Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τὸ δὲ δὴ μέγιστον, οὐδὲ γὰρ τὸ μετὰ τὴν πόλιν εἰς θάλατταν ῥέον ἄπορον ναυσὶν ὑπὸ τῶν πετρῶν καθέστηκεν, ὃ δὴ καὶ τοῦ Νείλου τὰ πολλὰ πέπονθεν, οὐδὲ τοῦτο ἡμῖν ἄχρηστον, ἀλλ’ ἄξιον τῆς εὐφημίας ᾗ Πίνδαρος εἰς τὸν Καμαριναῖον Ἵππαριν κέχρηται, ὅτι κολλ ᾷ [*](4 Τhuc. Ι 46, 3 c. schol. 9 Her. II 29, 3 10 Pind. Ol. V 14 sq.) [*](10 οὕτω φησὶν ἡ ἐξήγησις τοῦ παρὰ Πινδάρῳ ῥητοῦ, ὅτι ἡ Πάλλας ἡ συνέχουσα τὴν πόλιν τὴν Καμάριναν δηλονότι ᾄδει μὲν ἤγουν ὑμνεῖ τὸν σὸν ναὸν τὸν ἁγνὸν καὶ τὸν ποταμὸν τὸν Ὤανον, καὶ τὴν λίμνην τὴν ἐγχωρίαν ἤγουν τὴν Καμάριναν, καὶ τὰ σεβάσμια ῥεύματα, δι’ ὧν ὁ Ἵππαρις ὁ ποταμὸς ἄρδει στρατὸν ἀντιτοῦ τὸν λαὸν τῆς Καμαρίνης. κολλᾶ τε ὁ Ἵππαρις ἤγουν προστίθησί τε δεῖ καὶ ἀίξει ταχέως ἀντιτοῦ ῥᾳδίως ὑψί- γυιον ἄλσος θαλάμων σταδίων ἀντιτοῦ μετέωρον πληθὺν οἰκη- μάτων στερρῶν, κατάγων τοῖς ἑαυτοῦ ῥεύμασι τὰ ὑπὸ τῶν Καμα- ριναίων εἰς κατασκευὴν οἰκημάτων τεμνόμενα ξύλα Β2 (= Schol. ras ad Pind. Ol. V 16 ed. Boeckh)) [*](3 ἐξεῖναι ex εἶναι corr I3 | τοὐναντίον — 6 citat Plan fol. 99v 5 ἐκβάλλει Ρ sed κ in ras m2 7 τὸ scripsi ὃ libri edd 8 καθίσταται Μο sed καθέστηκαν in marg 9 δὲ Μο 10 ἀλλὰ UI 11 καμαριναίων BCa μακαρι- ναῖον Μο | κολλᾶ σταδίων scripsimus Cobetus Mnem. V 110 (Coll. 106) et ego Mus. Rhen. XXXII 89 κολλᾶ τε σταδίων (in ra- sura 8 litterarum) Β et Mor κολλᾶ σταδίων Ι sed λλᾶ σταδίων in rasura 6 litterarum (prius λ ex ι corr) m2 κο λ αι cum rasura 1 post o, 2 post λ litterarum U κολλᾶτε Μο sed δίων in marg κοιλαῖαι reliqui libri Re ἀίξει supra κολλᾶ Β2)
263. Τοῦ ποταμοῦ δὲ ἐννοήσας τὰς εἰς τὴν θάλατ- ταν ἐκβολὰς ἕλκομαι πρὸς τὴν τοῦ λιμένος μνήμην. ὃν οὐχ ὧν εἶναι δοκεῖ, τούτων κηδόμενος ὁ κρατῶν μετερρύθμισεν, ἀλλὰ τέτμηται μὲν ἐν Σελευκείᾳ, τέ- τμηται δὲ ὑπὲρ τῆς ἡμετέρας τοσούτῳ χρυσῷ λιμὴν ἐκ πέτρας γενόμενος, ὅσον οὐδὲ Κροίσῳ | Πακτωλὸς [*](R 362) ἐθησαύρισε.