ μὴν οὐδ’ [*](R 276) ἐκεῖνό | γε εὔλογον παρὰ μὲν ὑμῶν ὁμολογεῖν τὴν τέχνην ἔχειν, ὑπὲρ δὲ τῶν δεδωκότων μὴ χρῆσθαι τὸν λαβόντα τῇ τέχνῃ, ἀλλ’ ἐν μὲν ταῖς ἐπ’ ἀγορᾶς συνου- σίαις, ὅσῳ τὰς ἄλλας νικᾷ, δεικνύειν, ταύτας δὲ τὰς ἀποδείξεις μὴ τολμῆσαι ποιῆσαι βιβλίον.
4. Οὔσης δὲ τοσαύτης ἀφθονίας τῷ βουλομένῳ μέμφεσθαι τὴν σιγὴν ὅμως ἔνι τις ἀπολογία τῇ σιωπῇ. οὐ γὰρ τὸ μὴ λέγειν ἐγνωκότος ἦν διὰ τέλους μὴ λέγειν, ἀλλ’ ἐκράτει μὲν εἰπεῖν, ἐν δὲ τῷ διαμέλλειν ἦν τις ἐλπὶς μείζω τὴν δύναμιν ἔσεσθαι τοῦ χρόνου προστιθέντος τῇ τέχνῃ.