Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τοσοῦ- τον γὰρ διέχομεν λιμένων, ὅσον ἡμᾶς καθαρούς τε τηρεῖ θαλαττίων κακῶν καὶ μετόχους ποιεῖ τῶν ἐκ θαλάττης καλῶν. στάδιοι γὰρ τὸ μέσον εἴκοσι καὶ ἑκατόν, ὥστε ἀνὴρ εὔζωνος ἅμα ἡλίῳ κινηθεὶς ἐνθένδε κομιεῖ τι τῶν ἐκεῖθεν ἔτι μεσημβρίας ἑστώσης.
[*](R 287)42. Περὶ μὲν οὖν φύσεως | γῆς καὶ κράσεως ἀέρων καὶ τοῦ πρὸς θάλατταν σχήματος ἀποχρώντως ἴσως εἴρηται. ἐχόμενον δ’ ἂν εἴη διελθεῖν περὶ τῆς εὐγενείας τῶν κατασχόντων τὴν χώραν καὶ τῶν των καὶ τῶν δευτέρων καὶ τῶν ἐπ’ ἐκείνοις καὶ δεῖξαι πᾶσιν, ὡς ἡ ἀρίστη τῶν ἀρίστων ἐγένετο, καθάπερ πλωτήρων ἀγαθῶν εὖ πεποιημένη ναῦς.