Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ νῦν ᾧ μάλιστα νικωμεν, τοῦτό ἐστιν, ὅτι κατάρρυτος ἡμῖν ἡ πόλις. καὶ πρὸς μὲν τἄλλα | κἂν ἀναισχυν- [*](R 354) τήσαι τις, ἐν δὲ ὑδάτων μνήμῃ πάντες εἴκουσι. τα μὲν καλὰ πλήθει νικῶμεν, τὰ δὲ πολλὰ κάλλει, μᾶλλον δὲ τὰ μὲν ἄφθονα τῷ πλήθει, τὰ δὲ χαρίεντα τῷ κάλλει. λουτρῶν μὲν τῶν δημοσίων ἕκαστον ποταμοῦ μέτρον ἐκχεῖ, τῶν δὲ ἰδίων τὰ μὲν ὅσονπερ ἐκεῖναι τὰ δὲ οὐ πολλῷ τῳ λειπόμενον.