Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τὸ δὲ μέγιστον εἰς ζημίαν, πόλιν γὰρ ἐπιθαλαττί- διον ναυτικῆς ἀπειροκαλίας ἀνάγκη γέμειν θορύβων τε ἀνελευθέρων καὶ φωνῶν βωμολόχων καὶ τῶν ἄλλων ἃ λυμαίνεσθαι καὶ διαφθείρειν ἤθη πόλεων ἰσχύει· τοὺς μὲν γὰρ ἔξωθεν καταπλέοντας δέξεται, τοὺς δὲ αὐτὴ πλέοντας παρέξεται. ἔπειτα ἡ τοῦ μέρους κακία διὰ παντὸς ἦλθε τοῦ πληρώματος.