Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀλλ’ ἡμῖν γε ἡ θέσις τῶν ἀπὸ τῆς θαλάττης ἀγαθῶν ἀπολαύειν παρέχουσα τῶν ἐκεῖθεν κακῶν καθαρεύειν δίδωσι, καὶ μετὰ μὲν τῶν ἐν μεσογείᾳ τῆς λύμης ἔξω καθέσταμεν, μετὰ δὲ τῶν ἐπὶ θαλάττῃ καρπούμεθα τὴν θάλατταν.