Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τίς γὰρ ἐπι- στὰς καὶ θεασάμενος ἔκ τε τῶν πρώτων στομάτων τὸ ὕδωρ ἐκρέον καὶ καθ’ ἑκάτερον τοῖχον τοῦ νεὼ φερό- μένον οὐκ ἂν ἀγασθείη μὲν τὸ πλῆθος, ἐκπλαγείη δὲ τὸ κάλλος, τιμήσειε δὲ ὡς θεῖον, ἅψαιτο δὲ ἡδέως, λούσαιτο δὲ ἥδιον, πίοι δὲ ὡς ἥδιστα; τὸ γὰρ αὐτὸ ψυχρόν τε καὶ διαυγὲς καὶ ποτιμώτατον καὶ χάρισιν ἐγκεχρισμένον καὶ προσηνὲς ὁμιλῆσαι σώμασιν.